Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΓ’ - Περὶ φυλακῆς καὶ τηρήσεως τῆς ἐκ τῶν χαύνων καὶ ἀμελῶν καὶ ὅτι ἐκ τοῦ πλησιασμοῦ αὐτῶν βασιλεύει ἐπὶ τῷ ἀνθρώπῳ ἡ ἀμελείᾳ καὶ ἡ χαυνότης καὶ πληροῦται ἀπὸ παντὸς πάθους ἀκαθάρτου. Καὶ περὶ τοῦ φυλάξασθαι ἑαυτὸν ἀπὸ τῆς ἐγγύτητος τῶν νεωτέρων, ἵνα μὴ μολυνθῇ ὁ νοῦς ἐν τοῖς ἀκολάστοις λογισμοῖς
Προηγούμενο: ΛΟΓΟΣ ΜΑ’ - Περὶ ἁμαρτιῶν ἑκουσίων καὶ ἀκουσίων καὶ τῶν ἀπὸ τινὸς συμβεβηκότος γινομένων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΒ’ - Περὶ δυνάμεως καὶ ἐνεργείας τῶν κακιῶν τῆς ἁμαρτίας ὑπὸ τινῶν συνίστανται καὶ ὑπὸ τινῶν παύονται

Ἕως ἂν μὴ ἐκ καρδίας ἀληθῶς μισήσῃ τὶς τὴν αἰτίαν τῆς ἁμαρτίας, ἐκ τῆς ἡδονῆς τῆς ἐνεργείας αὐτῆς οὐκ ἐλευθεροῦται. Οὗτος ἐστὶν ὁ ἀγὼν ὁ σφοδρότατος, ὅστις ἀντικαθίσταται τῷ ἀνθρώπῳ μέχρις αἵματος, ἐν ᾧ δοκιμάζεται αὐτοῦ τὸ αὐτεξούσιον ἐν τῇ ἑνάδι τῆς ἀγάπης αὐτοῦ τῶν ἀρετῶν. Αὕτη ἐστὶν ἡ δύναμις, ἥντινα καλοῦσιν ἐρεθισμὸν καὶ παράταξιν, ἀφ’ ὧν τίνων τῆς ὀσμῆς ἐξασθενεῖ ἡ ψυχὴ ἡ ταλαίπωρος χάριν τῆς ἀπαραιτήτου παρατάξεως τῆς οὔσης ἐν αὐτῇ. Αὕτη ἐστὶν ἡ δύναμις τοῦ μεγέθους τῆς ἁμαρτίας, ἐν ᾗ τὰς ψυχὰς τῶν σωφρόνων ὁ ἐχθρὸς συμφύρειν εἴωθε καὶ τὰς καθαρᾶς κινήσεις ἀναγκάζει πεῖραν λαβεῖν, ὧν ὅλως οὐδέποτε εἰλήφασι.

Ἐνταῦθα δεικνύομεν τὴν ὑπομονὴν ἡμῶν, ᾧ ἀγαπητοὶ ἀδελφοί, καὶ τὸν ἀγῶνα καὶ τὴν σπουδὴν οὗτος γὰρ ἐστὶ ὁ καιρὸς τῆς ἀθλήσεως, δι’ ἧς λέγεται, ὅτι η τάξις τῶν μοναχῶν νικᾷ. Τῇ προσαπαντήσει τούτου τοῦ πολέμου ταχέως συμφύρεται ὁ εὐσεβὴς νοῦς, ἐὰν μὴ μεγάλως παρατάξηται.

Εὐχὴ

Δυνατὸς εἰ, Κύριε, ἡ πηγὴ τῆς πάσης βοηθείας, ὑποστηρίξαι ἐν τοῖς τοιούτοις καιροῖς, οἵτινες εἰσὶ μαρτυρίας καιροί, τὰς νυμφευσαμένας σοι ἑαυτὰς μετὰ χαρᾶς ψυχὰς τῷ οὐρανίῳ νυμφίῳ καὶ δεδωκυίας τὰς συνθήκας τῆς ἁγιότητος ἐν συνέσει μετὰ εἰλικρίνειας κινήσεων, καὶ οὐ μετὰ πανουργίας. Διὸ δώρησαι αὐταῖς δύναμιν μετὰ παῤῥησίας καθελεῖν ὠχυρωμένα τείχη, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς ἀληθείας, ἵνα μὴ τοῦ ἴδιου σκοποῦ ἀστοχήσωσι βίᾳ ἀνυποίστῳ καὶ ἀνυπομονήτῳ ἐν τῷ καιρῷ, ἐν ᾧ περὶ αἵματος ἀνταγώνισμα γίνεται.

Οὐ πάντοτε δὲ γίνεται ἀγώνισμα σωφροσύνης ἐν τούτῳ τῷ σφοδρῷ πολέμῳ. Γίνεται γὰρ ἐγκατάλειψις καὶ πρὸς δοκιμασίαν. Οὐαὶ δὲ τῷ δοκιμαζομένῳ ἐν τούτῳ τῷ διακριτικῷ πολέμῳ. Διότι μεγίστην ἰσχὺν κέκτηται οὗτος ὁ πόλεμος ἐκ τῆς συνήθειας, ἧς ἔλαβεν ἐξ ἐκείνων τῶν παραδεδωκότων ἑαυτοὺς τῇ ἥττῃ, ἐν συγκαταθέσει τῶν ἰδίων λογισμῶν.

Παραφυλάττεσθε, ᾧ ἀγαπητοί, ἀπὸ τῆς ἀργίας, διότι ἐγκέκρυπται ἐν αὐτῇ ἐγνωσμένος θάνατος καθότι χωρὶς αὐτῆς ταῖς χερσὶ τῶν αἰχμαλωτίσαι τὸν μοναχὸν σπευδόντων ἐμπίπτειν οὐκ ἐστίν. Οὐ περὶ ψαλμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατακρινεῖ ἡμᾶς ὁ Θεός, οὐδὲ περὶ τῆς ἐκ τῆς προσευχῆς ἀργίας, ἀλλ’ ὅτι τῇ καταλείψει τούτων εἴσοδος γίνεται τοῖς δαίμοσιν.

Ἡνίκα δ’ ἂν εὕρωσι χώραν καὶ εἰσέλθωσι καὶ συγκλείσωσι τὰς θύρας τῶν ὀφθαλμῶν ἡμῶν, τότε πληρώσουσιν εἰς ἡμᾶς τυραννικῶς καὶ ἀκαθάρτως ἅτινα ὑπὸ τὴν θείαν ἀπόφασιν συνέχουσι τοὺς ἐργάτας αὐτῶν μετὰ ἐκδικήσεως σφοδρότατης. Καὶ γινόμεθα ὑποχείριοι, χάριν τῆς ἐγκαταλείψεως τῶν μικρῶν τούτων, ἅτινα διὰ τὸν Χριστὸν φροντίδος ἀξιοῦνται, ὡς γέγραπται παρὰ τῶν σοφωτάτων.

Ὁ μὴ ὑποτάσσων τῷ Θεῷ τὸ ἑαυτοῦ θέλημα, ὑποταγήσεται τῷ ἀντιδίκῳ αὐτοῦ. Ὥστε ταῦτα τὰ μικρὰ σοι φαινόμενα, ὡς τείχη σοι λογισθήσονται κατέναντι τῶν αἰχμαλωτιζόντων ἡμᾶς, ὧντινων ἡ τελείωσις ἔνδοθεν τοῦ κελλίου ὑπὸ τῶν κρατούντων τὴν τάξιν τῆς Ἐκκλησίας σοφῶν τέθειται, πρὸς φυλακὴν τῆς ἡμετέρας ζωῆς ἐν Πνεύματι ἀποκαλύψεως, ὧν ἡ κατάλειψις ὑπὸ τῶν ἀσόφων μικρὰ λογίζεται. Τὴν δὲ ὕπ’ αὐτῶν ζημίαν μὴ λογιζομένων τούτων, ἡ τὲ ἀρχὴ τῆς ὁδοῦ καὶ ἡ μεσότης, ἐλευθερία ἀπαίδευτος, ἥτις ἐστὶ μήτηρ τῶν παθῶν.

Κρεῖσσον γὰρ ἀγωνίσασθαι μὴ ἐγκαταλεῖψαι τὰ μικρά, ἢ τόπον δοῦναι τῇ ἁμαρτίᾳ ἐν τῷ πλατυσμῷ αὐτῶν. Ταύτης γὰρ τῆς ἀκαίρου ἐλευθερίας, δουλείᾳ τὸ τέλος ἀπότομος.

Ἐν ὅσῳ τὰς αἰσθήσεις ζώσας ἔχεις πρὸς ἀπάντησιν τῶν συμβεβηκότων, νεκρὸν σαυτὸν ὑπολάμβανε. Διότι οὐ μὴ τοὶ λείψῃ ἔκκαυσις ἁμαρτίας ἐν πᾶσι τοῖς μέλεσί σου καὶ οὐ μὴ δυνήσῃ κτήσασθαι σεαυτῷ σωτηρίαν. Ἐὰν τὶς τῶν μοναχῶν εἴπῃ ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι παραφυλάττεται ἐκ τούτων, οὗτος οὐ θέλει μαθεῖν πότε ραπίζεται.

Ὅστις ἀπατήσει τὸν ἑαυτοῦ ἑταῖρον, τῆς κατάρας ἠξίωται τοῦ νόμου, ὃ δὲ ἑαυτὸν ἐξαπατήσας, ποίας τεύξεται ἐκδικήσεως; Διότι, ἐπιστάμενος τὴν κακίαν τοῦ πονηροῦ ἔργου, ἄγνοιαν προσποιεῖται. Ὅτι δὲ ἐπίσταται, δείκνυσιν ὁ ἔλεγχος τοῦ συνειδότος. Καὶ τοῦτο δύσκολον αὐτῷ φαίνεται, διότι ἐπίσταται ὁ ἀγνοεῖν προσποιεῖται.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΜΓ’ - Περὶ φυλακῆς καὶ τηρήσεως τῆς ἐκ τῶν χαύνων καὶ ἀμελῶν καὶ ὅτι ἐκ τοῦ πλησιασμοῦ αὐτῶν βασιλεύει ἐπὶ τῷ ἀνθρώπῳ ἡ ἀμελείᾳ καὶ ἡ χαυνότης καὶ πληροῦται ἀπὸ παντὸς πάθους ἀκαθάρτου. Καὶ περὶ τοῦ φυλάξασθαι ἑαυτὸν ἀπὸ τῆς ἐγγύτητος τῶν νεωτέρων, ἵνα μὴ μολυνθῇ ὁ νοῦς ἐν τοῖς ἀκολάστοις λογισμοῖς
Προηγούμενο: ΛΟΓΟΣ ΜΑ’ - Περὶ ἁμαρτιῶν ἑκουσίων καὶ ἀκουσίων καὶ τῶν ἀπὸ τινὸς συμβεβηκότος γινομένων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος