Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΗ’ - Περὶ τοῦ διὰ ποίας αἰτίας ἀφίησιν ὁ Θεὸς τοὺς πειρασμοὺς ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν
Προηγούμενο: ΛΟΓΟΣ ΜΣΤ’ - Περὶ τῶν εἰδῶν τῶν διαφόρων πειρασμῶν καὶ πόσην ἔχουσιν ἡδύτητα οἱ πειρασμοί, οἱ ὑπὲρ τῆς ἀληθείας γινόμενοι καὶ ὑπομενόμενοι. Καὶ βαθμοὶ καὶ τάξεις, ἐν αἷς ὁ ἄνθρωπος ὁ συνετὸς πορεύεται
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΖ’ - Περὶ τοῦ ὅτι τὸ σῶμα φοβούμενον τοὺς πειρασμοὺς γίνεται φίλος τῆς ἁμαρτίας

Εἶπε τὶς τῶν ἁγίων, ὅτι γίνεται τὸ σῶμα φίλος τῆς ἁμαρτίας φοβούμενον τοὺς πειρασμούς, ἵνα μὴ στενωθῇ καὶ ἀποθάνῃ ἐκ τῆς ζωῆς αὐτοῦ. Διὰ τοῦτο καταναγκάζει αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἀποθανεῖν. Γινώσκει γὰρ ὅτι, ἐὰν μὴ ἀποθάνῃ, οὐ νικᾷ τὴν ἁμαρτίαν. Εἰ τις θέλει ἵνα κατοίκηση ἐν αὐτῷ ὁ Κύριος, τὸ σῶμα αὐτοῦ βιάζεται καὶ λειτουργεῖ τῷ Κυρίῳ καὶ δουλεύει ἐν ταῖς ἐντολαῖς τοῦ Πνεύματος ταῖς γεγραμμέναις ἐν τῷ Ἀποστόλῳ καὶ φυλάττει τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν ἔργων τῆς σαρκός, ὧν ἔγραψεν ὁ Ἀπόστολος. Σῶμα δὲ συμμεμιγμένον τῇ ἁμαρτίᾳ ἀναπαύεται ἐν τοῖς ἔργοις τῆς σαρκός, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οὐκ ἀναπαύεται ἐν τοῖς καρποῖς αὐτοῦ.

Ὅτε γὰρ ἀσθενεῖ τὸ σῶμα ἐν νηστείᾳ καὶ ταπεινώσει, ἡ ψυχὴ ἐνδυναμοῦται ἐν τῇ προσευχῇ. Ἔθος ἔχει τὸ σῶμα ὅταν στενωθῇ πολλαχῶς ἐν θλίψεσι τῆς ἡσυχίας καὶ ὑστερηθή καὶ δεηθῇ, ὥστε ἐγγίζειν τοῦ ἀποθανεῖν ἐκ τῆς ζωῆς αὐτοῦ, τότε παρακαλεῖ σέ, λέγον. «Ἄφες μὲ ὀλίγον, ἵνα συμμέτρως πολιτεύσωμαι, ἄρτι ὀρθοποδῶ, διότι ἐπειράθην τῶν τοιούτων κακῶν». Καὶ ὅταν ἀναπαύσῃς αὐτὸ ἐκ τῶν θλίψεων καὶ παράσχῃς αὐτῷ μικρὰν ἄνεσιν, διότι συνεπάθησας αὐτῷ, καὶ κἂν πρὸς μικρὸν μικρὸν ἀναπαύσηται, τότε ψιθυρίζει σοι κολακευτικῶς μικρόν, ἕως ἂν ποίηση σε ἐξελθεῖν ἐκ τῆς ἐρήμου πάνυ γὰρ εἰσὶ τὰ κολακεύματα αὐτοῦ ἰσχυρά. Καὶ λέγει σοί, «Δυνάμεθα καλῶς πολιτεύσασθαι καὶ πλησίον τοῦ κόσμου. Πολλὰ γὰρ ἐπειράθημεν. Δυνάμεθα οὖν, ἐν οἷς ἔσμεν, ἐκεῖσε πολιτεύεσθαι. Δοκίμασαν με μόνον καί, ἐὰν οὐ γίνωμαι ὡς θέλεις, δυνάμεθα ὑποστρέψαι. Ἰδοὺ ἡ ἔρημος οὐ φεύγει ἐξ ἡμῶν».

Μὴ οὖν πιστεύσῃς αὐτῷ, κἂν σφόδρα παρακάλεση καὶ ὑποσχέσεις πολλὰς ποίηση. Διότι οὐ ποιεῖ ἃ εἶπε. Μετὰ τὸ δοῦναι σὲ αὐτῷ τὴν αἴτησιν αὐτοῦ, ῥίπτει σε εἰς μεγάλα πτώματα, ἐξ ὧν οὐ δύνῃ ἀναστῆναι καὶ ἐξελθεῖν ἓξ αὐτῶν.

Ὅταν ἀκηδιάσῃ ἐκ τῶν πειρασμῶν καὶ χορτασθῇ ἐξ αὐτῶν, εἶπε αὐτῷ «σὺ πάλιν τὴν ἀκαθαρσίαν καὶ τὴν αἰσχρὰν ζωὴν ἐπιθυμεῖς». Καὶ ἐὰν εἴπῃ σοι, «Ἁμαρτία μεγάλη ἐστὶ τὸ φονεῦσαι ἑαυτόν», εἰπὲ σὺ αὐτῷ «φονεύω ἑαυτόν, διότι οὐ δύναμαι ἀκαθάρτως ζῆσαι ἀποθάνω ὧδε, ἵνα μὴ πάλιν θεάσωμαι τὸν θάνατον τὸν ἀληθινὸν τῆς ψυχῆς μού, τὸν ἐκ τοῦ Θεοῦ. Συμφέρει μοὶ ἵνα ἀποθάνω ὧδε ὑπὲρ τῆς ἁγνείας καὶ μὴ κακὴν ζωὴν ζήσω ἐν τῷ κόσμῳ. Τὸν θάνατον τοῦτον προαιρέσει ἐξελεξάμην ὑπὲρ τῶν ἁμαρτιῶν μου. Ἀποκτενῶ ἑαυτόν, διότι ἡμάρτηκα τῷ Κυρίῳ καὶ μηκέτι αὐτὸν παροργίσω. Τὶ θέλω ζωὴν ἀπέχουσαν ἀπὸ τοῦ Θεοῦ; Τὰς κακώσεις ταύτας ὑπομένω, ἵνα μὴ ἀλλοτριωθῶ ἐκ τῆς ἐπουρανίου ἐλπίδος. Ποίαν ὠφέλειαν ἔχει ὁ Θεὸς ἐκ τῆς ἐμῆς ζωῆς τῆς ἐν τῷ βίῳ, ἐὰν ἐν αὐτῷ ζήσω κακῶς καὶ παροργίσω αὐτόν»;



Ἑπόμενο: ΛΟΓΟΣ ΜΗ’ - Περὶ τοῦ διὰ ποίας αἰτίας ἀφίησιν ὁ Θεὸς τοὺς πειρασμοὺς ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν
Προηγούμενο: ΛΟΓΟΣ ΜΣΤ’ - Περὶ τῶν εἰδῶν τῶν διαφόρων πειρασμῶν καὶ πόσην ἔχουσιν ἡδύτητα οἱ πειρασμοί, οἱ ὑπὲρ τῆς ἀληθείας γινόμενοι καὶ ὑπομενόμενοι. Καὶ βαθμοὶ καὶ τάξεις, ἐν αἷς ὁ ἄνθρωπος ὁ συνετὸς πορεύεται
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος