Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ν’ - Περὶ τοῦ αὐτοῦ νοῦ τοῦ κεφαλαίου τούτου καὶ περὶ προσευχῆς
Προηγούμενο: ΛΟΓΟΣ ΜΗ’ - Περὶ τοῦ διὰ ποίας αἰτίας ἀφίησιν ὁ Θεὸς τοὺς πειρασμοὺς ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΘ’ - Περὶ τῆς ἀληθοῦς γνώσεως καὶ περὶ πειρασμῶν καὶ περὶ τοῦ ἀκριβῶς γινώσκειν, ὅτι οὐχὶ μόνον τινὲς ἐλάχιστοι καὶ ἀσθενεῖς καὶ ἀγύμναστοι, ἀλλὰ καὶ οἱ ἀξιωθέντες τῆς ἀπαθείας χρονικῶς καὶ φθάσαντες τὴν τελειότητα τοῦ φρονήματος καὶ πλησίον γενόμενοι τῆς καθαρότητος μερικῶς, τῆς μετὰ τῆς νεκρώσεως συνεζευγμένης, γίνεται πρὸς αὐτοὺς παραχώρησις ἐν ἐλέει διὰ τὴν πτῶσιν τῆς ὑπερηφανίας

Κατὰ μίαν καὶ μίαν ποσάκις παραβαίνουσί τινες καὶ ἐν τῇ μετανοίᾳ ἰατρεύουσι τὰς ψυχὰς ἑαυτῶν καὶ ἡ χάρις ὑποδέχεται αὐτούς. Ἐν πάσῃ γὰρ τῇ φύσει τῇ λογικῇ ἡ τροπὴ ἀδιορίστως διέρχεται καὶ ἀλλοιώσεις διέρχονται κατὰ παντὸς ἀνθρώπου ἐν πάσαις ταῖς ὥραις αὐτόν, ἐξ ὧν πολλῶν εὑρίσκει ὁ διακριτικὸς συνιέναι τοῦτο. Ἀλλ’ αἱ δοκιμασίαι αἱ μέτ’ αὐτοῦ καθ’ ἑκάστην ἡμέραν μάλιστα δύνανται σοφίσαι αὐτὸν ταῦτα, ἐὰν νήφῃ, ἵνα καὶ παρατηρήσηται ἑαυτὸν ἐν τῷ νῷ καὶ μάθῃ πόσην ἀλλοίωσιν πραότητος καὶ ἐπιεικείας ὑποδέχεται ἡ διάνοια καθ’ ἑκάστην ἡμέραν καὶ πῶς ἐκ τῆς εἰρήνης αὐτῆς ἐξαίφνης εἰς θόλωσιν στρέφεται, ὅταν αἰτία τις ἐκ τόπου μὴ ἡ αὐτῷ καὶ πῶς ἐν κινδύνῳ μεγάλῳ καὶ ἀῤῥήτῳ γίνεται.

Καὶ τοῦτο ἐστὶν ὅπερ ὁ ἅγιος Μακάριος ἔγραψε φανερῶς.Ἐν πολλῇ προνοίᾳ καὶ σπουδῇ, εἰς μνήμην τῶν ἀδελφῶν καὶ διδασκαλίαν, τοῦ μὴ ἐκκλῖναι ἐν τῷ καιρῷ τῆς ἀλλοιώσεως τῶν ἐναντιώσεων εἰς τὴν ἀπόγνωσιν. Ὅτι τοῖς ἐν τῇ τάξει τῆς καθαρότητος ἱσταμένοις ἀεὶ συμβαίνει αὐτοῖς πτώματα, καθὼς συμβαίνει τῷ ἀέρι ψῦχος, καὶ χωρὶς τοῦ εἶναι αὐτοὺς ἐν ἀμελείᾳ ἡ ἐν λύσει, οὐ μὴν δὲ ἀλλὰ καὶ ἡνίκα κατὰ τάξιν αὐτῶν πορεύονται συμβαίνειν αὐτοῖς πτώματα ἐναντιούμενα τῷ σκοπῷ τοῦ ἑαυτῶν θελήματος. Ἀλλὰ καὶ ὁ μακάριος Μάρκος μαρτυρεῖ περὶ τούτου, ὡς ἐκ πείρας ἀκριβοῦς ὑπάρχων καὶ τίθησιν αὐτὸ ἐν τοῖς ἑαυτοῦ γράμμασιν εἰς σύστασιν περισσήν, ἵνα μὴ νομίσῃ ἄνθρωπος, ὅτι ὡς ἔτυχε, καὶ οὐχὶ ἐν πείρᾳ ἀληθινῇ ἔθηκεν αὐτὸ ὁ ἅγιος Μακάριος ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ, καὶ ἵνα ἐκ παντὸς ἐκ τῶν δύο μαρτύρων τῶν τοιούτων γένηται ἡ διάνοια δεχόμενη ἀδιστάκτως τὴν παράκλησιν αὐτῆς ἐν τῷ καιρῷ τῆς χρείας. Τὶ οὖν ἐστὶν ἄρτι;

«Ἀλλοιώσεις, φησί, γίνονται εἰς ἕκαστον κατὰ τὸν ἀέρα».

Σύνες ἐκεῖνο τὸ «εἰς ἕκαστον» - ὅτι καὶ ἡ φύσις μία ἐστίν, ἵνα μὴ νομίσῃς, ὅτι περὶ τῶν ὑποδεεστέρων καὶ ἐλαχίστων μόνον εἶπε, καὶ οἱ τέλειοι ἐλεύθεροι τῆς ἀλλοιώσεως καὶ ἐν μιᾷ τάξει ἀκλινῶς ἵστανται οὗτοι χωρὶς ἐμπαθῶν λογισμῶν, καθὼς καὶ οἱ Εὐχίται λέγουσι. Διὰ τοῦτο ἔθηκε τό, «πρὸς ἕκαστον».

Πῶς οὖν τοῦτο, ᾧ Μακάριε; Ὅπως σὺ λέγεις τὸ ψῦχος καὶ μετὰ μικρὸν καύσων καὶ ἴσως χάλαζα καὶ εὐδίᾳ, καὶ ἐν τῇ γυμνασίᾳ ἡμῶν οὕτω γίνεται πόλεμος καὶ ἀντίληψις τῆς χάριτος. Καὶ ἐν καιρῷ γίνεται ἡ ψυχὴ ἐν χειμῶνι καὶ ἐπανίστανται ἐπ’ αὐτὴν κύματα σκληρά. Καὶ πάλιν ἀλλοίωσις, ἐπισκεπτομένης τῆς χάριτος καὶ πληρούσης τὴν καρδίαν αὐτοῦ χαρᾶς τε καὶ εἰρήνης τῆς ἀπὸ τοῦ Θεοῦ, καὶ λογισμῶν σωφρόνων καὶ εἰρηνικῶν.

Τούτους τοὺς λογισμοὺς τῆς σωφροσύνης ἐκφαίνει ὧδε, αἰνιττόμενος τοὺς πρὸς τούτων κτηνώδεις ὀντὰς καὶ ἀκαθάρτους, καὶ παραινεῖ λέγων. «Ἐὰν οὖν μετὰ τούτους τοὺς λογισμοὺς τοὺς σώφρονας καὶ ἐπιεικεῖς ἀκολουθῇ ἐπιφορᾷ, μὴ λυπηθῶμεν καὶ ἀπογνῶμεν καὶ ἐν τῇ ὥρᾳ τῆς ἀναπαύσεως τῆς χάριτος μὴ καυχησώμεθα πάλιν, ἀλλ’ ἐν τῷ καιρῷ τῆς χαρᾶς ἐκδεξώμεθα τὴν θλῖψιν». Τὸ δὲ μὴ λυπεῖσθαι ἡμᾶς, ἂν ἀκολουθήσῃ συμπτώματα, παραινεῖ, οὐχὶ τὸ μὴ κτᾶσθαι κατ’ ἐναντίον ἡμῶν, ἀλλὰ τὸ μετὰ χαρᾶς ἐμφαίνων ὡς φυσικὰ ταῦτα καὶ ἡμέτερα τὴν διάνοιαν δέχεσθαι. Καὶ μὴ στῶμεν ἐν ἀπογνώσει, ὡς τὶς προσδοκήσας τι ὑπὲρ τὸν ἀγῶνα καὶ ἀνάπαυσιν τελείαν καὶ ἀναλλοίωτον καὶ πάλιν μὴ δεχόμενος ἀγῶνας καὶ λύπας μηδὲ γενέσθαι ἐν αὐτῷ κίνησιν τίνος τῶν ἐναντίων τούτων, τῶν μὴ προσηκόντων Κυρίῳ τῷ Θεῷ ἡμῶν ταύτῃ ἐν τῷδε τῷ κόσμῳ.

Καὶ τοῦτο ποιεῖ, ἵνα μὴ γενώμεθα ἀργοὶ ἐκ τῶν ἔργων τελείως καὶ ἐν ταύτῃ τῇ διανοίᾳ χαυνωθῶμεν ἐν τῇ ἀπογνώσει καὶ ἀκίνητοι ἐκ τοῦ δρόμου ἡμῶν μείνωμεν. Καὶ φησίν: «Γνῶθι, ὅτι πάντες οἱ ἅγιοι ἐν τούτῳ τῷ ἔργῳ ἐγένοντο. Ὅσον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἡ παράκλησις ἡ περισσὴ μετὰ τούτων γίνεται ἡμῖν ἐν τῷ κρυπτῷ. Διότι ἐν πάσῃ ἡμέρᾳ καὶ ἐν πάσῃ ὥρᾳ ἐκζητεῖται πάρ’ ἡμῶν ἡ δοκιμὴ τῆς πρὸς Θεὸν ἀγάπης ἡμῶν ἐν πάλῃ καὶ ἀγῶνι πρὸς τοὺς πειρασμούς. Καὶ τοῦτο ἐστὶ τὸ μὴ λυπεῖσθαι ἡμᾶς, τὸ μὴ ἀκηδιᾶν ἐν τῷ ἀγῶνι, καὶ οὕτω κατευθύνεται ἡ ὁδὸς ἡμῶν. Ὃ δὲ θέλων ἐκ τούτων τραπῆναι ἢ κλῖναι, οὗτος τῶν λύκων μέρος ἐστίν».

ᾯ θαῦμα ἐκ τούτου τοῦ ἁγίου. Πῶς ἐν λόγῳ μικρῷ ἐβεβαίωσε τὴν χρῆσιν ταύτην καὶ ἀπέδειξεν αὐτὴν πεπληρωμένην συνέσεως, καὶ ἐξέβαλε τὸν δισταγμὸν τελείως ἐκ τῆς διανοίας τοῦ ἀναγινώσκοντος ἐκεῖνος δέ, φησίν, ὁ ἐκκλίνων ἐκ τούτων, καὶ μέρος τῶν λύκων ὧν, ἐν οὒχ ὁδῷ θέλει πορεύεσθαι. Καὶ τοῦτο ἔθηκεν ἐν τῇ διανοίᾳ αὐτοῦ κτήσασθαι καὶ ἐν τρίβῳ ἰδικὴ τῇ μὴ πατηθείση ὑπὸ τῶν πατέρων πορεύεσθαι βούλεται.

Τὸ δὲ «ἐν τῇ ὥρᾳ τῆς χαρᾶς ἐκδέχεσθαι θλίψεις», τοῦτο ἐκδιδάσκει. Ὅταν ἐκ τῆς ἐνεργείας τῆς χάριτος ἐξαίφνης γένωνται ἐν ἡμῖν λογισμοὶ μεγάλοι καὶ ἐκπλήξεις τῆς θεωρίας τῆς διανοίας τῆς ὑψηλοτέρας τῆς φύσεως, καθὼς εἶπεν ὁ ἅγιος Μᾶρκος. Ὅταν οἱ ἅγιοι ἄγγελοι πλησιάσωσιν ἡμῖν, πληροῦσιν ἡμᾶς θεωρίας πνευματικῆς, καὶ ταῦτα πάντα τὰ ἐναντία ἀναχωροῦσι, καὶ γίνεται εἰρήνη καὶ γαλήνη ἄῤῥητος ἐν τῷ καιρῷ, ἐν ᾧ τὶς διάγει ἐν τοῖς τοιούτοις ὅτε ἐπισκιάσειεν ἡ χάρις καὶ οἱ ἅγιοι Ἄγγελοι σοι πλησιάσουσι περιτειχίζοντες καὶ παρὰ τοῦτο ἀπὸ τοῦ πλησιασμοῦ σου πάντες οἱ πειράζοντες ἀποστήσονται, μὴ ἐπαρθῇς καὶ νομίσῃς ἐν τῇ ψυχῇ σου, ὅτι τὸν λιμένα τὸν ἀχείμαστον ἔφθασας, καὶ εἰς τὸν ἀέρα τὸν ἀναλλοίωτον καὶ τελείως ὑπερήρθης ἐκ τούτου τοῦ κόλπου ἐξ ἐναντίας τῶν ἐμπνεύσεων τῶν ἐν αὐτῷ, καὶ οὐκ ἐστὶ πάλιν ἐχθρὸς οὐδὲ ἀπάντησις κακή. Διότι πολλοὶ ταῦτα ἐνεθυμήθησαν, καὶ ἔπεσον εἰς κινδύνους, καθάπερ εἶπεν ὁ μακάριος Νεῖλος ἢ πάλιν ὡς ὑπάρχων ὑπὲρ τοὺς πολλοὺς μέγας καὶ ὡς δὲ καθήκει εἶναι ἐν τούτοις καὶ ἄλλους οὐδαμοῦ διὰ τὸ ὑστέρημα τῆς πολιτείας αὐτῶν, ἢ ὅτι οὒχ ἱκανοί, φησίν, ἡ γνῶσις αὐτῶν, καὶ διὰ τοῦτο τῶν τοιούτων στεροῦνται, ἐγὼ δὲ ἐν τῷ καθήκοντι καὶ ὡς ἔφθασα τὴν τελειότητα τῆς ἁγιότητος καὶ τὸν βαθμὸν τὸν πνευματικὸν καὶ εἰς τὴν χαρὰν τὴν ἀναλλοίωτον.

Ἀλλὰ μᾶλλον λάβε καθ’ ἑαυτὸν τοὺς ἀκάθαρτους λογισμοὺς καὶ τὰ ἀπρεπῆ εἴδωλα τὰ ἐν τῷ καιρῷ τοῦ χειμῶνος ἐμπηχθέντα τῇ διανοίᾳ σου καὶ τῇ ὥρᾳ τῆς ταραχῆς καὶ τῆς ἀταξίας τῶν λογισμῶν, τῶν πρὸ μικροῦ ἐπαναστάντων ἐπὶ σὲ ἐν τῇ ἀορασίᾳ τῆς σκοτώσεως, πῶς τὲ ἐν τάχει ἔκλινας πρὸς τὰ πάθη καὶ συνομιλήσας αὐτοῖς ἐν τῇ σκοτώσει τῆς διανοίας καὶ οὐκ ᾐδέσθης, οὐδ’ ἐθαμβήθης ἐκ τῆς θεϊκῆς ὁράσεως καὶ ἐκ τῶν χαρισμάτων καὶ δωρημάτων, ὧν ἐδέξω. Καὶ γνῶθι, ὅτι ταῦτα πάντα διὰ τὸ ταπεινωθῆναι ἡμᾶς ἡ πρόνοια τοῦ Θεοῦ ἤγαγεν ἐφ’ ἡμᾶς, ἥτις προνοεῖ καὶ οἰκονομεῖ ἑκάστῳ ἡμῶν ὡς ὠφελεῖ αὐτόν. Ἐὰν γὰρ ἐπαρθῇς ἐν τοῖς χαρίσμασιν αὐτῆς, ἐξαφίησί σε καὶ τελείως πίπτεις ἐν πράγμασιν, ἐν οἷς διὰ τῶν λογισμῶν μόνον πειράζῃ.

Λοιπὸν γνῶθι, ὅτι τοῦτο τὸ ἵστασθαι, οὐχὶ σόν, οὐδὲ γε τῆς ἀρετῆς σου ἐστίν, ἀλλ’ ἡ χάρις αὕτη ἐστὶν ἡ βασίζουσά σε ἐπὶ τὰς παλάμας τῆς χειρὸς αὐτῆς, ὅπως μὴ πτοηθῇς. Ταῦτα, φησίν, ἔμβαλε ἐν ἑαυτῷ ἐν τῷ καιρῷ τῆς χαρᾶς, ὅτε ἐπαρθῇ ὁ λογισμός, εἶπεν ὁ πατὴρ ἡμῶν ὁ ἅγιος, καὶ κλαῦσον καὶ δάκρυον καὶ παράπιπτε ἐπὶ τῇ μνήμῃ τῶν παραπτωμάτων σου τῶν ἐν τῷ καιρῷ τῆς παραχωρήσεως σου, ὅπως ῥυσθῇς ἐν τούτῳ καὶ κτήσῃ ἐξ αὐτοῦ τὴν ταπείνωσιν. Ὅμως μὴ ἀπογνῷς, ἀλλ’ ἐν τοῖς λογισμοῖς τῆς ταπεινώσεως ἱλασμῷ συγχώρησόν σου τὰ ἁμαρτήματα.

Ἡ ταπείνωσις καὶ χωρὶς ἔργων πολλὰ συγχωρεῖ πλημμελήματα, ταῦτα δὲ χωρὶς αὐτῆς ἐξ ἐναντίας ἀνωφελῆ εἰσὶν ἀλλὰ καὶ κακὰ πολλὰ κατασκευάζουσιν ἡμῖν. Λοιπὸν ἐν ταπεινώσει, καθὼς εἶπον, τὰς ἀνομίας σοῦ συγχώρησον. Καθάπερ ἅλας πάσῃ τροφή, οὕτως ἡ ταπείνωσις πάσῃ ἀρετὴ καὶ ἰσχὺν πολλῶν ἁμαρτημάτων αὕτη δύναται συντρίψαι. Ὑπὲρ ταύτης λοιπὸν χρεία του λυπεῖσθαι ἀδιαλείπτως κατὰ διάνοιαν, ἐν ταπεινότητι καὶ ἐν τῇ λύπῃ τῆς διακρίσεως. Καὶ ταύτην ἐὰν κτησώμεθα, υἱοὺς ἡμᾶς ποιεῖ τοῦ Θεοῦ καὶ χωρὶς ἔργων ἀγαθῶν παριστᾷ ἡμᾶς τῷ Θεῷ. Διότι χωρὶς ταύτης πάντα τὰ ἔργα ἡμῶν μάταια εἰσὶ καὶ πᾶσαι αἱ ἀρεταὶ καὶ πᾶσαι αἱ ἐργασίαι.

Λοιπόν τὴν ἀλλοίωσιν τῆς διανοίας θέλει ὁ Θεός, καὶ ἐν διανοίᾳ βελτιούμεθα καὶ ἐν διανοίᾳ ἀχρειούμεθα. Αὐταρκεῖ αὕτη μόνη ἀβοηθήτως ἵστασθαι ἐνώπιον τοῦ Θεοῦ καὶ λαλεῖν ὑπὲρ ἡμῶν. Εὐχαρίστησον καὶ ἐξομολόγησον τῷ Θεῷ ἀσιγήτως, ὅπως οἵαν φύσιν ἀσθενῆ καὶ εὐχερῆ εἰς τὸ ἐκκλῖναι κεκτημένος ὑπάρχῃς, διὰ τῆς συνεργείας τῆς χάριτος, ποῦ ὑψοῦσαι κατὰ καιρὸν καὶ καιρὸν καὶ ποίων χαρισμάτων ἀξιοῦσαι καὶ ποίῳ τίνι γίνῃ συ ὑπεράνωθεν τῆς φύσεως, ὅταν δὲ παραχωρηθής ἕως ποῦ κατέρχῃ καὶ κτᾶσαι νοῦν κτηνώδη.

Καὶ μνήσθητι τῆς ταλαιπωρίας τῆς φύσεως σου καὶ τῆς ταχύτητος τῆς ἀλλοιώσεως τῆς ἐπακολουθούσης σοι, καθὼς τις τῶν ἁγίων γερόντων εἶπεν. «Ὅταν, φησίν, ἔλθῃ σοὶ ὁ λογισμὸς τῆς ὑπερηφανίας, λέγων σοὶ μνημόνευσον τῶν ἀρετῶν σοῦ εἰπέ: Γέρων, βλέπε τὴν πορνείαν σου».

Ταύτην τὴν πορνείαν εἶπεν, ἐν ἡ ἐν τῷ καιρῷ τῆς παραχωρήσεως ἐν τοῖς λογισμοῖς ἐπειράθης, ὅπερ εἰς ἕκαστον οἰκονομεῖ ἡ χάρις, ἢ ἐν πολέμῳ ἢ ἐν ἀντιλήψει, κατὰ τὸ ἡμῖν ὠφέλιμον.

Εἶδες τὸν γέροντα τοῦτον τὸν θαυμαστόν, πῶς εὐκόλως εἶπε τοῦτο τὸ πρᾶγμα; Ὅταν, φησίν, ἔλθῃ σοι ὁ λογισμὸς τῆς ὑπερηφανίας ὑπὲρ τοῦ ὕψους τῆς πολιτείας σοῦ, εἰπέ, «Γέρων, βλέπε τὴν πορνείαν σοῦ». Τοῦτο γὰρ φανερὸν ἐστίν, ὅτι πρὸς μέγαν ἄνθρωπον εἶπε τοῦτο ὁ γέρων. Ὅτι οὐδὲ δυνατὸν ὑπὸ τοιούτου λογισμοῦ ὀχληθῆναι, εἰ μὴ οἵτινες ἐν τῇ ἀνωτέρα τάξει καὶ τῇ πολιτείᾳ τῇ ἐπαίνου ἀξία ἵστανται καὶ ὅτι τοῦτο τὸ πάθος μετὰ τὴν ἀρετὴν τὴν πραχθεῖσαν ἐπανίσταται τῇ ψυχῇ τοῦ γυμνῶσαι αὐτὴν τῆς ἐργασίας αὐτῆς.

Καὶ ἐκ μιᾶς ἐπιστολῆς τοῦ αὐτοῦ ἁγίου Μακαρίου, ἐὰν θέλῃς δύνῃ μαθεῖν, ἐν ποιῶ βαθμῷ ἵστανται καὶ τίνα εἰσὶ τὰ παραχωρούμενα κατ’ αὐτῶν, τοῦ πειρασθῆναι ἐν αὐτοῖς τοὺς ἁγίους. Ἔστι δὲ ἡ ἐπιστολὴ ἐκείνη, αὕτη. Ὃ ἀββάς Μακάριος γράφει πᾶσι τοῖς τέκνοις αὐτοῦ τοῖς ἀγαπητοῖς, ἔνθα ἐκδιδάσκει φανερῶς, πῶς οἰκονομοῦνται ἐκ τοῦ Θεοῦ ἐν πολέμοις καὶ ἐν ἀντιλήψει τῆς χάριτος ὅτι ἐν τούτοις ἤρεσε τῇ σοφία τοῦ Θεοῦ γυμνάζεσθαι τοὺς ἁγίους ἐν τῷ αἰῶνι κατέναντι τῆς ἁμαρτίας, ἐν ὅσῳ εἰσὶν ἐν τῇ ζωῇ ταύτῃ ὑπὲρ τῆς ἀρετῆς, ὅπως ἐν παντὶ καιρῷ ὑψωθῇ ἡ θεωρία αὐτῶν πρὸς αὐτὸν καὶ ἐν τῇ πρὸς αὐτὸν διηνεκεῖ θεωρίᾳ αὐξήσῃ ἐν αὐτοῖς ἡ ἀγάπη αὐτοῦ ἡ ἁγία ὅταν ἀδιαλείπτως ἐκ τῆς ἐπείξεως τῶν παθῶν καὶ τοῦ φόβου τοῦ ἐκκλῖναι πρὸς αὐτὸν δράμωσι καὶ βεβαιωθῶσιν ἐν τῇ πίστει καὶ τῇ ἐλπίδι καὶ τῇ ἀγάπῃ αὐτοῦ.

Ταῦτα ἀρτίως οὐ τοῖς διαμένουσι μετὰ τῶν ἀνθρώπων καὶ μεταβαίνουσιν ἐν παντὶ τόπῳ καὶ ἀεὶ ἐν πράγμασι καὶ λογισμοῖς τοῖς οὖσιν αἰσχροῖς τε καὶ ἀκαθάρτοις ἀληθῶς ἐῤῥέθησαν, οὐδὲ τοῖς ἔξωθεν τῆς ἡσυχίας τὴν δικαιοσύνην διερχομένοις ἐν ἔργοις καὶ ἐν ταῖς αἰσθήσεσιν αὐτῶν θηρευομένοις καθ’ ὥραν, καὶ ἐν παντὶ καιρῷ ἐν τῷ κινδύνῳ τῆς πτώσεως (συνιστᾶ αὐτοὺς ἡ ἀνάγκη ἡ ἀπαντῶσα αὐτοῖς πόῤῥω τοῦ θελήματος) ἐν ἀκουσίοις συμπτώμασι, τοῖς μὴ μόνον τοὺς λογισμοὺς αὐτῶν, ἀλλ’ οὐδὲ τὰς αἰσθήσεις ἑαυτῶν δυναμένοις φυλάξαι τελείως· ἀλλὰ τοῖς ἰσχύουσι τηρῆσαι τὰ σώματα καὶ τὸν λογισμὸν ἑαυτῶν καὶ ἀπέχουσι παντελῶς τῆς ταραχῆς καὶ τῆς συντυχίας τῶν ἀνθρώπων, καὶ ἐν τῇ ἀποταγῇ τῶν ἁπάντων καὶ τῶν ψυχῶν αὐτῶν εὐκαιρήσασι φυλάξαι τὸν νοῦν αὐτῶν ἐν τῇ προσευχῇ, καὶ ἀλλοιώσεις τῶν οἰκονομιῶν τῶν ἐκ τῆς χάριτος ὑποδεχομένοις ἐντὸς τῆς πολιτείας τῆς ἡσυχίας καὶ ὑποκάτωθεν τοῦ βραχίονος τῆς γνώσεως τοῦ Κυρίου διάγουσι καὶ σοφιζομένοις ὑπὸ τοῦ Πνεύματος κρυπτῶς εἰς τὴν ἡσυχίαν ἐν τῇ ἀποχῇ τῶν πραγμάτων καὶ τῆς θεωρίας τῆς ἀπὸ τίνων, καὶ κτησαμένοις νέκρωσιν διανοίας ἀπὸ τοῦ κόσμου. Ὅτι ἐκ τούτων τὰ πάθη οὐκ ἀποθνήσκουσιν, ἡ δὲ διάνοια ἀποθνῄσκει αὐτοῖς ἐν τῇ ἀποχῇ τῶν πραγμάτων καὶ τῇ συνεργίᾳ τῆς χάριτος.

Αὕτη ἡ χάρις φυλάξαι καὶ ἡμᾶς εἰς τοῦτον τὸν ὅρον. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Ν’ - Περὶ τοῦ αὐτοῦ νοῦ τοῦ κεφαλαίου τούτου καὶ περὶ προσευχῆς
Προηγούμενο: ΛΟΓΟΣ ΜΗ’ - Περὶ τοῦ διὰ ποίας αἰτίας ἀφίησιν ὁ Θεὸς τοὺς πειρασμοὺς ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος