Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΖ’ - Περὶ τοῦ ὅτι τὸ σῶμα φοβούμενον τοὺς πειρασμοὺς γίνεται φίλος τῆς ἁμαρτίας
Προηγούμενο: ΛΟΓΟΣ ΜΕ’ - Περὶ τῆς εὐσπλαχνίας τοῦ Δεσπότου δι’ ἧς ἐκ τοῦ ὑοὺς τῆς μεγαλωσύνης αὐτοῦ πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων συγκατέβη. Καὶ περὶ πειρασμῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΣΤ’ - Περὶ τῶν εἰδῶν τῶν διαφόρων πειρασμῶν καὶ πόσην ἔχουσιν ἡδύτητα οἱ πειρασμοί, οἱ ὑπὲρ τῆς ἀληθείας γινόμενοι καὶ ὑπομενόμενοι. Καὶ βαθμοὶ καὶ τάξεις, ἐν αἷς ὁ ἄνθρωπος ὁ συνετὸς πορεύεται

Αἱ ἀρεταὶ ἀλλήλας διαδέχονται, διὰ τὸ μὴ γίνεσθαι τὴν ὁδὸν τῆς ἀρετῆς ἐπαχθῇ καὶ βαρεῖαν καὶ διὰ τὸ κατὰ τάξιν αὐτὰς κατορθοῦσθαι καὶ οὕτω προσφιλῆ ἔσεσθαι τὰ δυσχερῆ τὰ ὑπὲρ τοῦ ἀγαθοῦ, ὡς τὰ ἀγαθά. Οὐδεὶς γὰρ δύναται κτήσασθαι τὴν ἀκτημοσύνην ἐν ἀληθείᾳ, εἰ μὴ πείσῃ ἑαυτὸν καὶ ἑτοιμάσῃ ἑαυτὸν ὑπομεῖναι τοὺς πειρασμοὺς μετὰ χαρᾶς. Καὶ οὐδεὶς δύναται ὑπομεῖναι τοὺς πειρασμούς, εἰ μὴ ὁ πιστεύσας, ὅτι ἐστὶ τὶ ὑπερέχον τὴν σωματικὴν ἀνάπαυσιν, ἀντὶ τῶν θλίψεων, οὐ ἡ μετοχὴ γενέσθαι παρεσκεύασεν ἑαυτὸν ὑποδέξασθαι.

Πᾶς οὖν ὁ τῇ ἀκτημοσύνη ἑαυτὸν ἑτοιμάσας, πρῶτον μὲν ἡ ἀγάπη τῶν θλίψεων κινεῖται ἐν αὐτῷ, καὶ τότε ἐπέρχεται αὐτῷ λογισμὸς τοῦ ἀκτημονεῖν τῶν τοῦ κόσμου τούτου. Καὶ πᾶς ὁ ἐγγίζων τῇ θλίψει, πρῶτον μὲν διὰ πίστεως στερεοῦται, καὶ τότε προσεγγίζει ταῖς θλίψεσιν. Ὅστις στέρηση ἑαυτὸν τῆς ἐνεργείας τῶν αἰσθήσεων, ὁράσεως λέγω καὶ ἀκοῆς, διπλῆν θλῖψιν προὐξένησεν ἑαυτῷ καὶ διπλασίως ταλαιπωρήσει καὶ θλιβήσεται. Μᾶλλον δέ, τὶ ὄφελος στερηθῆναι τῶν αἰσθητῶν πραγμάτων καὶ διὰ τῶν αἰσθήσεων ἐνηδύνεσθαι ἐν αὐτοῖς; Τὸ αὐτὸ γὰρ πάσχει ἐκ τῶν ἐν αὐτοῖς παθῶν, ὅπερ ἔπασχε πρώην πρακτικῶς διότι ἡ μνήμη τῆς συνηθείας αὐτῶν οὐκ ἀφίσταται τῆς διανοίας αὐτοῦ. Εἰ γὰρ αἳ φαντασίαι αὐτῶν νοητῶς γινόμεναι ὀδύνην τῷ ἀνθρώπῳ παρέχουσιν ἄνευ τῶν πραγμάτων αὐτῶν, τὶ ἔχομεν εἰπεῖν περὶ τῆς συνυπάρξεως τῆς ἐγγιζούσης;

Λοιπὸν καλὴ ἡ ἀναχώρησις, λίαν γὰρ συνεργεῖ. Τοὺς γὰρ λογισμοὺς γενναίως καταπραΰνει καὶ δύναμιν ἐν τῇ διατριβῇ ἐντίθησι καὶ ὑπομονὴν καὶ μεγάλην διδάσκει τὸν ἄνθρωπον τῶν ἐπερχομένων αὐτῷ ἀναγκαίως θλίψεων.

Μὴ ζητήσῃς λαβεῖν βουλὴν παρὰ τίνος, μὴ ὄντος ἐν τῇ διαγωγῇ σου, κἂν λίαν σοφὸς ὑπάρχῃ. Ἀνάθου δὲ μᾶλλον τὸν λογισμὸν σου ἰδιώτῃ ἐν πείρᾳ γεγονότι τῶν πραγμάτων, ᾗπερ φιλοσόφῳ λογίῳ ὁμιλοῦντι ἐκ τῆς ἐξετάσεως, ἄνευ τῆς πείρας τῶν πραγμάτων.

Τὶ δὲ ἐστὶ πεῖρα; Ἡ πείρᾳ ἐστίν, οὐχὶ τὸ εἰσελθεῖν τίνα καὶ κατασκοπεῦσαι τίνα τῶν πραγμάτων, μήπω λαβόντα τὴν γνῶσιν αὐτῶν εἰς ἑαυτόν, ἀλλὰ τὸ αἰσθηθήναι τῆς πείρας τῆς ὠφελείας αὐτῶν καὶ τῆς ζημίας ἐνεργῶς διὰ τὸ χρονίσαι ἐν αὐτοῖς. Καὶ γὰρ πολλάκις φαίνεται πρᾶγμα ζημίαν ἔχον, ἔνδον δὲ αὐτοῦ εὑρίσκεται πασὰ πραγματεία γέμουσα ὠφελείας. Τὸν αὐτὸν δὲ τρόπον νοεῖ καὶ ἐν τῷ ἐναντίῳ τοῦτον τουτέστι, πολλάκις φαίνεται πρᾶγμα ὠφέλειαν ἔχον, ἔσωθεν δὲ ἐστὶ μεμεστωμένον ζημίας. Διὸ καὶ πολλοὶ τῶν ἀνθρώπων πάλιν ἐκ τῶν φαινομένων ἐπικερδῶν πραγμάτων ζημίαν εὑρίσκουσι. Καὶ οὐδὲ ἐκ τούτων ἡ μαρτυρία τῆς γνώσεως ἀληθινὴ ἐστίν.

Ἐκείνῳ οὖν συμβούλῳ χρῆσαι, τῷ ἐπισταμένῳ δοκιμάσαι ἐν ὑπομονῇ τὰ πράγματα τῆς διακρίσεως. Διὰ τοῦτο οὐχὶ ἕκαστος ἐστὶν ἀξιόπιστος τοῦ δοῦναι βουλήν, εἰ μὴ ὅστις πρῶτος καλῶς τὴν ἐλευθερίαν αὐτοῦ ἐκυβέρνησε καὶ οὐ φοβεῖται κατηγορίας καὶ συκοφαντίας.

Ὅταν γὰρ εὕρῃς εἰρήνην ἐν τῇ ὁδῷ σου ἀναλλοίωτον, τότε φοβήθητι. Διότι μακρὰν ἀπέχεις ἐκ τῆς εὐθείας τρίβου τῆς πατουμένης ὑπὸ τῶν μοχθηρῶν ποδῶν τῶν ἁγίων. Ὅσον γὰρ διαβαίνεις ἐν τῇ ὁδῷ τῆς πόλεως τῆς βασιλείας καὶ τῇ τοῦ Θεοῦ πόλει πλησιάζεις, τοῦτο ἔστω σοι τὸ σημεῖον ἡ ἰσχὺς τῶν πειρασμῶν ἀπαντᾷ σοι. Καὶ ὅσον πλησιάζεις καὶ προκόπτεις, τοσοῦτον οἱ πειρασμοὶ πληθύνονται κατὰ σου. Ὅταν οὖν αἴσθῃ ἐν τῇ ψυχῇ σου διαφόρους καὶ ἰσχυροτέρους πειρασμοὺς ἐν τῇ ὁδῷ σου, γνῶθι ὅτι ἐν τοῖς καιροῖς ἐκείνοις ὄντως ἐδέξατο ἡ ψυχὴ σου βαθμὸν ἐν τῷ κρυπτῷ ἄλλον ὑψηλὸν καὶ προσετέθη αὕτη χάρις ἐν τῇ καταστάσει, ἐν ᾗ ἵστατο ἐν αὕτη.

Κατὰ γὰρ τὸ μέτρον τῆς χάριτος, κατὰ τοσοῦτον εἰς τὴν θλῖψιν τῶν πειρασμῶν εἰσφέρει ὁ Θεὸς τὴν ψυχήν. Οὐχὶ εἰς τοὺς πειρασμοὺς τοὺς κοσμικούς, οἵτινες γίνονται τισὶ διὰ τὸ χαλινῶσαι τὴν κακίαν καὶ τὰ φανερὰ πράγματα, μηδὲ σώματικάς ταραχὰς νόει τούτους, ἀλλὰ πειρασμοὺς ἁρμόζοντας μοναχοῖς ἐν τῇ ἡσυχίᾳ αὐτῶν, οὕσπερ ὕστερον μέλλομεν διαιρεῖν. Ἐὰν δὲ ἔχῃ ἡ ψυχὴ ἀσθένειαν καὶ οὒχ ἱκανοὶ πρὸς τοὺς πειρασμοὺς τοὺς μεγάλους καὶ αἰτῆσαι μὴ εἰσελθεῖν εἰς αὐτοὺς καὶ εἰσακούσῃ αὐτῆς ὁ Θεός, γνῶθι σαφῶς, ὅτι καθ ὅσον ἀνίκανοι πρὸς τοὺς μεγάλους πειρασμούς, κατὰ τοσοῦτον καὶ πρὸς τὰ μεγάλα χαρίσματα. Οὐ δίδωσι γὰρ ὁ Θεὸς χάρισμα μέγα, χωρὶς μεγάλου πειρασμοῦ. Κατὰ γὰρ τοὺς πειρασμοὺς καὶ τὰ χαρίσματα ὡρίσθησαν ὑπὸ τοῦ Θεοῦ, κατὰ τὴν σοφίαν αὐτοῦ, ἦν οὐ καταλαμβάνουσι οἱ δημιουργηθέντες ὕπ’ αὐτοῦ. Λοιπὸν ἐκ τῶν δυσχερῶν θλίψεων τῶν συμβαινουσῶν σοι ὑπὸ τῆς προνοίας τοῦ Θεοῦ, καταλαμβάνεις πόσην ἐδέξατο ἡ ψυχὴ σου ἐκ τῆς μεγαλωσύνης αὐτοῦ τιμήν. Κατὰ γὰρ τὴν λύπην, καὶ ἡ παράκλησις.

Ἐρώτησις.

Τὶ οὖν λοιπόν; Πρῶτον ὁ πειρασμός, καὶ τότε τὸ χάρισμα; Ἢ τὸ χάρισμα πρῶτον, καὶ οὕτως ὀπίσω αὐτοῦ ὁ πειρασμός;

Ἀπόκρισις.

Οὐκ ἔρχεται ὁ πειρασμός, εἰ μὴ πρῶτον δέξεται ἡ ψυχὴ ἐν τῷ κρυπτῷ μέγεθος ὑπὲρ τὸ μέτρον αὐτῆς, καὶ τὸ πνεῦμα τῆς χάριτος, ὅπερ ἐδέξατο πρῶτον. Καὶ μαρτυρεῖ περὶ τούτου ὁ πειρασμὸς τοῦ Κυρίου, ὁμοίως καὶ οἱ πειρασμοὶ τῶν Ἀποστόλων. Οὐ γὰρ παρεχωρήθησαν εἰσελθεῖν εἰς πειρασμούς, ἕως ἂν ἐδέξαντο τὸν Παράκλητον. Οἱ γὰρ κοινωνοῦντες τοῖς ἀγαθοῖς, ἁρμόζει αὐτοῖς ὑπομεῖναι τοὺς πειρασμοὺς αὐτῶν ὅτι μετὰ τοῦ ἀγαθοῦ ἡ θλῖψις αὐτῶν. Οὕτω γὰρ ἤρεσε τῷ σοφῷ Θεῷ ἐν πᾶσι ποιεῖν. Καὶ εἰ τοῦτο οὕτω, τουτέστιν ἡ χάρις πρὸ τοῦ πειρασμοῦ, ἀλλ’ ὅμως πάντως προηγήσατο ἡ αἴσθησις τῶν πειρασμῶν τῆς αἰσθήσεως τῆς χάριτος, διὰ τὴν δοκιμὴν τῆς ἐλευθερίας. Οὐδέποτε γὰρ ἡ χάρις προλαμβάνει εἰς τίνα, πρὸ τοῦ γεύσασθαι τῶν πειρασμῶν. Προηγεῖται μὲν οὖν ἡ χάρις ἐν τῷ νοΐ, ἐν δὲ τῇ αἰσθήσει βραδύνει.

Λοιπὸν πρέπει ἡμᾶς ἐν τοῖς καιροῖς τούτων τῶν πειρασμῶν ἔχειν δύο τινὰ ἐναντία ἀλλήλοις καὶ κατὰ μηδὲν ὁμοιοῦντα. Ταῦτα δὲ εἰσὶ χαρὰ καὶ φόβος. Χαρὰ μέν, ὅτι ἐν τῇ ὁδῷ τῇ πατηθείση ὑπὸ τῶν ἁγίων, μᾶλλον δὲ ὑπὸ τοῦ ζωοποιοῦντος τὰ πάντα, εὑρέθης βαδίζων. Καὶ τοῦτο δῆλον ἐκ τῆς διαγνώσεως τῶν πειρασμῶν. Τὸν φόβον δὲ ὀφείλομεν ἔχειν, ὅτι μήπως ἐκ τῆς αἴτιας τῆς ὑπερηφανίας πειραζόμεθα ἐν τούτοις. Ὅμως σοφίζονται ὑπὸ τῆς χάριτος οἱ ταπεινόφρονες τοῦ δύνασθαι ταῦτα πάντα διακρῖναι καὶ γνῶναι τὶς ἐστὶν ὁ πειρασμὸς ὁ ἐκ τοῦ καρποῦ τῆς ὑπερηφανίας, καὶ τὶς ὁ ἐκ τῶν ῥαπισμάτων τῶν τυπτομένων ἐκ τῆς ἀγάπης διακέκρινται γὰρ οἱ πειρασμοὶ τοῦ ἐκβιβασμού καὶ τῆς αὐξήσεως τῆς πολιτείας ἐν τῷ ἀγαθῷ ἐκ τῶν πειρασμῶν τῆς παραχωρήσεως τῆς εἰς παιδείαν διὰ τὴν ὑπερηφανίαν τῆς καρδίας.

Οἱ πειρασμοὶ τῶν φίλων τοῦ Θεοῦ, οἵτινές εἰσιν οἱ ταπεινόφρονες.

Οἱ ὑπὸ τῆς πνευματικῆς ῥάβδου εἰς προκοπὴν καὶ αὔξησιν τῆς ψυχῆς γινόμενοι πειρασμοί, ἐν οἷς γυμνάζεται καὶ δοκιμάζεται ἡ ψυχὴ καὶ ἀγωνίζεται, εἴσιν οὗτοι ἡ ὀκνηρία, βάρος τοῦ σώματος, ἡ χαύνωσις τῶν μελῶν, ἡ ἀκηδία, ἡ σύγχυσις τῆς διανοίας, ὑπόνοια ἀσθενείας τοῦ σώματος, τὸ κόψαι τὴν ἐλπίδα πρὸς ὥραν, ἡ σκότωσις τῶν λογισμῶν, ἡ ἔκλειψις τῆς ἀνθρωπίνης βοηθείας, ἡ ἔνδεια τῆς σωματικῆς χρείας, καὶ τὰ ὅμοια τούτων. Ἐκ τούτων τῶν πειρασμῶν κτᾶται ὁ ἄνθρωπος ψυχὴν μεμονωμένην καὶ ἀπροστάτευτον καὶ καρδίαν νενεκρωμένην καὶ ταπείνωσιν, καὶ ἐκ τούτου δοκιμάζεται τὶς ἐλθεῖν εἰς ἐπιθυμίαν τοῦ κτίσαντος. Καὶ ταῦτα πρὸς τὴν δύναμιν ὁ προνοητὴς οἰκονομεῖ καὶ πρὸς τὴν χρείαν τῶν ὑποδεχόμενων αὐτά. Τούτοις συγκέκραται ἡ παράκλησις καὶ αἳ ἐπιφοραί, τὸ φῶς καὶ τὸ σκότος, οἱ πόλεμοι καὶ αἳ ἀντιλήψεις, καὶ συντόμως εἰπεῖν, στένωσις καὶ πλατυσμός. Καὶ τοῦτο ἐστὶ τὸ σημεῖον τῆς προκοπῆς τοῦ ἀνθρώπου διὰ τῆς βοηθείας τοῦ Θεοῦ.

Οἱ πειρασμοὶ τῶν ἐχθρῶν τὸν Θεόν, οἵτινες εἴσιν οἱ ὑπερήφανοι.

Οἱ δὲ πειρασμοί, οἱ γινόμενοι ἐκ τῆς παραχωρήσεως τοῦ Θεοῦ κατὰ τῶν ἀναισχυντούντων καὶ ἐπαιρομένων ἐν ταῖς διανοίαις αὐτῶν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ καὶ ἀδικούντων τὴν ἀγαθότητα τοῦ Θεοῦ ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, εἰσὶν οὗτοι οἱ πειρασμοὶ οἱ φανεροὶ τῶν δαιμόνων, οἱ καὶ ὑπὲρ τὸν ὅρον τῆς δυνάμεως ὑπάρχοντες τῆς ψυχῆς, ἡ στέρησις τῶν δυνάμεων τῆς σοφίας τῆς οὔσης ἐν αὐτοῖς, αἴσθησις δριμεῖα τῆς ἐννοίας τῆς πορνείας τῆς παραχωρούμενης κατ’ αὐτῶν εἰς ταπείνωσιν τῆς ἐπάρσεως αὐτῶν, τὸ θυμοῦσθαι ταχέως, τὸ θέλειν στῆσαι τὸ ἴδιον θέλημα, τὸ φιλονεικεῖν ἐν λόγοις, τὸ ἐπιτιμήσαι, ἡ καταφρόνησις τῆς καρδίας, πλάνη τοῦ νοῦ τελεία, βλασφημία κατὰ τοῦ ὀνόματος τοῦ Θεοῦ, ἔννοιαι μωραὶ πεπληρωμέναι γέλωτος, μᾶλλον δὲ κλαυθμοῦ, τὸ καταφρονεῖσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ ἀφανίζεσθαι τὴν τιμὴν αὐτῶν, τὸ γενέσθαι αἰσχύνῃ καὶ ὄνειδος ὑπὸ τῶν δαιμόνων ἐν πολλοῖς τρόποις κρυπτῶς καὶ φανερῶς, ἐπιθυμία τοῦ μιγῆναι καὶ συναστραφῆναι τῷ κόσμῳ, τὸ λαλεῖν καὶ ληρεῖν ἀφρόνως πάντοτε, τὸ εὑρεῖν ἑαυτῷ καινισμὸν ἀεὶ σὺν ψευδοπροφητείᾳ, τὸ ἐπαγγέλλεσθαι πολλὰ ὑπὲρ τὴν δύναμιν αὐτοῦ. Καὶ ταῦτα μὲν τὰ ψυχικά.

Ἐν δὲ τοῖς σωματικοῖς, συμβαίνουσιν αὐτῷ συμβάσεις ὀδυνηραί, διαμένουσαι ἀεὶ συμπεπλεγμέναι καὶ δύσλυτοι, ἀπαντήσεις κακῶς ἀεὶ καὶ ἀθέων ἀνθρώπων, τὸ ἐμπεσεῖν εἰς χεῖρας θλιβόντων ἀνθρώπων, τὸ κινεῖσθαι τὴν καρδίαν αὐτοῦ ἀεὶ ἀναιτίως ὑπὸ τοῦ θείου φόβου ἐξαίφνης, τὸ πολλάκις πάσχειν αὐτοὺς πτώματα μεγάλα ἐκ πετρῶν καὶ ἀπὸ ὑψηλῶν τόπων καὶ τῶν ὁμοίων τούτοις τῶν γινομένων εἰς συντριβὴν τοῦ σώματος. Καὶ τέλος ἔνδεια τῶν ἀντιλαμβανόμενων τὴν καρδίαν ὑπὸ τῆς θεϊκῆς δυνάμεως καὶ τῆς ἐλπίδος τῆς πίστεως αὐτῶν, καὶ συντόμως εἰπεῖν, ὅσα ἀδύνατα καὶ ὑπὲρ δύναμιν ἐπάγονται αὐτοῖς σὺν τοῖς ἑαυτῶν. Ταῦτα γὰρ πάντα ὅσα ἐτάξαμεν καὶ ἠριθμήσαμεν εἰσὶν ἐκ τῶν τρόπων τῶν πειρασμῶν τῆς ὑπερηφανίας.

Φαίνεται δὲ ἡ ἀρχὴ τούτων ἐν τῷ ἀνθρώπῳ, ὅταν τὶς ἄρξηται ἔχειν σοφὸν ἑαυτὸν ἐν ὀφθαλμοῖς αὐτοῦ, καὶ οὗτος μετακινεῖται ἐν πᾶσι τοῖς κακοῖς τούτοις κατὰ τὸ μέτρον τῆς ὑποδοχῆς τῶν τοιούτων λογισμῶν τῆς ὑπερηφανίας. Λοιπὸν ἐκ τῶν εἰδῶν τῶν πειρασμῶν σοῦ καταλάμβανε τὰς ὁδοὺς τῆς λεπτότητος τῆς διανοίας σου. Ἐὰν δὲ ἴδῃς τινὰς τούτων τῶν πειρασμῶν μεμιγμένους μετὰ τῶν πρὸ τούτων τῶν εἰρημένων πειρασμῶν, γνῶθι ὅτι καθ’ ὅσον ἔχεις ἐκ τούτων, κατὰ τοσοῦτον ἡ ὑπερηφανία ἐν σοὶ ἐνέσκηψεν.

Περὶ ὑπομονῆς Ἄκουσον δὲ πάλιν καὶ τρόπον ἄλλον. Πᾶσαι αἱ περιστάσεις καὶ αἱ θλίψεις αἱ μὴ μετέχουσαι ὑπομονῆς, διπλῆ ἐστὶν ἡ βάσανος αὐτῶν. Ὑπομονὴ γὰρ ἀνθρώπου ἀποβάλλει τὰς συμφορὰς αὐτοῦ. Μικροψυχία δὲ μήτηρ ἐστὶ τῆς κολάσεως. Ὑπομονῇ ἐστὶ μήτηρ τῆς παρακλήσεως καὶ δύναμίς τις, ἥτις ἐκ τῆς εὐρυχωρίας τῆς καρδίας ἀποτίκτεσθαι πέφυκεν, ἦν τίνα δύναμιν δυσχερὲς τὸν ἄνθρωπον εὑρεῖν ἐν ταῖς θλίψεσιν αὐτοῦ, ἐκτὸς τοῦ θείου χαρίσματος, τοῦ ἐκ τῆς καταδιώξεως τῆς εὐχῆς καὶ τῆς ἐκχύσεως τῶν δακρύων εὑρισκομένου.

Περὶ μικροψυχίας Ὅταν βουληθῇ ὁ Θεὸς ἔπι πλεῖον θλῖψαι ἄνθρωπον, παραχωρεῖ αὐτὸν εἰσελθεῖν εἰς τὰς χεῖρας τῆς μικροψυχίας. Καὶ αὕτη τίκτει ἐν αὐτῷ κραταιὰν δύναμιν τῆς ἀκηδίας, ἐν ἡ γεύεται τοῦ ψυχικοῦ πνιγμοῦ, ὅπερ ἐστὶ γεῦσις τῆς γεέννης. Καὶ ἐκ τούτου ἐπάγεται τὸ πνεῦμα τῆς ἐκστάσεως, ἐξ οὐ πηγάζουσιν οἱ μύριοι πειρασμοὶ ἡ σύγχυσις, ὁ θυμός, ἡ βλασφημία, ἡ μεμψιμοιρία, οἱ διεστραμμένοι λογισμοί, ἡ ἀπὸ χώρας εἰς χώραν μετάστασις, καὶ τὰ ὅμοια τούτοις. Ἐὰν δὲ εἴπῃς, ἡ αἴτια τούτων τὶς ἐστί; Λέγω σοι, ὅτι ἡ σῇ ἀμέλειᾳ. Οὐ γὰρ ἐμερίμνησας ἐκζητῆσαι τὴν ἰατρείαν αὐτῶν. Ἡ ἰατρεία γὰρ τούτων πάντων μία ἐστίν, ἐν ᾗ ἐν τῇ χειρὶ αὐτῆς εὑρίσκει τὶς παράκλησιν ἐν τῇ ψυχῇ αὐτοῦ εὐθέως. Καὶ τὶς ἐστὶν αὕτη; Ἡ ταπεινοφροσύνῃ τῆς καρδίας, καὶ ἐκτὸς ταύτης καταλῦσαι τὸν φραγμὸν τῶν κακιῶν τούτων οὐ δύναται τις, ἀλλὰ μᾶλλον εὑρίσκει αὐτὰς ὑπερισχύουσας κατ’ αὐτοῦ.

Μὴ θυμωθῇς κατ’ ἐμοῦ, ὅτι λέγω σοι τὴν ἀλήθειαν. Οὐκ ἐζήτησας ταύτην ἐν ὅλῃ σοῦ τῇ ψυχῇ ποτέ. Ἐὰν δὲ θέλῃς, γενοῦ ἐν τῇ χώρᾳ αὐτῆς καὶ ὄψει πῶς δώσει σοι τὴν λύσιν τῆς κακίας σου. Πρὸς γὰρ τὸ μέτρον τῆς ταπεινοφροσύνης δίδοταί σοι καὶ ὑπομονῇ ἐν ταῖς συμφοραῖς σου, καὶ κατὰ τὴν ὑπομονὴν σου ἐλαφρύνεται τὸ βάρος τῶν θλίψεων σου καὶ τῆς παρακλήσεως τεύξῃ. Κατὰ δὲ τὴν παράκλησιν σου, μεγαλύνεται ἡ πρὸς Θεὸν ἀγάπη σου, καὶ κατὰ τὴν ἀγάπην σου, μεγαλύνεται ἡ χαρὰ σου ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.Τῶν δὲ ἐν ἀληθείᾳ υἱῶν ὄντων ὁ οἰκτίρμων, ὅτε εὐδοκήσει ἔκβασιν ποιήσασθαι τῶν πειρασμῶν αὐτῶν, οὐχὶ λήψει λαμβάνει τοὺς πειρασμοὺς ἐξ αὐτῶν, ἀλλ’ ὑπομονὴν παρέχει αὐτοῖς ἐν τοῖς πειρασμοῖς αὐτῶν, καὶ ταῦτα πάντα τὰ ἀγαθὰ ἐν τῇ χειρὶ τῆς ὑπομονῆς αὐτῶν δέχονται πρὸς τελειότητα τῶν ψυχῶν αὐτῶν.

Ἀξιῶσαι δὲ ἡμᾶς Χριστὸς ὃ Θεὸς ἐν τῇ χάριτι αὐτοῦ ὑπομένειν τὰ κακὰ διὰ τὴν ἀγάπην αὐτοῦ ἐν εὐχαριστίᾳ τῆς καρδίας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΜΖ’ - Περὶ τοῦ ὅτι τὸ σῶμα φοβούμενον τοὺς πειρασμοὺς γίνεται φίλος τῆς ἁμαρτίας
Προηγούμενο: ΛΟΓΟΣ ΜΕ’ - Περὶ τῆς εὐσπλαχνίας τοῦ Δεσπότου δι’ ἧς ἐκ τοῦ ὑοὺς τῆς μεγαλωσύνης αὐτοῦ πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων συγκατέβη. Καὶ περὶ πειρασμῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος