Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΣΤ’ - Περὶ τῶν εἰδῶν τῶν διαφόρων πειρασμῶν καὶ πόσην ἔχουσιν ἡδύτητα οἱ πειρασμοί, οἱ ὑπὲρ τῆς ἀληθείας γινόμενοι καὶ ὑπομενόμενοι. Καὶ βαθμοὶ καὶ τάξεις, ἐν αἷς ὁ ἄνθρωπος ὁ συνετὸς πορεύεται
Προηγούμενο: ΛΟΓΟΣ ΜΔ’ - Περὶ τῶν αἰσθήσεων, ἐν ᾧ καὶ περὶ πειρασμῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΕ’ - Περὶ τῆς εὐσπλαχνίας τοῦ Δεσπότου δι’ ἧς ἐκ τοῦ ὑοὺς τῆς μεγαλωσύνης αὐτοῦ πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων συγκατέβη. Καὶ περὶ πειρασμῶν

Καὶ πάλιν ὁ Κύριος ἡμῶν κατὰ τὸν τρόπον τοῦ ἐλέους αὐτοῦ πρόνοιαν ποιησάμενος καὶ κατὰ τὸ μέτρον τῆς χάριτος αὐτοῦ, ἐὰν συνετῶς πρόσχῃς, καὶ περὶ τῶν σωματικῶν πειρασμῶν προσέταξε προσεύξασθαι. Ἰδὼν γὰρ τὴν φύσιν ἡμῶν ἀσθενῆ οὖσαν, διὰ τὸ γεῶδες καὶ σαθρὸν τοῦ σώματος, καὶ μὴ δυναμένην ἀντιστῆναι τοῖς πειρασμοῖς, ὅταν ἐν μέσῳ αὐτῶν γένηται, καὶ διὰ τοῦτο ἐκπίπτουσαν τῆς ἀληθείας, καὶ νῶτα προσέχουσαν καὶ νικωμένην ὑπὸ τῶν θλίψεων, προσέταξε προσεύξασθαι μὴ ἐμπεσεῖν ἐξαίφνης εἰς τοὺς πειρασμούς, εἰ δυνατὸν ἐστὶν ἄνευ αὐτῶν εὐαρεστεῖν τῷ Θεῷ. Ἐὰν μέντοι αἰφνιδίως ἕνεκα μεγίστης ἀρετῆς εἰς φοβεροὺς πειρασμοὺς ἐμπέσῃ ὁ ἄνθρωπος καὶ μὴ ὑπομείνῃ, οὐδὲ τελειῶσαι τὴν ἀρετὴν ἐν τῷ καιρῷ ἐκείνῳ δύναται.

Οὐ χρὴ ἡμᾶς πρόσωπον λαμβάνειν, οὔτε ἡμῶν αὐτῶν οὔτε ἄλλων, οὐδὲ χάριν φόβου καταλιπεῖν τὸ εὐγενὲς καὶ τίμιον πρᾶγμα, ἐν ᾧ ἡ ζωὴ τῆς ψυχῆς ταμιεύεται, καὶ προφάσεις φέρειν καὶ δόγματα τῆς χαυνότητος. Οἷον, «εὔξασθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν». Περὶ τῶν τοιούτων γὰρ εἴρηται, ὅτι διὰ τῆς ἐντολῆς κρυπτῶς ἁμαρτάνουσιν.

Ἐὰν οὖν συμβῇ ἀνθρώπῳ καὶ ἐπέλθῃ αὐτῷ πειρασμὸς καὶ ἀναγκασθῇ καταλῦσαι μίαν τῶν ἐντολῶν μου τούτων, ἤγουν καταλείψαι τὴν σωφροσύνην ἢ τὴν μοναχικὴν πολιτείαν ἢ ἀρνήσασθαι τὴν πίστιν ἢ μὴ ἀγωνίσασθαι διὰ Χριστὸν ἢ καταργῆσαι μίαν τῶν ἐντολῶν, οὗτος, ἐὰν δειλιάσῃ καὶ μὴ ἀντιστῇ γενναίως πρὸς τοὺς πειρασμούς, ἐκπεσεῖται τῆς ἀληθείας.

Λοιπὸν πάσῃ δυνάμει περιφρονήσωμεν τοῦ σώματος καὶ παραδῶμεν τῷ Θεῷ τὴν ψυχὴν καὶ εἰσέλθωμεν ἐν ὀνόματι Κυρίου εἰς τὸν ἀγῶνα τῶν πειρασμῶν.

Καὶ ὁ διασώσας τὸν Ἰωσὴφ ἐν γῇ Αἰγύπτου καὶ ἀναδείξας αὐτὸν εἰκόνα καὶ τύπον τῆς σωφροσύνης, καὶ ὁ τὸν Δανιὴλ ἀλώβητον φυλάξας ἐν τῷ λάκκῳ τῶν λεόντων, καὶ τοὺς τρεῖς νεανίας ἐν τῇ καμίνῳ τοῦ πυρός, καὶ τὸν Ἰερεμίαν ἐκ τοῦ λάκκου τῶν βορβόρων καὶ ὁ ῥυσάμενος αὐτὸν καὶ χαρισάμενος αὐτῷ ἔλεος ἐν μέσῳ τοῦ στρατοπέδου τῶν Χαλδαίων, καὶ ἐξαγαγὼν τὸν Πέτρον ἐκ τοῦ δεσμωτηρίου κεκλεισμένων τῶν θυρῶν καὶ τὸν Παῦλον διασώσας ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων καί, ἁπλῶς εἰπεῖν, ὁ πάντοτε ἐν παντὶ τόπῳ καὶ χώρῳ συνὼν τοῖς δούλοις αὐτοῦ καὶ δεικνύων αὐτοῦ τὴν δύναμιν καὶ νίκην ἐν αὐτοῖς καὶ διατηρῶν αὐτοὺς ἐν πολλοῖς τεραστίοις καὶ ἐμφανίζων αὐτῶν τὸ σωτήριον αὐτοῦ ἐν πάσαις ταῖς θλίψεσιν αὐτῶν, αὐτὸς καὶ ἡμᾶς ἐνισχύσοι καὶ διασώσοι ἐν μέσῳ τῶν κυμάτων τῶν περικυκλούντων ἡμᾶς. Ἀμήν.

Ἔστω οὖν ἡμῖν ζῆλος ἐν ταῖς ψυχαῖς ἡμῶν κατὰ τοῦ διαβόλου, καὶ τῶν αὐτοῦ ταξεωτῶν, οἷον εἶχον οἱ Μακκαβαίοι καὶ οἱ ἅγιοι προφῆται, καὶ οἱ Ἀπόστολοι καὶ μάρτυρες καὶ ὅσιοι καὶ δίκαιοι, οἵτινες συνεστήσαντο τοὺς θείους νόμους καὶ τὰς ἐντολὰς τοῦ Πνεύματος ἐν χώραις φοβεραῖς καὶ πειρασμοῖς χαλεπωτάτοις καὶ ἀπέῤῥιψαν τὸν κόσμον καὶ τὸ σῶμα ὀπίσω αὐτῶν καὶ ὑπέμειναν ἐν τῇ δικαιοσύνῃ αὐτῶν, μὴ ἡττηθέντες ὑπὸ τῶν κινδύνων τῶν κυκλωσάντων σὺν ταῖς ψυχαῖς αὐτῶν καὶ τὰ σώματα, ἀλλὰ νικήσαντες ἀνδρείως. Ὧν τὰ ὀνόματα γέγραπται ἐν βίβλῳ ζωῆς μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ, καὶ ἡ διδαχὴ αὐτῶν τετήρηται διὰ προσταγῆς Θεοῦ πρὸς ἡμετέραν διδασκαλίαν καὶ ἀνάῤῥωσιν, ὡς μαρτυρεῖ ὁ μακάριος Ἀπόστολος, ἵνα σοφοὶ γενώμεθα καὶ μάθωμεν τὰς ὁδοὺς τοῦ Θεοῦ, καὶ ὕπ’ ὄψιν ἔχωμεν τὰ διηγήματα καὶ τοὺς βίους αὐτῶν, ὡς ἐμψύχους καὶ ζώσας εἰκόνας, καὶ λάβωμεν ἐξ αὐτῶν τύπον καὶ δράμωμεν ἐν τῷ δρόμῳ αὐτῶν καὶ ὁμοιωθῶμεν αὐτοῖς.

Ὡς ἡδέα τὰ θεῖα λόγια τῇ συνετωτάτῃ ψυχῇ, ὥσπερ τροφὴ θάλπουσα τὸ σῶμα, ἐπιθυμητὰ δὲ τὰ διηγήματα τῶν δικαίων ἐν τοῖς ὠσὶ τῶν πατέρων, ὡς διηνεκὴς ἀρδεία τῷ νεωστὶ πεφυτευμένῳ φυτῷ.

Ἔχε οὖν, ἀγαπητέ, κατὰ νοῦν τὴν πρόνοιαν τοῦ Θεοῦ, ἦν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν προνοεῖται, ὥσπερ τὶ καλὸν φάρμακον ἀσθενέσιν ὄμμασι, καὶ κάτεχε παρὰ σεαυτῷ τούτου τὴν μνήμην ἐν πάσῃ ὥρᾳ, καὶ διαλογίζου καὶ φρόντισον καὶ παιδεύθητι ἐν αὐτοῖς, ἵνα μάθης λαβεῖν μνήμην ἐν τῇ σῇ ψυχῇ τῆς μεγαλωσύνης τῆς τιμῆς τοῦ Θεοῦ καὶ εὕρῃς τῇ σῇ ψυχῇ ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, τῷ γενομένῳ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, ὡς ἐξ ἀμφοτέρων ἡνωμένῳ, οὐ τῇ δόξῃ τῇ περικυκλούσῃ τὸν θρόνον αὐτοῦ τῆς τιμῆς αἱ τῶν ἀγγέλων τάξεις προσπελάσαι οὐ δύναται, δι’ ἡμᾶς δὲ φανέντι ἐν κόσμῳ ἐν εὐτελεῖ καὶ ταπεινῷ προσχήματι καθὼς φησὶν ὁ Ἠσαΐας «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος». Ἐκεῖνος ὁ πάσῃ τῇ κτιστῇ φύσει ἀόρατος καὶ σῶμα ἐνδυσάμενος καὶ τελειώσας τὴν οἰκονομίαν εἰς σωτηρίαν καὶ ζωὴν πάντων τῶν καθαρισθέντων δι’ αὐτοῦ ἐθνῶν.

ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΜΣΤ’ - Περὶ τῶν εἰδῶν τῶν διαφόρων πειρασμῶν καὶ πόσην ἔχουσιν ἡδύτητα οἱ πειρασμοί, οἱ ὑπὲρ τῆς ἀληθείας γινόμενοι καὶ ὑπομενόμενοι. Καὶ βαθμοὶ καὶ τάξεις, ἐν αἷς ὁ ἄνθρωπος ὁ συνετὸς πορεύεται
Προηγούμενο: ΛΟΓΟΣ ΜΔ’ - Περὶ τῶν αἰσθήσεων, ἐν ᾧ καὶ περὶ πειρασμῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος