Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΑ: Περὶ διαφόρων τρόπων τοῦ πολέμου τοῦ ἐκ τοῦ διαβόλου
Προηγούμενο: ΛΟΓΟΣ ΜΘ’ - Περὶ τῆς ἀληθοῦς γνώσεως καὶ περὶ πειρασμῶν καὶ περὶ τοῦ ἀκριβῶς γινώσκειν, ὅτι οὐχὶ μόνον τινὲς ἐλάχιστοι καὶ ἀσθενεῖς καὶ ἀγύμναστοι, ἀλλὰ καὶ οἱ ἀξιωθέντες τῆς ἀπαθείας χρονικῶς καὶ φθάσαντες τὴν τελειότητα τοῦ φρονήματος καὶ πλησίον γενόμενοι τῆς καθαρότητος μερικῶς, τῆς μετὰ τῆς νεκρώσεως συνεζευγμένης, γίνεται πρὸς αὐτοὺς παραχώρησις ἐν ἐλέει διὰ τὴν πτῶσιν τῆς ὑπερηφανίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Ν’ - Περὶ τοῦ αὐτοῦ νοῦ τοῦ κεφαλαίου τούτου καὶ περὶ προσευχῆς

Διάνοια δὲ συνηγμένη τοῦ κεφαλαίου τούτου ἐστὶ τὸ γινώσκειν ἡμᾶς ἐν πάσῃ ὥρᾳ, ὅτι ἐν ταύταις ταῖς εἰκοσιτέσσαρσιν ὥραις τῆς νυκτὸς καὶ τῆς ἡμέρας τῆς μετανοίας χρῄζομεν. Νόησις δὲ τοῦ ὀνόματος τῆς μετανοίας, καθὼς ἐκ τοῦ ἀληθινοῦ τρόπου τῶν πραγμάτων ἐγνώκαμεν, τοῦτο ἔστι δέησις ἐκτενὴς ἐν πάσῃ ὥρᾳ ἐν εὐχῇ πεπληρωμένῃ κατανύξεως προσεγγίζουσα τῷ Θεῷ ὑπὲρ ἀφέσεως τῶν παρελθόντων, καὶ λύπη ὑπὲρ τῆς τῶν μελλόντων φυλακῆς.

Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐν τῇ προσευχῇ τὴν ἀσθένειαν ἡμῶν ἐνηδραίωσε, λέγων «ἐξυπνίσθητε, φησί, καὶ γρηγορήσατε, καὶ εὔξασθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν». Καὶ «εὔξασθε καὶ μὴ ὀκνήσητε», καὶ «ἔσεσθε γρηγοροῦντες ἐν παντὶ καιρῷ καὶ εὐχόμενοι». «Αἰτεῖτε, φησί, καὶ λήψεσθε. Ζητήσατε, καὶ εὑρήσετε. Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». Μάλιστα δὲ τὸν ἑαυτοῦ λόγον ἐβεβαίωσε καὶ ἐπὶ πλέον σπουδάσαι ἡμᾶς παρεσκεύασεν ἐν τῇ παραβολῇ τοῦ φίλου, τοῦ ἀπελθόντος πρὸς τὸν ἑαυτοῦ φίλον τὸ μεσονύκτιον καὶ αἰτησαμένου αὐτῷ ἄρτον, λέγων· «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ διὰ τὴν φιλίαν αὐτοῦ δῷ αὐτῷ, ἀλλὰ γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ πάντα ὅσα ἂν αἰτήσηται αὐτῷ». Καὶ ὑμεῖς εὔξασθε καὶ μὴ ἀμελήσητε.

ᾯ τοῦ θάρσους τοῦ ἀῤῥήτου. Ὃ δοτὴρ διεγείρει ἡμᾶς αἰτήσασθαι πάρ’ αὐτοῦ, ἵνα δῷ ἡμῖν τὰ θεῖα αὐτοῦ χαρίσματα. Καὶ ἐὰν αὐτὸς πάντα ὅσα εὐεργετοῦσιν ἡμᾶς οἰκονομῇ ἡμῖν, ὡς οἶδεν αὐτός, ὅμως εἰς τὸ θαῤῥεῖν καὶ πεποιθέναι μεγάλως πεπληρωμέναι εἰσὶν αἱ φωναὶ αὐτοῦ αὗται. Καὶ διότι ἔγνω ὁ Κύριος, ὡς οὐκ ἀπῇρε τὴν ἔκκλισιν πρὸ τοῦ θανάτου καὶ ὅτι ὅσον αὕτη ἡ ἀλλοίωσις πλησίον ἐστίν, ἤγουν ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν καὶ ὅτι ὁ ἄνθρωπος καὶ ἡ φύσις αὐτοῦ δεκτικὴ ἐστὶ τῶν ἐναντίων, ἐπὶ τὴν διηνεκῆ δέησιν σπουδάσαι καὶ ἀγωνίσασθαι ἡμᾶς προτρέψατο. Ὅτι, εἰ ἦν ἡ χώρᾳ τῆς πεποιθήσεως ἐν τῷ κόσμῳ τούτῳ, ἡνίκα ἔφθασεν αὐτὴν ὁ ἄνθρωπος, ἔκτοτε ὑψοῦτο ἡ φύσις αὐτοῦ ἐκ τῆς χρείας καὶ ἡ ἐργασία αὐτοῦ ἐκ τοῦ φόβου, καὶ ὑπὲρ τῆς εὐχῆς οὐ προετρέπετο ἡμᾶς ἀγωνίζεσθαι, ἐν τῇ προνοίᾳ ἑαυτοῦ τοῦτο ποιούμενος. Διότι οὐδὲ ἐν τῷ μέλλοντι αἰῶνι προσευχὰς προσφέρουσι τῷ Θεῷ ἐν αἰτήσεσι τίνων. Διότι ἐν ἐκείνῃ τῇ πατρίδι τῆς ἐλευθερίας ἡ φύσις ἡμῶν οὐ δέχεται ἀλλοίωσιν, ούδ’ ἐκκλινισμόν κάτωθεν τοῦ φόβου τῆς ἐναντιώσεως, καὶ ὅτι τελεία ἐστὶν ἐν πᾶσι.

Διὰ τοῦτο οὐ περὶ τῆς εὐχῆς μόνον καὶ φυλακῆς, ἀλλὰ καὶ διὰ τὴν λεπτότητα καὶ ἀκαταληψίαν τῶν ἀεὶ ἀπαντώντων ἡμῖν, τῶν μὴ καταλαμβανομένων ὑπὸ τῆς γνώσεως τοῦ νοὸς ἡμῶν ἐν τούτοις ὧν πολλάκις καὶ ἀκουσίως ἐντὸς αὐτῶν εὑρισκόμεθα ἐν παντὶ καιρῷ. Κἂν γὰρ καὶ τὸ φρόνημα ἡμῶν μεγάλως βέβαιον καὶ εὐδοκοῦν ἐν τῷ ἀγαθῷ, ἀλλὰ ποσάκις πρὸς τὸν ὅρον τῶν πειρασμῶν ἀφῆκε, καὶ ἔῤῥιψεν ἡμᾶς ἡ πρόνοια αὐτοῦ, καθὼς εἶπεν ὁ μακάριος Παῦλος, «Ἵνα μὴ ὑπεραίρωμαι τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἐδόθη μοὶ σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα μὲ κολαφίζῃ. Καὶ ὅπερ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἄπ’ ἐμοῦ. Καὶ εἴρηκέ μοί, ἀρκείσοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθένεια τελείουται».

Λοιπὸν Κύριε, εἰ τοῦτο ἐστὶ τὸ θέλημα σου καὶ τούτων πάντων δέεται ἡ νηπιότης ἡμῶν παιδαγωγηθῆναι καὶ ἐξυπνισθῆναι ὑπὸ σου, καὶ ὁπόταν ἧ ὁ ἄνθρωπος μεμεθυσμένος ἐν τῷ πόθῳ σου, ὥσπερ ἐγώ, καὶ ἕλκεται ὀπίσω τῶν ἀγαθῶν, ὡς μὴ καθορᾶν τὸν κόσμον παντελῶς διὰ τὸν μεθυσμόν, ὃν ἔχει εἰς σε, καὶ ὑπὲρ τούτου καὶ ἕως τούτου φθάσαι με πεποίηκας εἰς ἀποκαλύψεις καὶ θεωρίας τὰς μὴ ἐξουσιαζομένας γλώσσῃ σάρκινη ἑρμηνευθῆναι καὶ ἰδεῖν καὶ ἀκοῦσαι φωνῆς τῆς λειτουργίας τῶν πνευματικῶν καὶ τῆς θεωρίας σὸν τῆς πεπληρωμένης ἁγιότητος ἀξιωθῆναι, καὶ ἀκμὴν σὺν τούτοις πᾶσι οὒχ ἱκανὸς εἰμὶ φυλάξαι ἐμαυτὸν ἐγώ, ὁ ὑπάρχων ἄνθρωπος τέλειος ἐν Χριστῷ, διὰ τὸ εἶναι τὶ ἔτι, καὶ διὰ τὴν λεπτότητα αὐτοῦ μὴ δυνάμενον ὑπὸ τῆς δυνάμεως μου καταληφθῆναι ἐμοὶ τῷ κεκτημένῳ τὸν νοῦν τοῦ Χριστοῦ

Λοιπὸν Κύριε, διὰ τοῦτο χαίρω ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν φυλακαῖς, ἐν δεσμοῖς, ἐν ἀνάγκαις, εἰτ’ ἐκ τῆς φύσεως, εἰτ’ ἐκ τῶν υἱῶν τῆς φύσεως, εἰτ’ ἐκ τῶν ἐχθρῶν αὐτῆς, νῦν χαίρων ὑπομένω τὰς ἀσθενείας μου, τοῦτο δὲ ἐστὶν ἐν τοῖς πειρασμοῖς μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Θεοῦ. Ἐὰν μετὰ τούτων ἁπάντων τῆς ῥάβδου τῶν πειρασμῶν ἐγὼ δέωμαι, ἵνα ἐπαυξήσῃ ἐν αὐτῇ ἐπ’ ἐμὲ ἡ ἐπισκήνωσίς σου καὶ φυλαχθῶ ἐν τῷ πλησιασμῷ σου, ἐγὼ γινώσκω, ὅτι οὐκ ἔτι σοι ἀγαπητὸς πλέον ἐμοῦ.

Καὶ ἐκ τούτου ὑπὲρ πολλοὺς ἐμεγάλυνάς με. Καὶ ὥσπερ ἐμοὶ ἔδωκες γνῶναι τὰς δυνάμεις σου καὶ θαυμαστὰς καὶ ἐνδόξους, τίνι τῶν ἀποστόλων τῶν ἑταίρων μου οὐκ ἔδωκας, καὶ ἐκάλεσας με σκεῦος ἐκλογῆς, ὡς πιστὸν φυλάξαι τὴν τάξιν τῆς ἀγάπης σου διὰ ταῦτα πάντα, καὶ μάλιστα ὡς προκύπτον καὶ πορευόμενον εἰς τὸ ἔμπροσθεν τὸ ἔργον του κηρύγματος, εἰ ὅταν λελυμένος γένωμαι ἐκ τοῦ δεσμοῦ τῶν πειρασμῶν, ἐγὼ γινώσκω, ὅτι παρεῖχες μοι ἐλευθερίαν, εἰ ὠφελούμην, ἀλλ’ οὐκ ηὐδόκησας εἶναι με χωρὶς θλίψεως οὐδὲ μερίμνης ἐν τῷ κόσμῳ τούτῳ, ἡνίκα οὐκ ἔμελλε σοι πλέον μάλιστα πληθύνεσθαι τὸ ἔργον τοῦ κηρύγματος τοῦ Εὐαγγελίου σου ἐν τῷ κόσμῳ, ὅσον ἐγὼ ὠφεληθῶ ἐν τοῖς πειρασμοῖς μου καὶ ὅταν ἡ ψυχὴ μου ὑγιὴς φυλαχθῇ παρὰ σοι.

Λοιπόν, ᾧ διακριτικέ, ἐὰν τοῦτο ὅλον, μεγάλη ἡ δωρεὰ τῶν πειρασμῶν ὅτι, ὅσον ἐπὶ πλέον ὑπεραρθῇ ὁ ἄνθρωπος καὶ εἰσέλθῃ εἰς τὸ πνευματικόν, κατὰ τὴν ὁμοίωσιν του Παύλου, ἀκμὴν χρῄζει φόβου καὶ παραφυλακῆς, καὶ ὠφέλειαν τρυγᾶ ἐκ τῆς ἀπαντήσεως τῶν πειρασμῶν. Τὶς ἐστὶν οὗτος ὁ φθάσας εἰς τὴν χωρᾶν τῆς πεποιθήσεως τὴν πεπληρωμένην σκυλευτῶν καὶ ἐδέξατο τὸ μὴ ἐκκλίνειν, ὅπερ τοῖς ἁγίοις ἀγγέλοις οὐκ ἐδόθη, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι, καὶ τοῦτο ἐδέξατο, ὅπερ ἐστὶ πάντων τῶν πνευματικῶν ἐναντίον καὶ τῶν σωματικῶν, καὶ ἀναλλοίωτος εἶναι ἐθέλει ὅλως καὶ μὴ προσεγγίσαι αὐτῷ πειρασμὸν τὸν ἐν τοῖς λογισμοῖς;

Ἡ τάξις δὲ τούτου τοῦ κόσμου αὕτη ἐστὶν ἡ διάνοια, ἡ ὡς ἐν πάσαις ταῖς γραφαῖς λεγομένη, ἐὰν καθ’ ἡμέραν χιλίας καθόδους δεχώμεθα πληγῶν, ἵνα μὴ μικροψυχήσωμεν καὶ ἀπολειφθῶμεν τοῦ δρόμου τοῦ ἐν τῷ σταδίῳ. Δυνατὸν γὰρ ἐστὶν ἐν μιᾷ προφάσει μικρὰ ἁρπάσαι τὴν νίκην καὶ δέξασθαι τὸν στέφανον ἡμῶν.

Οὗτος ὁ κόσμος δρόμος ἐστὶ τοῦ ἀγῶνος καὶ στάδιον τῶν δρόμων, καὶ οὗτος ὁ καιρὸς τῆς πάλης ἐστί, καὶ ἐν τῇ χώρᾳ, τῆς πάλης καὶ ἐν τῷ καιρῷ τοῦ ἀγῶνος νόμος οὐ κεῖται. Τοῦτο δὲ ἐστίν, ὅτι ὅρον οὐ τίθησιν ὁ βασιλεὺς ἐπὶ τοὺς στρατιώτας αὐτοῦ, ἕως ἂν πληρωθῇ ὁ ἀγὼν καὶ συνταχθῇ ἕκαστος ἄνθρωπος πρὸς τὴν θύραν τοῦ βασιλέως τῶν βασιλευόντων καὶ δοκιμασθῇ ἐκεῖσε ὁ ὑπομείνας ἐν τῷ ἀγῶνι, καὶ οὐ κατεδέξατο ἡττηθῆναι καὶ ὅστις ἔστρεψε τὸν νῶτον ἑαυτοῦ. Ποσάκις γὰρ γίνεται ἄνθρωπος μὴ χρησιμεύων τίνι καὶ ἀδιαλείπτως ἐκ τῆς ἀγυμνασίας αὐτοῦ ἕστηκε κεκρατημένος καὶ ἐῤῥιμμένος, καὶ ἐν παντὶ καιρῷ ἐν ἀδυναμίᾳ ὑπάρχων, ἐστὶν ὅτε ἁρπάζει τὸ φλάμουλον ἐκ τῆς χειρὸς τῶν υἱῶν τοῦ στρατοῦ τῶν γιγάντων καὶ ἐξάγεται τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαινεῖται πολὺ πλέον ὑπὲρ τοὺς ἀγωνιζόμενους καὶ γνωριζομένους ἐν νίκαις, καὶ ὑποδέχεται στέφανον καὶ δωρήματα τίμια ὑπὲρ ἅπαντας τοὺς ἑταίρους αὐτοῦ. Διὰ τοῦτο μὴ στήτω τις ἄνθρωπος ἐν ἀπογνώσει μόνον εἰς τὴν εὐχὴν μὴ ἀμελήσωμεν, καὶ αἰτήσασθαι παρὰ Κυρίου ἀντίληψιν μὴ ὀκνήσωμεν.

Καὶ τοῦτο θῶμεν ἐν τῷ φρονήματι ἡμῶν, ὅτι ὅσον ἔσμεν ἐν τῷ κόσμῳ τούτῳ καὶ ἐν τῇ σαρκὶ καταλελειμμένοι, ἐὰν ἕως τῆς ἀψῖδος τῶν οὐρανῶν ὑψωθῶμεν, χωρὶς ἔργων καὶ μόχθου γενέσθαι ἡμᾶς ἐν ἀμεριμνίᾳ τε εἶναι οὐ δυνάμεθα. Τοῦτο ἐστὶ τὸ τελείωμα συγχώρησον μοί. Τὸ πλέον δὲ τούτου μελέτη ἐστί, τουτέστι χωρὶς διανοίας.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα καὶ κράτος καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΑ: Περὶ διαφόρων τρόπων τοῦ πολέμου τοῦ ἐκ τοῦ διαβόλου
Προηγούμενο: ΛΟΓΟΣ ΜΘ’ - Περὶ τῆς ἀληθοῦς γνώσεως καὶ περὶ πειρασμῶν καὶ περὶ τοῦ ἀκριβῶς γινώσκειν, ὅτι οὐχὶ μόνον τινὲς ἐλάχιστοι καὶ ἀσθενεῖς καὶ ἀγύμναστοι, ἀλλὰ καὶ οἱ ἀξιωθέντες τῆς ἀπαθείας χρονικῶς καὶ φθάσαντες τὴν τελειότητα τοῦ φρονήματος καὶ πλησίον γενόμενοι τῆς καθαρότητος μερικῶς, τῆς μετὰ τῆς νεκρώσεως συνεζευγμένης, γίνεται πρὸς αὐτοὺς παραχώρησις ἐν ἐλέει διὰ τὴν πτῶσιν τῆς ὑπερηφανίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος