Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΘ’ - Περὶ τῆς ἀληθοῦς γνώσεως καὶ περὶ πειρασμῶν καὶ περὶ τοῦ ἀκριβῶς γινώσκειν, ὅτι οὐχὶ μόνον τινὲς ἐλάχιστοι καὶ ἀσθενεῖς καὶ ἀγύμναστοι, ἀλλὰ καὶ οἱ ἀξιωθέντες τῆς ἀπαθείας χρονικῶς καὶ φθάσαντες τὴν τελειότητα τοῦ φρονήματος καὶ πλησίον γενόμενοι τῆς καθαρότητος μερικῶς, τῆς μετὰ τῆς νεκρώσεως συνεζευγμένης, γίνεται πρὸς αὐτοὺς παραχώρησις ἐν ἐλέει διὰ τὴν πτῶσιν τῆς ὑπερηφανίας
Προηγούμενο: ΛΟΓΟΣ ΜΖ’ - Περὶ τοῦ ὅτι τὸ σῶμα φοβούμενον τοὺς πειρασμοὺς γίνεται φίλος τῆς ἁμαρτίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΗ’ - Περὶ τοῦ διὰ ποίας αἰτίας ἀφίησιν ὁ Θεὸς τοὺς πειρασμοὺς ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν

Ἐκ τῆς ἀγάπης, ἦν ἔδειξαν οἱ ἅγιοι πρὸς τὸν Θεόν, ὑπὲρ ὧν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ πάσχουσιν, ὅτε στενοχωρεῖ αὐτοὺς καὶ οὐκ ἀφίσταται τῶν ὕπ’ αὐτὸν ἀγαπωμένων, κτᾶται ἡ καρδία αὐτῶν παῤῥησίαν, τοῦ ἰδεῖν πρὸς αὐτὸν ἀπερικαλύπτως καὶ ἐν πεποιθήσει αἰτήσασθαι αὐτόν. Μεγάλη ἐστὶν ἡ δύναμις τῆς εὐχῆς τῆς μετὰ παῤῥησίας.

Διὰ τοῦτο ἀφίησιν ὁ Θεὸς τοὺς ἁγίους αὐτοῦ πειρασθῆναι ἐν πάσῃ λύπῃ καὶ λαβεῖν πάλιν τὴν πεῖραν καὶ τὴν δοκιμὴν τῆς ἀντιλήψεως αὐτοῦ, καὶ ὅσην πρόνοιαν ἔχει περὶ αὐτῶν, Ὅτι κτῶνται ἐκ τῶν πειρασμῶν σοφίαν, ἵνα μή, γενόμενοι ἰδιῶται, στερηθῶσι τῆς τῶν δύο γυμνασίας μερῶν, ἵνα κτήσωνται ἐκ τῆς δοκιμῆς τὴν γνῶσιν τῶν ἁπάντων, μήπως καταγελασθῶσιν ὑπὸ τῶν δαιμόνων. Ὅτι, εἰ ἐν τοῖς ἀγαθοῖς ἐγύμναζεν αὐτούς, ἦσαν τῆς γυμνασίας τῆς ἑτέρας λειπόμενοι καὶ ἐγένοντο ἂν ἐν τοῖς πολέμοις τυφλοί. Καὶ ἐὰν εἴπωμεν, ὅτι αὐτὸς γυμνάζει αὐτοὺς χωρὶς τῆς αὐτῶν ἐπιγνώσεως, λοιπὸν λέγομεν, ὅτι θέλει αὐτοὺς γενέσθαι κατὰ τοὺς βόας καὶ τὰς ὄνους καὶ τοὺς μὴ ἔχοντας ἐλευθερίαν ἐν τινι. Καὶ ὅτι οὐ γίνεται γεῦσις ἐν τῷ ἀγαθῷ τῷ ἀνθρώπῳ, εἴπερ μὴ πειρασθείη πρῶτον ἐν τῇ τῶν κακῶν δοκιμή, ἵνα, ὅταν ἀπαντήσῃ ἐν αὐτοῖς τὰ ἀγαθά, ἐν γνώσει καὶ ἐλευθερίᾳ χρήσηται αὐτοῖς ὡς ἰδίοις. Πόσον ἡ γνῶσις ἡ ἐκ τῆς τῶν ἔργων πείρας καὶ ἐκ τῆς γυμνασίας προληφθεῖσα ἡδεῖα πέφυκε καὶ πόσην δύναμιν παρέχει τῷ ἐκ πολλῆς πείρας αὐτοῦ ἐν ἑαυτῷ εὑρόντι αὐτήν, τούτοις γινώσκεται τοῖς πεπεισμένοις καὶ εἰδόσι τὴν συνεργίαν αὐτῆς, ὡς δὲ καὶ τὴν ἀσθένειαν τῆς φύσεως καὶ τὴν ἀντίληψιν τῆς θεϊκῆς δυνάμεως.

Τότε γὰρ γινώσκουσιν, ὅτε πρῶτον κωλύσας τὴν ἑαυτοῦ δύναμιν ἐξ αὐτῶν αἰσθηθήναι ποιήσει τὰς ἀσθενείας τῆς φύσεως καὶ τῆς δυσχερείας τῶν πειρασμῶν καὶ τῆς πονηρίας τοῦ ἐχθροῦ καὶ πρὸς ποῖον παλαιστὴν ἔχουσι καὶ ποίαν ἐνδεδυμένοι φύσιν εἴσι καὶ πῶς εἰσὶ πεφυλαγμένοι ἐν τῇ δυνάμει τῇ θεϊκὴ καὶ πόσον ἔδραμον καὶ πόσον ὑψώθησαν ἐν αὐτῇ καὶ ὅτι ὅτε μακρυνθείη ἡ θεϊκὴ δύναμις ἐξ αὐτῶν, πῶς ἀσθενοῦσι κατέναντι πάθους παντός, ἵνα καὶ ἐκ τούτων πάντων ταπείνωσιν κτήσωνται καὶ τῷ Θεῷ προσπελάσωσι καὶ τὴν ἀντίληψιν αὐτοῦ προσδοκήσωσι καὶ εἰς τὴν προσευχὴν ὑπομένωσι. Καὶ ταῦτα πάντα πόθεν ἔλαβον, εἰ μὴ ὅτε πεῖραν ἐκτήσαντο τῶν πολλῶν κακῶν, ἐν οἷς παραχωρήσει Θεοῦ ἐνέπεσον, καθὼς φησὶν ὁ Ἀπόστολος, «ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν»; Ἀλλὰ καὶ πίστιν βεβαίαν κτᾶται τις ἐκ τῶν πειρασμῶν ἐν τῇ πείρᾳ τῆς ἀντιλήψεως τῆς θεϊκῆς, ἦν ἔσχε πολλάκις. Ἐντεῦθεν ἄφοβος γίνεται καὶ θάρσος κτᾶται ἐν τοῖς πειρασμοῖς καὶ ἐκ τῆς γυμνασίας ἦν ἐκτήσατο.

Παντὶ ἀνθρώπῳ ὠφελεῖ ὁ πειρασμός. Ἐὰν γὰρ τὸν Παῦλον ὠφελεῖ ὁ πειρασμός, πᾶν στόμα φραγήσεται καὶ ὑπόδικος γενήσεται ὁ κόσμος τῷ Θεῷ. Οἱ ἀγωνισταὶ πειράζονται ἵνα προσθήσωσι τῷ πλούτῳ αὐτῶν οἱ χαῦνοι, ἵνα ἐκ τῶν βλαπτόντων φυλάξονται ἑαυτοὺς καὶ οἱ ὑπνώττοντες, ἵνα εἰς ἐξυπνισμόν εὐτρεπισθῶσι καὶ οἱ μακρὰν ὄντες, ἵνα προσεγγίσωσι τῷ Θεῷ· οἱ δὲ οἰκεῖοι, ἵνα ἐν παῤῥησίᾳ εἰσοικισθώσι.

Πᾶς υἱὸς άγύμναστος οὐ δέχεται τὸν πλοῦτον τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, εἰς τὸ βοηθεῖσθαι ὕπ’ αὐτοῦ. Διὰ τοῦτο λοιπόν, πρῶτον πειράζει ὁ Θεὸς καὶ βασανίζει, εἶτα δεικνύει τὸ χάρισμα. Δόξα τῷ Δεσπότῃ, τῷ ἐν φαρμάκοις στρυφνοῖς τὴν τρυφὴν τῆς ὑγείας ἡμῖν προσάγοντι.

Οὐκ ἔστιν ὃς τὶς ἐν καιρῷ τῆς γυμνασίας μὴ ἄχθεται, καὶ οὐκ ἔστι τις, ᾧ οὐ πικρὸς ὁ καιρός, ἐν ᾧ τὸν ἰὸν ποτίζεται τῶν πειρασμῶν, καταφαίνεται. Χωρὶς τούτων οὐ δυνατὸν κρᾶσιν προσκτήσασθαι ἰσχυράν. Καὶ τὸ ὑπομεῖναι δέ, οὐχ ἡμῶν ἐστί. Πόθεν γὰρ ἔχει τὸ κεράμιον τὸ ἀπὸ πηλοῦ ὑπομεῖναι τὴν ῥύσιν τοῦ ὕδατος, εἰ μὴ τὸ πῦρ τὸ θεϊκόν αὐτὸ στερεώσειεν; Ἐὰν ὑποταγῶμεν αἰτούμενοι ἐν ταπεινώσει μετὰ ἐφέσεως ἀδιαλείπτου ἐν καρτερίᾳ, πάντα λαμβάνομεν.

Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΜΘ’ - Περὶ τῆς ἀληθοῦς γνώσεως καὶ περὶ πειρασμῶν καὶ περὶ τοῦ ἀκριβῶς γινώσκειν, ὅτι οὐχὶ μόνον τινὲς ἐλάχιστοι καὶ ἀσθενεῖς καὶ ἀγύμναστοι, ἀλλὰ καὶ οἱ ἀξιωθέντες τῆς ἀπαθείας χρονικῶς καὶ φθάσαντες τὴν τελειότητα τοῦ φρονήματος καὶ πλησίον γενόμενοι τῆς καθαρότητος μερικῶς, τῆς μετὰ τῆς νεκρώσεως συνεζευγμένης, γίνεται πρὸς αὐτοὺς παραχώρησις ἐν ἐλέει διὰ τὴν πτῶσιν τῆς ὑπερηφανίας
Προηγούμενο: ΛΟΓΟΣ ΜΖ’ - Περὶ τοῦ ὅτι τὸ σῶμα φοβούμενον τοὺς πειρασμοὺς γίνεται φίλος τῆς ἁμαρτίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος