Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΕ’ - Περὶ τῆς εὐσπλαχνίας τοῦ Δεσπότου δι’ ἧς ἐκ τοῦ ὑοὺς τῆς μεγαλωσύνης αὐτοῦ πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων συγκατέβη. Καὶ περὶ πειρασμῶν
Προηγούμενο: ΛΟΓΟΣ ΜΓ’ - Περὶ φυλακῆς καὶ τηρήσεως τῆς ἐκ τῶν χαύνων καὶ ἀμελῶν καὶ ὅτι ἐκ τοῦ πλησιασμοῦ αὐτῶν βασιλεύει ἐπὶ τῷ ἀνθρώπῳ ἡ ἀμελείᾳ καὶ ἡ χαυνότης καὶ πληροῦται ἀπὸ παντὸς πάθους ἀκαθάρτου. Καὶ περὶ τοῦ φυλάξασθαι ἑαυτὸν ἀπὸ τῆς ἐγγύτητος τῶν νεωτέρων, ἵνα μὴ μολυνθῇ ὁ νοῦς ἐν τοῖς ἀκολάστοις λογισμοῖς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΔ’ - Περὶ τῶν αἰσθήσεων, ἐν ᾧ καὶ περὶ πειρασμῶν

Αἱ αἰσθήσεις αἱ σώφρονες καὶ συνηγμέναι εἰρήνην γεννῶσι τῇ ψυχῇ καὶ οὐκ ἐῶσιν αὐτὴν πεῖραν λαβεῖν τῶν πραγμάτων, ὅταν δὲ αἴσθησιν τῶν πραγμάτων οὐ λάβῃ, τότε γενήσεται νίκη δίχα ἀγῶνος. Εἰ μέντοι ἀμελήσει ὁ ἄνθρωπος καὶ τὰς προσβολὰς εἰσελθεῖν ἐν αὐτῷ παραχωρήσει, τότε ἀναγκάζεται πολεμῆσαι, ταράττεται δὲ ἡ πρώτη καθαρότης, ἥτις ἐστὶν ἁπλουστάτη καὶ ὁμαλή. Οἱ πλεῖστοι γὰρ τῶν ἀνθρώπων ἢ καὶ ὅλος ὁ κόσμος διὰ τὴν ἀμέλειαν ταύτην ἐξέρχονται ἐκ τῆς φυσικῆς καὶ καθαρᾶς καταστάσεως. Διὰ τοῦτο οἱ ἐν κόσμῳ καὶ τοῖς κοσμικοῖς συμφυρόμενοι οὐ δύνανται καθαρθῆναι τὴν διάνοιαν, διὰ τὴν πολλὴν τῆς κακίας ἐπίδοσιν. Ὀλίγοι δὲ εἰσὶν οἱ δυνάμενοι ὑποστρέψαι εἰς τὴν πρώτην καθαρότητα τῆς διανοίας. Διὰ τοῦτο χρὴ ἀσφαλῶς τηρεῖν ἕκαστον ἄνθρωπον τὰς αἰσθήσεις αὐτοῦ καὶ τὴν διάνοιαν ἐκ τῶν προσβολῶν ἀεί. Νήψεως γὰρ χρεία πολλῆς καὶ φυλακῆς καὶ τηρήσεως. Ἡ πολλὴ ἁπλότης πέφυκεν εὐπρεπής. Φόβου χρεία τῇ ἀνθρωπίνῃ φύσει ἵνα τοὺς ὄρους τῆς ὑπακοῆς τῆς πρὸς τὸν Θεὸν φυλάξῃ, ἡ δὲ ἀγάπη ἡ πρὸς τὸν Θεὸν κινεῖ πρὸς πόθον τῆς ἐργασίας τῶν ἀρετῶν καὶ Δί’ αὐτῆς ἁρπάζεται πρὸς ἀγαθοεργίαν. Ἡ πνευματικῇ γνῶσις δευτέρᾳ ἐστὶ τῇ φύσει τῆς ἐργασίας τῶν ἀρετῶν, προηγεῖται δὲ ἀμφοτέρων ὁ φόβος καὶ ἡ ἀγάπη, καὶ πάλιν προηγεῖται τῆς ἀγάπης ὁ φόβος. Πᾶς τὶς ἀναιδῶς λέγων, ὅτι δυνατὸν κτήσασθαι τὰς τελευταίας πρὸ τῆς τῶν πρώτων ἐργασίας, πρῶτον ἀνενδοιάστως θεμέλιον ἀπώλειας τῇ ἑαυτοῦ ψυχῇ τέθεικεν. Αὕτη γὰρ ἐστὶν ἡ ὁδὸς τοῦ Κυρίου, ὅτι αὗται ὓπ’ ἐκείνων γεννῶνται.

Μὴ ἀλλάξῃς τὴν ἀγάπην τοῦ ἀδελφοῦ σου αγάπη τινὸς τῶν πραγμάτων. Διότι τὸν τῶν πάντων τιμιώτερον λεληθότως ἔνδοθεν κέκτηται. Κατάλειψον τὰ μικρά, ἵνα εὕρῃς τὰ τίμια. Γενοῦ τεθνεὼς ἐν τῇ ζωὴ σου, καὶ ζήσῃ μετὰ θάνατον. Δίδου σεαυτὸν θανεῖν ἐν τοῖς ἀγωνίσμασι, καὶ μὴ ζῆν ἐν ἀμελείᾳ. Οὐ μόνον γὰρ οἱ διὰ τὴν εἰς Χριστὸν πίστιν δεξάμενοι τὸν θάνατον μάρτυρες εἰσίν, ἀλλὰ καὶ οἱ διὰ τὴν τῶν ἐντολῶν αὐτοῦ τήρησιν ἀποθνήσκοντες.

Μὴ γίνου ἄφρων ἐν τοῖς σοῖς αἰτήμασιν, ἵνα μὴ τὸν Θεὸν καθυβρίσῃς τῇ σμικρότητι τῆς σῆς γνώσεως. Γενοῦ σοφὸς ἐν ταῖς σαῖς προσευχαῖς, ἵνα τῶν ἔνδοξων καταξιωθῇς. Ζήτησον τὰ τίμια παρὰ τοῦ μὴ φθονοῦντος, ἵνα καὶ τὴν τιμὴν πάρ’ αὐτοῦ δέξῃ, διὰ τὸ σοφὸν σου θέλημα. Σοφίαν ᾐτήσατο ὁ Σολομῶν, καὶ σὺν αὐτῇ βασιλείαν γῆς ἐδέξατο, καθότι σοφῶς ᾐτήσατο, λέγω δὴ παρὰ τοῦ μεγάλου βασιλέως. Ἐλισσαιέ διπλῆν ᾐτήσατο τὴν χάριν τοῦ Πνεύματος, τὴν οὖσαν τῷ διδασκάλῳ αὐτοῦ, καὶ οὐδαμῶς τῆς αἰτήσεως ἀπέτυχεν ὁ γὰρ παρὰ βασιλέως ζητῶν τὰ εὐτελῆ, τούτου τὴν τιμὴν ἐξευτελίζει. Ὁ Ἰσραὴλ ᾐτήσατο τὰ εὐτελῆ, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἐδέξατο. Ἄφηκε γὰρ τοῦ θαυμάσαι ἐν τοῖς ἔργοις τοῦ Θεοῦ τὰ φοβερὰ θαυμάσια αὐτοῦ, καὶ ἐξῄτησε τὰς ἐπιθυμίας τῆς γαστρὸς αὐτοῦ. Ἔτι δὲ οὔσης τῆς βρώσεως ἐν τῷ στόματι αὐτῶν, καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς.

Πρόσφερε τῷ Θεῷ κατὰ τὴν δόξαν αὐτοῦ τὰς αἰτήσεις σου, ἵνα σου μεγαλυνθῇ πρὸς αὐτὸν ἡ ἀξία καὶ ἐπιχαρῇ σοι. Ὥσπερ γὰρ ἐὰν τὶς αἰτήσηται παρὰ τοῦ βασιλέως μέτρον κόπρου, οὐ μόνον αὐτὸς ἀτιμάζεται χάριν τῆς εὐτέλειας τῆς αἰτήσεως αὐτοῦ, καθότι πολλὴν ἀγνωμοσύνην ἐπεδείξατο, ἀλλ’ ὅτι καὶ ὕβριν τῷ βασιλεῖ χάριν τῆς αἰτήσεως αὐτοῦ ἐπέθηκεν, οὕτω καὶ ὁ τὰ γήινα ζητῶν ἐν ταῖς προσευχαῖς αὐτοῦ παρὰ Θεοῦ. Ἰδοὺ γὰρ ἄγγελος καὶ ἀρχάγγελοι, οἵτινες εἰσὶ τοῦ βασιλέως μεγιστᾶνες, εἰς σὲ ἀτενίζουσιν ἐν τῷ καιρῷ τῆς προσευχῆς σου, ὁποίαν αἴτησιν αὕτη παρὰ τῷ Δεσπότῃ αὐτῶν, καὶ ἐκπλήττονται καὶ ἀγάλλονται, ὅταν ἴδωσι τὸν γεώδη καταλείψαντα τὴν ἑαυτοῦ σάρκα καὶ τὰ οὐράνια αἰτοῦντα, ὥσπερ δὴ ἀνιῶνται αὖθις πρὸς τὸν ἐάσαντα τὰ οὐράνια καὶ αἰτοῦντα τὴν ἑαυτοῦ κόπρον.

Μὴ αἰτήσῃς παρὰ Θεοῦ πρᾶγμα, ὅπερ αὐτὸς ἄνευ αἰτήσεως ἡμῖν διδόναι προνοεῖται, καὶ οὐ μόνον τοῖς ἰδίοις καὶ προσφιλέσιν, ἀλλὰ καὶ τοῖς οὖσι ξένοις τῆς αὐτοῦ γνώσεως. Μὴ γίνεσθε γάρ, φησίν, ὡς τὰ ἔθνη, βαττολογοῦντες ἐν ταῖς προσευχαῖς. Ταῦτα γὰρ τὰ σωματικὰ τὰ ἔθνη ἐπιζητοῦσιν, ἔφη ὃ Κύριος, «ὑμεῖς δὲ μὴ μεριμνήσητε, τὶ φάγητε ἢ τὶ πίητε ἢ τὶ ἐνδύσησθε ὁ γὰρ Πατὴρ ὑμῶν οἶδεν, ὅτι χρείαν ἔχετε τούτων». Ὃ υἱὸς οὐκέτι αἰτεῖ παρὰ τοῦ πατρὸς αὐτοῦ ἄρτον, ἀλλὰ ζητεῖ τὰ μέγιστα καὶ τὰ ὑψηλὰ τῆς οἰκίας τοῦ πατρὸς αὐτοῦ. Διὰ γὰρ τὴν ἀσθένειαν τῆς διανοίας τῶν ἀνθρώπων ἐνετείλατο ὁ Κύριος αἰτεῖσθαι τὸν καθημερινὸν ἄρτον. Ὅρα γὰρ τὶ ἐντέταλται τοῖς τελείοις τὴν γνῶσιν καὶ ὑγιεινοῖς τὴν ψυχήν. «Μὴ μεριμνήσητε», γὰρ φησί, «περὶ βρώματος ἢ ἐνδύματος». Εἰ γὰρ τῶν ἀλόγων ζῴων καὶ τῶν πετεινῶν καὶ αὐτῶν δὴ τῶν ἀψύχων ἐπιμελεῖται, οὐ πολλῷ μᾶλλον ἡμῶν; Ἀλλὰ «ζητήσατε μᾶλλον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν».

Ἐὰν δεηθῇς τοῦ Θεοῦ περὶ πράγματος καὶ μακροθυμήσῃ σου μὴ ταχέως ἐπακοῦσαι σου, μὴ λυποῦ. Οὐ γὰρ εἰ σὺ τοῦ Θεοῦ σοφώτερος. Τοῦτο δὲ συμβαίνει σοι, ἢ διὰ τὸ ἀνάξιον σε ὄντα τυχεῖν τῆς αἰτήσεως ἢ διὰ τὸ μὴ εἶναι τὰς ὁδοὺς τῆς καρδίας σου ἐφάμιλλους τοῖς αἰτήμασί σου, ἀλλ’ ἐναντίας, ἡ διὰ τὸ μήπω ἐφθακέναι σε τὸ μέτρον τοῦ δέξασθαί σε τὸ χάρισμα, ὅπερ αἰτεῖς. Καθότι οὐ δεῖ ἡμᾶς εἰς μέτρα μεγάλα πρὸ καιροῦ ἐπιβάλλειν αὐτούς, ἵνα μὴ ἀχρειωθῇ τὸ χάρισμα τοῦ Θεοῦ ἐν τῇ ταχύτητι τῆς ὑποδοχῆς καὶ ἀπόλλυται. Ἕκαστον πρᾶγμα μετὰ πόνου καρδίας εὑρισκόμενον, μετὰ παραφυλακῆς καὶ φυλάττεται.

Διὰ Χριστὸν δίψησον, ἵνα σὲ μεθύσῃ τῆς ἀγάπης αὐτοῦ. Κάμμυσον τοὺς ὀφθαλμοὺς σου ἀπὸ τῶν τερπνῶν τοῦ βίου, ἵνα καταξιωθῇς παρὰ τοῦ Θεοῦ τοῦ βασιλεύειν ἐν τῇ σῇ καρδίᾳ τὴν αὐτοῦ εἰρήνην. Ἐγκρατεύου ἀπὸ τῶν πραγμάτων, ὧν τὰ σὰ ὄμματα θεωρεῖ, ἵνα τῆς πνευματικῆς χαρᾶς καταξιωθῇς. Ἐὰν μὴ ἀρέσωσι τῷ Θεῷ τὰ ἔργα σοῦ, μὴ ζητήσῃς πὰρ’ αὐτοῦ τὰ ἐπίδοξα, ἵνα μὴ γένη ὡς ἄνθρωπος πειράζων τὸν Θεόν. Κατὰ τὴν διαγωγὴν σου δέον εἶναι καὶ τὴν εὐχὴν σου.

Ἀδύνατον γὰρ τίνα συνδεδεμένον τοῖς γηίνοις ζητεῖν τὰ ἐπουράνια, ἀμήχανόν τε τὸν ἐν τοῖς κοσμικοῖς ἀσχολούμενον τὰ θεῖα αἰτήσασθαι. Διότι ἑκάστου ἀνθρώπου ἡ ἐπιθυμία ἐκ τῶν ἔργων αὐτοῦ δείκνυται, καὶ ἐν οἷς τισὶ πράγμασι δείκνυσι τὴν ἑαυτοῦ σπουδήν, ὑπὲρ αὐτῶν ἀγωνίζεται ἐν τῇ προσευχῇ. Ὁ τὰ μέγιστα θέλων, οὐκ ἐνασχολεῖται τοῖς εὐτελεστέροις.

Γενοῦ ἐλεύθερος, συνδεδεμένος ὧν τῷ σώματι, καὶ δεῖξον σου τῆς ὑπακοῆς τὴν ἐλευθερίαν διὰ τὸν Χριστόν. Γενοῦ δὲ καὶ νουνεχὴς ἐν τῇ σῇ πρᾳότητι, ἵνα μὴ κλαπῇς. Ἀγάπησον τὴν ταπείνωσιν ἐν πᾶσι τοῖς ἔργοις σου, ἵνα ῥυσθῇς τῶν ἀκαταλήπτων παγίδων, αἵτινες εὑρίσκονται ἀεὶ ἔξωθεν τῆς ὁδοῦ τῶν ταπεινοφρόνων. Μὴ ἀπαναίνου τὰς θλίψεις, διότι δι’ αὐτῶν εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας εἰσέρχῃ. Καὶ μὴ φοβηθῇς τοὺς πειρασμούς, διότι ἐν αὐτοῖς εὑρίσκεις τὰ τίμια. Πρόσευξαι τοῦ μὴ εἰσελθεῖν εἰς τοὺς ψυχικοὺς πειρασμούς, πρὸς δὲ τοὺς σωματικοὺς εὐτρεπίζου ἐξ ὅλης τῆς ἰσχύος σου. Ἕκτος γὰρ τούτων οὐ δύνασαι προσπελάσαι τῷ Θεῷ. Διότι ἔνδοθεν αὐτῶν ἀπόκειται ἡ θεῖα ἀνάπαυσις. Ὃ φεύγων τοὺς πειρασμούς, φεύγει τὴν ἀρετήν. Πειρασμὸν δὲ λέγω οὐ τῶν ἐπιθυμιῶν, ἀλλὰ τῶν θλίψεων.

Ἐρώτησις.

Καὶ πῶς ὁμοφωνήσει τό, «εὔξασθε μὴ εἰσελθεῖν εἰς πειρασμόν», καὶ τό, «ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης»; Καὶ πάλιν, «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα», καὶ «ο ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν»; Πῶς οὖν πανταχοῦ προτρέπεται ἡμᾶς ὁ Κύριος πρὸς τοὺς πειρασμούς, ἐνταῦθα δὲ προσέταξεν «εὔξασθε μὴ εἰσελθεῖν εἰς αὐτούς»; Ποίᾳ γὰρ ἀρετὴ γίνεται ἄνευ θλίψεως καὶ πειρασμοῦ; ἢ ποῖος πειρασμὸς μείζων τοῦ ἀπολέσαι τινὰ ἑαυτόν, εἰς ὃν εἰσελθεῖν ἡμᾶς ἕνεκεν αὐτοῦ διεκελεύσατο; «Ὅστις, γὰρ φησί, μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῇ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος». Πῶς οὖν ἐν πάσῃ τῇ διδασκαλίᾳ αὐτοῦ προστάξας εἰσελθεῖν εἰς τοὺς πειρασμούς, ἐνταῦθα μὴ εἰσελθεῖν προσεύξασθαι ἐνετείλατο; «Διὰ πολλῶν, γὰρ φησί, θλίψεων δεῖ ὑμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ «ἐν τῷ κοσμῶ θλῖψιν ἕξετε», καὶ «ἐν τῇ τούτων ὑπομονῇ κτήσασθε τὰς ψυχὰς ὑμῶν».

ᾯ τῆς λεπτότητος τῆς ὁδοῦ τῶν σῶν διδαγμάτων, Κύριε, ἧς ἔξωθεν πάντοτε καθέστηκεν ὁ μὴ συνετῶς καὶ μετὰ γνώσεως ἀναγινώσκων. Ἡνίκα ἐπεθύμησαν οἱ υἱοὶ τοῦ Ζεβεδαίου καὶ ἡ μήτηρ αὐτῶν τῆς μετὰ σου καθέδρας εἰς τὴν βασιλείαν, ταῦτα εἶπες αὐτοῖς «δύνασθε πιεῖν τὸ ποτήριον τῶν πειρασμῶν, ὁ ἐγὼ μέλλω πίνειν καὶ τὸ βάπτισμα, ὁ ἐγὼ βαπτίζομαι βαπτισθῆναι»; Καὶ πῶς ἐνταῦθα, ᾧ Δέσποτα, ἐπιτρέπεις ἡμῖν εὔξασθαι τοῦ μὴ εἰσελθεῖν εἰς πειρασμόν; Περὶ ποίων πειρασμῶν κελεύειν ἡμῖν εὔξασθαι τοῦ μὴ εἰσελθεῖν;

Απόκρισις.

Εὖξαι, φησί, τοῦ μὴ εἰσελθεῖν πρὸς τοὺς εἰς τὴν πίστιν πειρασμούς. Εὖξαι τοῦ μὴ εἰσελθεῖν πρὸς τοὺς ἐν τῇ οἰήσει τοῦ νοὸς σοῦ πειρασμοὺς μετὰ τοῦ δαίμονος τῆς βλασφημίας καὶ τῆς ὑπερηφανίας. Εὖξαι μὴ εἰσελθεῖν κατὰ παραχώρησιν Θεοῦ εἰς πειρασμὸν φανερὸν τοῦ διαβόλου, διὰ τὰς κακὰς ἐνθυμήσεις, ἃς ἐνεθυμήθης ἐν τῇ διανοίᾳ σου, δι’ ἃς καὶ παρεχωρήθης. Εὖξαι, μὴ ἀποστῆναι ἀπὸ σοῦ τὸν ἄγγελον τῆς σωφροσύνης σου, ἵνα μὴ ἐμπύρῳ πολέμῳ πολεμηθῇς τῆς ἁμαρτίας καὶ χωρισθῇς ἄπ’ αὐτοῦ. Εὖξαι, μὴ εἰσελθεῖν εἰς πειρασμὸν ἐρεθισμοῦ τίνος κατὰ τίνος ἢ εἰς πειρασμὸν διψυχίας καὶ δισταγμοῦ, ἐξ ὧν ἡ ψυχὴ εἰς μέγαν ἀγῶνα ἐκβιάζεται.

Τοὺς μέντοι πειρασμοὺς τοῦ σώματος ὁλοψύχως ὑποδέξασθαι εὐτρεπίζου καὶ ἐν πᾶσι τοῖς μέλεσί σου διάπλευσον ἐν αὐτοῖς καὶ τοὺς ὀφθαλμοὺς σου δακρύων πλήρωσον, ἵνα μὴ ἀποστῇ ὁ φυλάσσων σε ἀπὸ σοῦ. Ἕκτος γὰρ πειρασμῶν ἡ πρόνοια τοῦ Θεοῦ οὒχ ὁρᾶται καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν ἀδύνατον κτήσασθαι καὶ τὴν σοφίαν τοῦ Πνεύματος ἀδύνατον μαθεῖν καὶ τὸν θεῖον πόθον ἐν τῇ ψυχῇ σου βεβαιωθῆναι ἀνένδεκτον. Πρὸ γὰρ τῶν πειρασμῶν, ὥσπερ τὶς ξένος ὁ ἄνθρωπος εὔχεται τῷ Θεῷ, ἐπὰν δὲ εἰσέλθῃ εἰς πειρασμοὺς διὰ τὴν ἀγάπην αὐτοῦ καὶ μὴ δέξηται ἀλλοίωσιν, τηνικαῦτα, καθάπερ τὶς ὑπόχρεων ἔχων τὸν Θεὸν καὶ ὡς γνήσιος φίλος λογίζεται παρὰ τῷ Θεῷ. Διότι ἕνεκεν τοῦ θελήματος αὐτοῦ ἐπολέμησε τὸν ἐχθρὸν αὐτοῦ καὶ ἐνίκησεν αὐτόν. Τοῦτο ἐστὶ το, «εὔξασθε μὴ εἰσελθεῖν εἰς πειρασμόν». Καὶ πάλιν εὖξαι, τοῦ μὴ εἰσελθεῖν εἰς τὸν πειρασμὸν τὸν φοβερὸν τοῦ διαβόλου, διὰ τὴν ἀλαζονείαν σου, ἀλλὰ διὰ τὸ ἀγαπᾶν σε τὸν Θεόν, ἵνα ἡ δύναμις αὐτοῦ συνεργήσῃ σοι καὶ ἐν σοὶ νικήσῃ τοὺς ἐχθροὺς αὐτοῦ. Εὖξαι, τοῦ μὴ εἰσελθεῖν εἰς τοὺς πειρασμοὺς τούτους, διὰ τὴν κακίαν τῶν λογισμῶν σοῦ καὶ τῶν πράξεων, ἀλλ’ ἵνα δοκιμασθῇ σου ἡ πρὸς τὸ Θεὸν ἀγάπη καὶ δοξασθῇ ἡ δύναμις αὐτοῦ ἐν τῇ ὑπομονῇ σοῦ.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΜΕ’ - Περὶ τῆς εὐσπλαχνίας τοῦ Δεσπότου δι’ ἧς ἐκ τοῦ ὑοὺς τῆς μεγαλωσύνης αὐτοῦ πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων συγκατέβη. Καὶ περὶ πειρασμῶν
Προηγούμενο: ΛΟΓΟΣ ΜΓ’ - Περὶ φυλακῆς καὶ τηρήσεως τῆς ἐκ τῶν χαύνων καὶ ἀμελῶν καὶ ὅτι ἐκ τοῦ πλησιασμοῦ αὐτῶν βασιλεύει ἐπὶ τῷ ἀνθρώπῳ ἡ ἀμελείᾳ καὶ ἡ χαυνότης καὶ πληροῦται ἀπὸ παντὸς πάθους ἀκαθάρτου. Καὶ περὶ τοῦ φυλάξασθαι ἑαυτὸν ἀπὸ τῆς ἐγγύτητος τῶν νεωτέρων, ἵνα μὴ μολυνθῇ ὁ νοῦς ἐν τοῖς ἀκολάστοις λογισμοῖς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος