Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΔ’ - Περὶ τῶν αἰσθήσεων, ἐν ᾧ καὶ περὶ πειρασμῶν
Προηγούμενο: ΛΟΓΟΣ ΜΒ’ - Περὶ δυνάμεως καὶ ἐνεργείας τῶν κακιῶν τῆς ἁμαρτίας ὑπὸ τινῶν συνίστανται καὶ ὑπὸ τινῶν παύονται
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΓ’ - Περὶ φυλακῆς καὶ τηρήσεως τῆς ἐκ τῶν χαύνων καὶ ἀμελῶν καὶ ὅτι ἐκ τοῦ πλησιασμοῦ αὐτῶν βασιλεύει ἐπὶ τῷ ἀνθρώπῳ ἡ ἀμελείᾳ καὶ ἡ χαυνότης καὶ πληροῦται ἀπὸ παντὸς πάθους ἀκαθάρτου. Καὶ περὶ τοῦ φυλάξασθαι ἑαυτὸν ἀπὸ τῆς ἐγγύτητος τῶν νεωτέρων, ἵνα μὴ μολυνθῇ ὁ νοῦς ἐν τοῖς ἀκολάστοις λογισμοῖς

Ὁ κωλύων τὸ στόμα αὐτοῦ ἐκ τῆς καταλαλιᾶς, φυλάττει τὴν καρδίαν αὐτοῦ ἐκ τῶν παθῶν. Ἐν πάσῃ ὥρᾳ θεωρεῖ τὸν Κύριον, οὗτινος ἡ μελέτη διαπαντὸς ἐστὶν ἐν τῷ Θεῷ, φυγαδεύει τοὺς δαίμονας ἄπ’ αὐτοῦ καὶ ἐκριζοῖ τὸ σπέρμα τῆς κακίας αὐτῶν. Ὁ ἐπισκεπτόμενος τὴν ἑαυτοῦ ψυχὴν ἐν πάσῃ ὥρᾳ, εὐφραίνεται ἐν ταῖς ἀποκαλύψεσιν ἡ καρδία αὐτοῦ, καὶ ὁ συνάγων τὴν θεωρίαν τοῦ νοὸς αὐτοῦ ἔσωθεν αὐτοῦ ἐν αὐτῷ, θεωρεῖ τὴν αὐγὴν τοῦ Πνεύματος. Ὅστις έβδελύξατο πάντα μετεωρισμόν, θεωρεῖ τὸν Δεσπότην αὐτοῦ ἔσωθεν τῆς καρδίας αὐτοῦ. Ἐὰν ἀγαπᾷς τὴν καθαρότητα, ἐν ἧ καθορᾶται ὁ τῶν ὅλων Δεσπότης, μὴ καταλαλήσῃς τινός, μηδὲ ἀκούσῃς τινὸς καταλαλοῦντος τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ ἐὰν διαμάχονται τίνες ἔμπροσθεν σου, κλεῖσον τὰ ὦτα σου καὶ φεῦγε ἐκεῖθεν, ἵνα μὴ ἀκούσῃς ῥημάτων ὀργῆς καὶ ἀποθάνῃ ἡ ψυχὴ σου ἐκ τῆς ζωῆς. Καρδία θυμώδης διάκενός ἐστιν ἐκ τῶν μυστηρίων τοῦ Θεοῦ, ὁ δὲ πραΰς καὶ ταπεινόφρων πηγὴ ἐστὶ τῶν μυστηρίων τοῦ καινοῦ αἰῶνος.

Ἰδού, ὁ οὐρανὸς ἔσωθέν σου, εἰ καθαρὸς ἔσῃ, καὶ ἐν σεαυτῷ ὄψει τοὺς ἀγγέλους σὺν τῷ φωτὶ αὐτῶν, καὶ τὸν Δεσπότην αὐτῶν μέτ’ αὐτῶν τὲ καὶ ἔσωθεν αὐτῶν. Ὃ ἐπαινούμενος δικαίως, οὐ ζημιοῦται, ἀλλ’ ἐὰν ἡδυνθῇ αὐτῷ ὁ ἔπαινος, ἐργάτης ἐστὶν ἄμισθος. Ὁ θησαυρὸς τοῦ ταπεινόφρονος ἔσωθεν αὐτοῦ ἐστίν, ὃς ἐστὶν ὁ Κύριος, καὶ ὁ τηρούμενος τῇ γλώσσῃ αὐτοῦ εἰς τὸν αἰῶνα οὐ συληθήσεται ἐξ αὐτῆς. Στόμα σιωπηλὸν ἑρμηνεύει τὰ μυστήρια τοῦ Θεοῦ, ὁ δὲ ταχύλαλος μακρύνεται ἀπὸ τοῦ πλάσαντος αὐτόν. Ἡ ψυχὴ τοῦ ἀγαθοῦ λάμπει ὑπὲρ τὸν ἥλιον καὶ ἐν τῇ θεωρίᾳ τῶν ἀποκαλύψεων ἐν πάσῃ ὥρᾳ εὐφραίνεται. Καὶ ὁ ἀκολουθῶν τῷ ἀγαπῶντι τὸν Θεόν, πλουτήσει ἐκ τῶν μυστηρίων τοῦ Θεοῦ, ὁ δὲ ἀκολουθῶν τῷ ἀδίκῳ καὶ ὑπερηφάνῳ μακρυνθήσεται ἐκ τοῦ Θεοῦ καὶ ἐκ τῶν φίλων αὐτοῦ μισηθήσεται. Ὁ τῇ γλώσσῃ σιγηλός, ἐν πᾶσι τοῖς σχήμασιν αὐτοῦ κτήσεται τάξιν ταπεινόφρονα, καὶ οὗτος χωρὶς κόπου ἐξουσιάσει τῶν παθῶν. Τὰ πάθη ἐκριζοῦνται καὶ φυγαδεύονται ἐν τῇ ἀδιαλείπτῳ ἐν Θεῷ μελέτῃ, καὶ τοῦτο ἐστὶ τὸ ξίφος τὸ ἀποκτεῖνον αὐτά. Καθάπερ ἐν τῇ ἡσυχίᾳ καὶ γαλήνη τῆς αἰσθητῆς θαλάσσης κινεῖται καὶ νήχεται ὁ δελφίς, οὕτω καὶ ἐν τῇ ἡσυχίᾳ καὶ γαλήνῃ τῆς θαλάσσης τῆς καρδίας ἐκ τοῦ θύμου καὶ τῆς ὀργῆς ἐν παντὶ καιρῷ κινεῖται ἐν αὐτῇ τὰ μυστήρια καὶ αἱ θεῖαι ἀποκαλύψεις, πρὸς εὐφροσύνην αὐτῆς. Ὁ θέλων ἰδεῖν τὸν Κύριον ἐντὸς αὐτοῦ, μηχανᾶται καθαρίσαι ἑαυτοῦ τὴν καρδίαν ἐν ἀδιαλείπτῳ μνήμη τοῦ Θεοῦ, καὶ οὕτως ἐν τῇ λαμπρότητι τῶν ὀφθαλμῶν τῆς διανοίας αὐτοῦ ἐν πάσῃ ὥρᾳ ὄψεται τὸν Κύριον. Ὅπερ συμβαίνει τῷ ἰχθύϊ ἐξεληλυθότι ἐκ τοῦ ὕδατος, τοῦτο καὶ τῷ νοΐ συμβαίνει ἐξεληλυθότι ἐκ τῆς μνήμης τοῦ Θεοῦ καὶ μετεωριζομένῳ ἐν τῇ μνήμῃ τοῦ κόσμου. Ὅσον μακρύνεται ὁ ἄνθρωπος ἐκ τῆς συνομιλίας τῶν ἀνθρώπων, τοσοῦτον ἀξιοῦται τῆς μετὰ τοῦ Θεοῦ παῤῥησίας ἐν τῷ νοΐ αὐτοῦ, καὶ καθ’ ὅσον κόπτει ἐξ αὐτοῦ τὴν παράκλησιν τοῦ κόσμου τούτου, κατὰ τοσοῦτον ἀξιοῦται τῆς χαρᾶς τοῦ Θεοῦ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Καὶ καθάπερ ἀπόλλυνται οἱ ἰχθύες ἐκ τῆς λείψεως τοῦ ὕδατος, οὕτω καὶ ἐκ τῆς καρδίας τοῦ μοναχοῦ αἱ νοεραὶ κινήσεις, αἱ διὰ τοῦ Πνεύματος βλαστάνουσαι, τοῦ συνεχῶς μετὰ τῶν κοσμικῶν ἀναστρεφομένου καὶ διάγοντος.

Κρείσσων κοσμικὸς ταλαιπωρῶν ἐν τοῖς κοσμικοῖς καὶ τοῖς βιωτικοῖς κακοπαθῶν, μοναχοῦ τοῖς βιωτικοῖς κακοπαθοῦντος καὶ τοῖς κοσμικοῖς συνδιάγοντος. Φοβερὸς ἐστὶ τοῖς δαίμοσι καὶ ποθητὸς τῷ Θεῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ ὁ μετὰ θερμοῦ ζήλου ἐκζητῶν ἐν τῇ καρδίᾳ αὐτοῦ τὸν Θεὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ καὶ ἐκριζῶν ἄπ’ αὐτῆς τὰς προσβολὰς τὰς ὑπὸ τοῦ ἐχθροῦ φυομένας. Τοῦ καθαροῦ ἐν τῇ ψυχῇ ἡ χώρᾳ ἡ νοητὴ ἔνδοθεν αὐτοῦ ἐστί, καὶ ὁ ἥλιος ὁ λάμπων ἐν αὐτῷ, τὸ φῶς τῆς ἁγίας Τριάδος ὑπάρχει, καὶ ὁ ἀήρ, ὃν πνέουσιν οἱ οἰκήτορες αὐτῆς, τὸ παράκλητον καὶ πανάγιον Πνεῦμα ἐστίν, οἱ δὲ συγκάθεδροι αὐτοῦ, αἱ ἅγιαι καὶ ἀσώματοι φύσεις. Καὶ ἡ ζωὴ καὶ ἡ χαρὰ καὶ ἡ εὐφροσύνῃ αὐτῶν, ὁ Χριστὸς ἐστί, τὸ ἐκ φωτὸς τοῦ Πατρὸς φῶς.

Ὁ τοιοῦτος καὶ ἐν τῇ θεωρία τῆς ψυχῆς αὐτοῦ ἐν πάσῃ ὥρᾳ εὐφραίνεται καὶ ἐν τῷ κάλλει ἑαυτοῦ θαυμάζει, τηλαυγεστέρω ὄντι ἑκατονταπλασίως τῆς του ἡλίου λαμπρότητος.

Αὕτη ἐστὶν ἡ Ἱερουσαλὴμ καὶ τοῦ Θεοῦ ἡ βασιλεία, ἐντὸς ἡμῶν κεκρυμμένη, κατὰ τὸ τοῦ Κυρίου λόγιον. Αὕτη ἡ χώρα, νεφέλη ἐστὶ τῆς δόξης τοῦ Θεοῦ, εἰς ἦν μόνοι οἱ καθαροὶ τῇ καρδίᾳ εἰσελεύσονται, τοῦ θεάσασθαι τὸ πρόσωπον τοῦ ἴδιου Δεσπότου καὶ καταυγασθῆναι τοὺς νόας αὐτῶν διὰ τῆς ἀκτῖνος τοῦ φωτὸς αὐτοῦ.

Ὁ δὲ θυμώδης καὶ ὁ ὀργίλος καὶ ὁ φιλόδοξος καὶ ὁ πλεονέκτης καὶ ὁ γαστρίμαργος καὶ ὁ κοσμικοῖς συναναστρεφόμενος καὶ ὁ τὸ ἴδιον θέλημα στῆσαι θέλων καὶ ὁ ὀξύχολος καὶ ὁ παθῶν πλήρης, οἱ τοιοῦτοι ὡς ἐν νυκτομαχία διάγουσι καὶ σκότος ψηλαφοῦσιν, ἔξωθεν ὄντες τῆς χώρας τῆς ζωῆς καὶ τοῦ φωτός ἐκείνῃ γὰρ ἡ χώρα τοῖς ἀγαθοῖς καὶ ταπεινόφροσι καὶ τοῖς καθαρισάσι τὰς ἑαυτῶν καρδίας κεκλήρωται.

Οὐ δύναται ἄνθρωπος θεάσασθαι τὸ κάλλος τὸ ὃν ἔνδοθεν αὐτοῦ, πρὶν ἢ ἀτιμάσει καὶ βδελύξηται πᾶν κάλλος ἔξωθεν αὐτοῦ. Καὶ οὐ δύναται ἀτενίσαι γνησίως πρὸς τὸν Θεόν, ἕως ἂν ἀπαρνήσηται τελείως τὸν κόσμον.

Ὁ ἐξευτελίζων καὶ σμικρύνων ἑαυτόν, ὑπὸ τοῦ Κυρίου σοφισθήσεται, καὶ ὁ νομίζων ἑαυτὸν εἶναι σοφόν, τῆς τοῦ Θεοῦ σοφίας ἀποπεσεῖται.

Ἐν ὅσῳ ἡ γλῶττα τῆς πολυλογίας ἀπέχεται, ἐν τοσούτῳ καταυγάζεται τοῦ διαιρεῖν τὰ διανοήματα ἐκ γὰρ τῆς πολυλογίας συμφύρεται καὶ ὁ λογικώτατος νοῦς.

Ὁ πτωχεύων ἐκ τῶν κοσμικῶν πραγμάτων πλουτήσει ἐν τῷ Θεῷ καὶ ὁ φίλος τῶν πλουσίων πτωχεύσει ἐκ τοῦ Θεοῦ.

Ὁ σωφρονῶν καὶ ταπεινοφρονῶν καὶ βδελυττόμενος τὴν παῤῥησίαν καὶ τὸν θυμὸν ἐκ τῆς καρδίας ἀπωσάμενος, ἐγὼ πιστεύω, ὅτι, ὅταν ἀναστῇ ἐν τῇ προσευχῇ, καθορᾷ ἐν τῇ ψυχῇ αὐτοῦ τὸ φῶς τοῦ ἁγίου Πνεύματος καὶ σκιρτᾷ ἐν ταῖς λαμπηδόσιν αὐτοῦ τῆς ἐλλάμψεως τοῦ φωτὸς καὶ εὐφραίνεται ἐν τῇ θεωρίᾳ τῆς δόξης αὐτῆς καὶ ἐν τῇ ἑαυτῆς ἀλλοιώσει πρὸς τὴν αὐτοῦ ὁμοιότητα. Οὐκ ἐστὶν ἄλλη ἐργασία δυναμένη οὕτω καταλῦσαι τὰς παρεμβολὰς τῶν ἀκαθάρτων δαιμόνων, ὡς ἡ ἐν τῷ Θεῷ θεωρία.

Διήγησις ἁγίου ἀνδρὸς

Διηγήσατο γὰρ μοι τὶς τῶν πατέρων οὕτως ὅτι ἐν μιᾷ ἡμέρᾳ ὡς ἐκαθήμην, ᾐχμαλωτίσθη ὁ νοῦς μου ἐν τῇ θεωρίᾳ, καὶ ὅτε ἐν ἐμαυτῷ γέγονα, ἐστέναξα ἐν ἰσχύϊ. Ὁ δὲ κατ’ ἐναντίας ἱστάμενος δαίμων, ὡς ἤκουσεν, ἐφοβήθη καὶ ὥσπερ ὑπὸ ἀστραπῆς τινὸς κατεπόθη, ἐκ τὲ τῆς ἀνάγκης κράξας καὶ ὡς ὑπὸ τίνος διωχθεὶς φυγὰς ᾤχετο.

Μακάριος ὁ μνημονεύων τῆς ἐξόδου αὐτοῦ, τῆς ἐκ τοῦδε τοῦ βίου, καὶ ἀπέχων αὐτοῦ τὴν σχέσιν ἐκ τῆς τοῦ κόσμου τούτου τρυφῆς. Διότι πολλαπλασίως λήψεται τὸν μακαρισμὸν ἐν τῇ ἐξόδῳ αὐτοῦ καὶ οὐκ ἐκλείψει ἐξ αὐτοῦ ὁ μακαρισμὸς οὗτος. Οὗτος ἐστὶν ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ καὶ τὸ ἅγιον Πνεῦμα τυγχάνει τροφὸς αὐτοῦ καὶ ἐκ τοῦ κόλπου αὐτοῦ θηλάζει τὴν ζωτικήν τροφὴν καὶ ὀσφραίνεται τῆς ὀσμῆς αὐτοῦ πρὸς εὐφροσύνην αὐτοῦ. Ὁ δὲ τοῖς κοσμικοῖς συνδεδεμένος καὶ τῷ κόσμῳ καὶ τῇ τούτου ἀναπαύσει καὶ ἀγαπῶν τὴν ὁμιλίαν αὐτοῦ, οὗτος ἐστέρηται τῆς ζωῆς, καὶ οὐκ ἔχω τὶ εἰπεῖν περὶ αὐτοῦ, ἀλλ’ ἡ μετὰ κλαυθμοῦ πενθῆσαι πένθος ἀπαραμύθητον, οὐ ἡ ἀκοῇ συντρίβει τὰς τῶν ἀκουόντων καρδίας.

Οἱ ἐν τῷ σκότει διακείμενοι ὑψώσατε τὰς κεφάλας ὑμῶν, ἵνα λάμψωσι τὰ πρόσωπα ὑμῶν ἐν τῷ φωτί. Ἐξέλθετε ἐκ τῶν παθῶν τοῦ κόσμου, ἵνα ἐξέλθῃ πρὸς ὑπάντησιν ὑμῶν τὸ ἐκ τοῦ Πατρὸς φῶς καὶ τοὺς λειτουργοὺς τῶν μυστηρίων αὐτοῦ προτρέψηται τοὺς δεσμοὺς ὑμῶν λῦσαι, τοῦ περιπατεῖν ἐν τοῖς ἴχνεσιν αὐτοῦ πρὸς τὸν Πατέρα. Οὐαὶ ἐν ποίοις ἔσμεν συνδεδεμένοι καὶ ἀπὸ τίνος ἐσμὲν καθειργμένοι, τοῦ μὴ ἰδεῖν τὴν δόξαν αὐτοῦ. Εἴθε διεκόπτοντο ἡμῶν οἱ δεσμοί, ἵνα ζητήσαντες εὕρωμεν τὸν Θεὸν ἡμῶν.

Εἰ θέλεις γνῶναι τὰ τῶν ἀνθρώπων μυστήρια καὶ οὔπω κατέλαβες μαθεῖν ἐκ τοῦ Πνεύματος, ἐκ τε τῶν λόγων ἑκάστου καὶ τῆς διαγωγῆς καὶ τῆς διοικήσεως μαθήσῃ, εἰ σοφὸς κεχρημάτικας. Ὁ καθαρὸς τὴν ψυχὴν καὶ ἁγνὸς τὴν διαγωγήν, οὗτος πάντοτε μετὰ σωφροσύνης λαλεῖ τὰ λόγια τοῦ Πνεύματος καὶ κατὰ τὸ οἰκεῖον μέτρον περὶ τε τῶν θείων διαλέγεται καὶ περὶ τῶν ἐν αὐτῷ, ὁ δὲ τοῖς πάθεσι συντετριμμένος τὴν καρδίαν, ὕπ’ αὐτῶν ἔχει καὶ τὴν γλῶσσαν κινουμένην. Καὶ κἂν περὶ πνευματικῶν λαλῇ, ἀλλ’ ὅμως ἐμπαθῶς διαλέγεται, ἵνα ἀδίκως νικήσῃ. Τὸν τοιοῦτον ὁ σοφὸς ἐκ μόνης ἀπαντήσεως σημειοῦται καὶ ὁ καθαρὸς ἐνοσφραίνεται τῆς δυσοσμίας αὐτοῦ.

Ὁ ἐμμένων ταῖς ματαιολογίαις καὶ τοῖς μετεωρισμοῖς ψυχῇ καὶ σώματι πόρνος ἐστί, καὶ ὁ συνευδοκῶν αὐτῷ καὶ ὁ συνασχολούμενος μοιχὸς ἐστί, καὶ ὁ συγκοινωνῶν αὐτῷ εἰδωλολάτρης ἐστίν.

Ἡ πρὸς τοὺς νεωτέρους φιλία βδελυκτὴ πορνεία παρὰ τῷ Θεῷ, τῇ συντριβῇ τοῦ τοιούτου οὐκ ἐστὶν ἐπίπλασμα, ὁ δὲ πάντας ἐξ ἴσου ἀγαπῶν συμπαθῶς καὶ ἀδιακρίτως, οὗτος ἔφθασε τὴν τελειότητα. Νέος νεωτέρῳ ἀκολουθῶν, ποιεῖ τοὺς διακριτικοὺς ἐπ’ αὐτοὺς πενθεῖν καὶ κλαίειν, γέρων δὲ ἀκολουθῶν νεωτέρῳ, δυσωδέστερον τοῦ τῶν νεωτέρων κέκτηται πάθος, κἂν περὶ ἀρετῶν διαλεχθῇ πρὸς αὐτούς, ἀλλ’ ἡ καρδία αὐτοῦ πεπληγμένη ὑπάρχει. Νέος ταπεινόφρων καὶ ἡσύχιος, καθαρὸς τε τὴν καρδίαν ἀπὸ ζήλου καὶ θύμου, ἀπεχόμενός τε ἀπὸ παντὸς άνθρωπου καὶ ἑαυτῷ προσεχῶν, ταχέως συνιεῖ τὰ πάθη τοῦ ἀμελοῦς γέροντος. Γέροντα μὴ ἐξ ἴσου ἔχοντα τὸν γέροντα καὶ τὸν νεώτερον, τῷ τοιούτῳ πάσῃ δυνάμει μὴ συναναστραφής, ἀλλὰ μᾶλλον μακρύνθητι ἀπὸ αὐτοῦ.

Οὐαὶ τοῖς ἀμελεστέροις, τοῖς προσποιουμένοις ἐν σχήματι καθαρῷ διαστρέφειν τὰ ἴδια πάθη, ὁ δὲ τὴν πολιὰν φθάσας ἐν καθαρότητι λογισμῶν καὶ πολιτείᾳ ἀγαθὴ καὶ ἐπικρατεῖς τῆς γλώττης, ἐνταῦθα μὲν κατατρυφᾷ τῆς γλυκύτητος τοῦ καρποῦ τῆς γνώσεως, ἐν δὲ τῇ ἐξόδῳ αὐτοῦ τῇ ἐκ τοῦδε τοῦ σώματος δέχεται τὴν δόξαν τοῦ Θεοῦ.

Οὕδεν οὕτω ψυχραίνει τὸ πῦρ τὸ ἐκ τοῦ ἁγίου Πνεύματος ἐμπνεόμενον ἐν τῇ καρδίᾳ τοῦ μοναχοῦ πρὸς ἁγιασμὸν τῆς ψυχῆς, ὡς ἡ συναναστροφὴ καὶ ἡ πολυλογία καὶ ἡ συντυχία, ἐκτὸς τῆς μετὰ τῶν τέκνων τῶν μυστηρίων τοῦ Θεοῦ καὶ πρὸς αὔξησιν τῆς γνώσεως αὐτοῦ καὶ πολλαπλασιασμόν. Ἡ τοιαύτη γὰρ συντυχία ἐξυπνίζει τὴν ψυχὴν πρὸς τὴν ζωὴν καὶ ἐκριζοῖ τὰ πάθη καὶ τοὺς αἰσχροὺς λογισμοὺς κατακοιμίζει ὑπὲρ πάσας τὰς ἀρετάς.

Μὴ κτήσῃ φίλους μηδὲ συμμύστας, ἀλλ’ ἦ τοὺς τοιούτους, ἵνα μὴ πρόσκομμα ποίησης τῇ σῇ ψυχῇ καὶ ἐκκλίνῃς ἀπὸ τῆς ὁδοῦ τοῦ Κυρίου. Μεγαλυνθήτω ἐν τῇ καρδίᾳ σου ἢ τῷ Θεῷ ἐνοῦσά σε καὶ συνάπτουσα ἀγάπη, ἵνα μὴ αἰχμαλωτεύσῃ σε ἡ ἀγάπη τοῦ κόσμου, ἧς τὸ αἴτιον καὶ τὸ τέλος φθορά.

Ἡ μετὰ τῶν ἀγωνιστῶν διαγωγὴ καὶ συναναστροφὴ πλουτίσαι ἀμφότερους ποιεῖ τῶν μυστηρίων τοῦ Θεοῦ, ἡ δὲ πρὸς τοὺς ρᾴθυμους καὶ ὀκνηροὺς ἀγάπη, ἐμπλῆσαι τὴν γαστέρα κατακόρως καὶ ἀπλήστως ποιεῖ ἐν τῷ μετεωρισμῷ τῷ μέτ’ ἀλλήλων γινομένῳ. Τῷ τοιούτῳ ἀηδῆ φαίνεται τὰ βρώματα χωρὶς τοῦ ἑταίρου αὐτοῦ, καὶ φησὶν «οὐαὶ τῷ ἐσθίοντι τὸν ἄρτον αὐτοῦ μόνως, ὅτι οὒχ ἠδυνθήσεται αὐτῷ», οἵτινες καλοῦνται ἀλλήλοις πρὸς εὐωχίας καὶ ἀμείβονται ἀλλήλους, ὡς μισθωτοί. Φεῦγε, ὦ ἀδελφέ, τοὺς ἐθισθέντας τοῖς τοιούτοις καὶ μηδαμῶς τούτοις συνεσθίειν θέλε, μηδὲ ἐὰν σοὶ ἀνάγκη συμβῇ· ἡ γὰρ τράπεζα αὐτῶν ἐναγὴς καὶ τοὺς δαίμονας ὑπηρέτας κέκτηνται· οἱ φίλοι τοῦ νυμφίου Χρίστου ταύτης οὐ γεύονται.

Ὁ τὰς εὐωχίας συνεχῶς ἐκτελῶν, ἐργάτης ἐστὶ τοῦ τῆς πορνείας δαίμονος καὶ τὴν ψυχὴν τοῦ ταπεινόφρονος μολύνει. Ἄρτος εὐτελὴς ἀπὸ τραπέζης ἀγνοῦ ἁγνίζει τὴν ψυχὴν τοῦ ἐσθίοντος ἀπὸ παντὸς πάθους. Ὀσμὴ τραπέζης γαστριμάργου, ἡ δαψίλεια τῶν ἐδεσμάτων καὶ τῶν τηγανισμάτων, ὁ δὲ ἄφρων καὶ ἀσύνετος ἀνθέλκεται πρὸς αὐτήν, ὥσπερ κύων πρὸς μάκελλον. Τοῦ δὲ τῇ προσευχῇ προσκαρτεροῦντος διαπαντὸς ἡ τράπεζα ἡδυτέρα πάσης ὀσμῆς μόσχου καὶ μυρωδιᾶς, ὁ δὲ φιλόθεος ταὐτὴν ἐπιποθεῖ, ὥσπερ θησαυρὸν ἀτίμητον.

Ἀπὸ τραπέζης νηστευόντων καὶ ἀγρυπνούντων καὶ κοπιώντων ἐν Κυρίῳ λάβε σεαυτῷ φάρμακον ζωῆς καὶ διέγειρον τῆς ψυχῆς σου τὴν θνήξιν. Ὃ γὰρ ἠγαπημένος ἀνακέκλιται ἐν μέσῳ αὐτῶν ἁγιάζων, καὶ τὸ πικρὸν τῆς κακουχίας αὐτῶν μεταβάλλει εἰς τὴν γλυκύτητα αὐτοῦ τὴν ἀνεκδιήγητον, οἱ δὲ πνευματικοὶ καὶ ἐπουράνιοι λειτουργοὶ αὐτοῦ ἐπισκιάζουσιν αὐτοὺς καὶ τὰ ἅγια αὐτῶν βρώματα. Οἶδα ἐγὼ τίνα τῶν ἀδελφῶν ὀφθαλμοφανῶς τοῦτο βλέποντα.

Μακάριος ὁ ἀποστομίσας ἑαυτὸν ἀπὸ πάσης ἡδυπαθείας, τῆς χωριζούσης αὐτὸν ἀπὸ τοῦ κτίσαντος αὐτόν. Μακάριος ὁ ἔχων τροφὴν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα καὶ ζωὴν δεδωκότα τῷ κόσμῳ. Μακάριος ὁ ἐν τῇ πεδιάδι αὐτοῦ ἑωρακὼς τὴν ἀρδείαν τῆς ζωῆς, τὴν ἐξ ἐλέους προιοῦσαν ἐκ τῶν κόλπων τοῦ Πατρὸς καὶ πρὸς αὐτὴν τὸ ὄμμα διατείνας. Ὅταν γὰρ πίῃ ἐξ αὐτῆς, εὐφρανθήσεται καὶ ἀναβάλλει ἡ καρδία αὐτοῦ καὶ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἔσται.

Ὁ ἑωρακὼς ἐν τῇ ἰδίᾳ τροφῇ τὸν ἑαυτοῦ Κύριον, ὑποκλέπτει ἑαυτὸν καὶ μόνος αὐτοῦ μεταλαμβάνει, μὴ κοινωνῶν τοῖς ἀναξίοις, ἵνα μὴ συμμεταλάβῃ αὐτοῖς καὶ γυμνωθῇ τῆς ἀκτῖνος αὐτοῦ, ὁ δὲ ἔχων μεμιγμένον ἰὸν θανάτου ἐν τῇ βρώσει αὐτοῦ, οὐ δύναται ἡδέως ταύτης μεταλαμβάνειν χωρὶς τῶν ἑταίρων αὐτοῦ. Λύκος θνησιμαίων γευόμενος ἐστὶν ὁ τὴν φιλίαν ἔχων διὰ τὴν ἰδίαν γαστέρα. Πόσον σου τὸ ἀκόρεστον, ᾧ ἄφρον, ὅτι ἐμπλῆσαι τὴν γαστέρα βούλει ἐκ τῆς τραπέζης τῶν ἀμελῶν, ἐξ ὧν ἡ ψυχὴ σου παντὸς πάθους πληροῦται. Αὗται αἱ παραφυλακαὶ αὐταρκοῦσι τοῖς δυναμένοις κατακρατῆσαι τῆς γαστρός.

Ὀσμὴ νηστευτοῦ ἡδυτάτη, καὶ ἡ ἀπάντησις αὐτοῦ εὐφραίνει καρδίας διακριτικῶν, τῷ δὲ γαστριμάργῳ ἐκ τῆς συναναστροφῆς αὐτοῦ ἐπιπεσεῖται φόβος καὶ μηχανᾶται μὴ συνεσθίειν αὐτῷ.

Προσφιλὴς τῷ Θεῷ ἡ διαγωγὴ τοῦ ἐγκρατοῦς, οὐ ἡ γειτνίασις βαρυτάτη τῷ φιλοκτήμονι. Λίαν ἐπαινεῖται παρὰ τοῦ Χριστοῦ ὁ σιγηλός, τοῖς δὲ αἰχμαλωτισθεῖσιν ὑπὸ τῶν δαιμόνων ἐν τε παιγνίοις καὶ μετεωρισμοῖς οὒχ ἠδυνθήσεται ὁ πλησιασμὸς αὐτοῦ. Τὶς οὐκ ἀγαπᾷ τὸν ταπεινόφρονα καὶ πρᾶον, ἀλλ’ ἢ ὑπερήφανοι καὶ κατάλαλοι οἱ ὄντες ξένοι τῆς αὐτοῦ ἐργασίας;

Διήγησις Άγίου τινὸς

Διηγήσατό μοι τὶς ἐξ ὧν ἐδοκίμασεν ὅτι· Ἐν αἷς ἡμέραις συναναστρέφομαι τισίν, ἐσθίω τρεῖς παξαμάτας ἢ τέσσαρας τῆς ἡμέρας, ἐὰν δὲ παραβιάσω ἐμαυτὸν εἰς τὴν προσευχήν, παῤῥησίαν ὁ νοῦς μοὺ οὐκ ἔχει πρὸς τὸν Θεόν, οὐδὲ δύναμαι πρὸς αὐτὸν ἀτενίσαι, ὅταν δὲ ἐμαυτὸν χωρίσω ἐκ τούτων εἰς τὴν ἡσυχίαν, τῇ μὲν πρώτη ἡμέρᾳ παραβιάζω ἐμαυτὸν ἐσθίειν ἕνα ἥμισυ, τῇ δὲ δευτέρᾳ ἕνα. Ὅταν δὲ παγιωθή ὁ νοῦς μου εἰς τὴν ἡσυχίαν, ἀγωνίζομαι φαγεῖν ἕνα ὁλόκληρον καὶ οὐ δύναμαι, ὁ δὲ νοῦς μου ἀκαταπαύστως μετὰ παῤῥησίας διαλέγεται πρὸς τὸν Θεόν, ἐμοῦ μὴ ἀναγκάζοντος, καὶ ἡ ἔλλαμψις αὐτοῦ ἀδιαλείπτως με καταυγάζει καὶ καθέλκει με ἰδεῖν καὶ εὐφρανθῆναι ἐν τῷ κάλλει του θείου φωτός. Ἐὰν δὲ συμβῇ ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐλθεῖν τίνα καὶ συνδιαλεχθήναί μοι, κἂν μίαν ὥραν, ἀδύνατον μοι τότε μὴ προσθεῖναι εἰς τὴν βρῶσιν, λείψαι δὲ ἐκ τοῦ κανόνος, χαυνωθῆναι τε τὸν νοῦν εἰς τὴν θεωρίαν τοῦ φωτὸς ἐκείνου.

Ἰδοὺ ὁρᾶτε, ἀδελφοὶ μού, τὶ καλὴ καὶ ὠφέλιμος ἡ ὑπομονὴ καὶ ἡ μόνωσις καὶ οἵαν δύναμιν παρέχει καὶ εὐκολίαν τοῖς ἀγωνισταῖς. Μακάριος ὁ διὰ τὸν Θεὸν ὑπομένων ἐν τῇ ἡσυχίᾳ καὶ ἐσθίων μόνος τὸν ἄρτον αὐτοῦ, ὅτι διαπαντὸς μετὰ τοῦ Θεοῦ διαλέγεται.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΜΔ’ - Περὶ τῶν αἰσθήσεων, ἐν ᾧ καὶ περὶ πειρασμῶν
Προηγούμενο: ΛΟΓΟΣ ΜΒ’ - Περὶ δυνάμεως καὶ ἐνεργείας τῶν κακιῶν τῆς ἁμαρτίας ὑπὸ τινῶν συνίστανται καὶ ὑπὸ τινῶν παύονται
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος