Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΒ’ - Περὶ τοῦ δευτέρου τρόπου, πρὸς τοὺς ψυχρούς
Προηγούμενο: ΛΟΓΟΣ Ν’ - Περὶ τοῦ αὐτοῦ νοῦ τοῦ κεφαλαίου τούτου καὶ περὶ προσευχῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΑ: Περὶ διαφόρων τρόπων τοῦ πολέμου τοῦ ἐκ τοῦ διαβόλου

Ἔχει ἔθος παλαιὸν ὁ διάβολος, ὁ ἀντίπαλος ἡμῶν τοῖς ἐν τῷ ἀγῶνι τούτῳ κατιοῦσι μηχανικῶς, διαιρεῖν τὰς πάλας αὐτοῦ κατ’ αὐτῶν ἐκ τοῦ σχήματος τῶν ὅπλων αὐτοῦ καὶ πρὸς τὸν σκοπὸν τῶν προσώπων ἀλλάσσει τὸν τρόπον τοῦ ἀγῶνος αὐτοῦ.

Καὶ πρὸς μὲν τοὺς ὄντας ῥαθύμους τῇ προαιρέσει καὶ ἐν τοῖς λογισμοῖς ἀσθενεῖς, θεωρεῖ αὐτοὺς καὶ ἐξ ἀρχῆς πολεμεῖ αὐτοὺς σφοδρῶς, ὥστε ἐγείρειν κατ’ αὐτῶν πειρασμοὺς στερεοὺς καὶ ἰσχυρούς, ὅπως γεύσασθαι αὐτοὺς ποιήσῃ τῶν τρόπων τῆς πονηρίας αὐτοῦ ἐκ τῆς ἀρχῆς τῆς ὁδοῦ, ἵνα ἐκ τοῦ πρώτου ἀγῶνος κατάσχῃ αὐτοὺς δειλία καὶ φανῇ αὐτοῖς ἡ ὁδὸς αὐτῶν τραχεῖα καὶ δύσβατος, καὶ εἴπωσιν οὕτως. «Ἐὰν ἡ ἀρχὴ αὐτῆς οὕτω δυσχερὴς καὶ σκληρά, ἕως τοῦ τέλους αὐτῆς τὶς δύναται ἀπαντῆσαι τοῖς ἀγῶσι τοῖς πολλοῖς, τοῖς ἐν μέσῳ αὐτῆς τεταγμένοις»; Καὶ ἔκτοτε οὐ δύνανται πάλιν στῆναι ἢ ἐλθεῖν εἰς τὸ ἔμπροσθεν, ἀλλ’ οὐδὲ πρὸς ἄλλο τὶ ἰδεῖν ἐκ τῆς ἐπείξεως τῆς φροντίδας τῆς περὶ τούτου.

Καὶ πρὸς ὀλίγον σφίγγει τὸν πόλεμον αὐτοῦ ὁ διάβολος πρὸς αὐτούς, ἵνα οὕτω φύγωσι. Μᾶλλον δὲ ὁ Θεὸς αὐτὸς ἐστὶν ὁ παραχωρῶν αὐτῷ ἰσχύειν κατ’ αὐτῶν καὶ ἐν μηδενὶ αὐτοῖς βοηθῶν. Διότι ἐν δισταγμῷ καὶ ψυχρότητι εἰς τὸν ἀγῶνα τοῦ Κυρίου εἰσῆλθον. Λέγει γάρ, «ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, καὶ κωλύει τὴν χεῖρα ἐκ τοῦ αἵματος»· καὶ πάλιν, «ἐγγὺς Κύριος τοῖς φοβουμένοις αὐτόν». Ἄνευ γὰρ φόβου καὶ ψυχρότητος ἀπαντῆσαι τῷ διαβόλῳ ἐπιτρέπει ὁ Θεός, λέγων «ἄρξαι τοίνυν τοῦ ἀπολέσαι αὐτὸν καὶ ὅρμησον κατ’ αὐτοῦ πρὸς πόλεμον, καὶ συμπλάκηθι αὐτῷ ἀνδρείως. Καὶ ἄρξομαι ἐπιθεῖναι τὸν φόβον σου ἐπὶ πάντας τοὺς ἐχθροὺς σου τοὺς ὑποκάτω τοῦ οὐρανοῦ, λέγει Κύριος». Ἐὰν γὰρ μὴ ἀποθάνῃς θάνατον αἰσθητὸν ἑκουσίως ὑπὲρ τῆς ἀγαθότητός του, ἀκουσίως μέλλεις ἀποθανεῖν ἐκ τοῦ Θεοῦ νοητῶς.

Ὅπερ οὖν ἐστὶ μέρος σου, μὴ δυσχεράνῃς δέξαθαι ὑπὲρ αὐτοῦ ἑκουσίως πρόσκαιρα παθήματα καὶ εἰσελθεῖν εἰς τὴν δόξαν τοῦ Θεοῦ. Ἐὰν γὰρ ἐν τῷ ἀγῶνι τοῦ Κυρίου ἀποθάνῃς σωματικῶς, αὐτὸς σε ὁ Κύριος στέφανοι καὶ τοῖς λειψάνοις σου τοῖς τιμίοις παρέχει ὁ Θεὸς τὴν τιμὴν τῶν μαρτύρων.

Διὰ τοῦτο, ὡς προεῖπον, ὅτι οἱ ἐν προοιμίοις αὐτῶν ἀμελεῖς καὶ χαῦνοι καὶ μὴ βιασθέντες πρὸς θάνατον δοῦναι ἑαυτούς, ἐντεῦθεν ἐν πᾶσι τοῖς πολέμοις εὑρίσκονται ἐλάχιστοι καὶ οὐκ ἀνδρεῖοι· μᾶλλον δὲ ὁ Θεὸς παραχωρεῖ αὐτοὺς διωχθῆναι καὶ πολεμηθῆναι διότι οὐκ ἐν ἀληθείᾳ ἐξεζήτησαν αὐτόν, ἀλλ’ ὡς πειράζοντες καὶ χλευάζοντες ἐδοκίμασαν τελειῶσαι τὸ ἔργον τοῦ Θεοῦ. Διὰ τοῦτο καὶ αὐτὸς ὁ διάβολος ἐξ ἀρχῆς ἐγνώρισεν αὐτοὺς καὶ ἐδοκίμασε τοὺς λογισμοὺς αὐτῶν, ὁποῖοι εἰσί, τουτέστι δειλοὶ καὶ φίλαυτοι, καὶ μᾶλλον φειδόμενοι τοῦ σώματος αὐτῶν. Διὰ τοῦτο ὡς ἐν καταιγίδι καταδιώκει αὐτούς, διότι δύναμιν νοητήν, ἥνπερ ἔχει ἔθος θεωρεῖν ἐν τοῖς ἁγίοις, οὐ θεωρεῖ ἐν αὐτοῖς. Πρὸς τὴν προαίρεσιν γὰρ τοῦ ἀνθρώπου τὴν πρὸς τὸν Θεὸν καὶ τὴν πρόθεσιν τὴν πρὸς τὸν σκοπὸν τὸν Δί’ αὐτόν, οὕτω συνεργεῖ αὐτῷ ὁ Θεὸς καὶ βοηθεῖ καὶ δεικνύει αὐτῷ τὴν πρόνοιαν αὐτοῦ. Οὐ δύναται γὰρ ὁ διάβολος προσεγγίσαι τῷ ἀνθρώπῳ ἢ προσενέγκαι αὐτῷ πειρασμούς, εἰ μὴ ἀμελήσῃ ἢ καὶ παραχωρήσῃ αὐτὸν ὁ Θεός, ἢ ἐὰν χαυνώσῃ αὐτὸν εἰς αἰσχροὺς λογισμοὺς ἀπὸ οἰήσεως καὶ ἐπάρσεως, ἢ ἀπὸ λογισμοῦ δισταγμοῦ καὶ διψυχίας. Τοὺς τοιούτους ὁ διάβολος ἐξαιτεῖται τοῦ περᾶσαι.

Τοὺς δὲ ἀρχαρίους καὶ ἁπλοῦς καὶ ἀπείρους οὐκ ἐξαιτεῖται παρὰ τοῦ Θεοῦ, ὥσπερ τοὺς ἁγίους καὶ μεγάλους, τοῦ πειράσαι αὐτούς. Διότι γινώσκει, ὅτι οὐ παραχωρεῖ αὐτοὺς ὁ Θεὸς πεσεῖν εἰς τὰς χεῖρας αὐτοῦ. Οἶδε γὰρ ὃ Θεός, ὅτι οὒχ ἱκανοῦσι πρὸς τοὺς πειρασμοὺς τοῦ διαβόλου, εἰ μὴ σχῶσι μίαν αἰτίαν ἐκ τῶν αἰτίων, ὧν προεῖπον. Καὶ τότε ἡ δύναμις τῆς προνοίας τοῦ Θεοῦ μακρύνεται ἐξ αὐτῶν.

Οὗτος ἐστὶν ὁ εἰς τρόπος τῶν πολέμων τοῦ διαβόλου.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΒ’ - Περὶ τοῦ δευτέρου τρόπου, πρὸς τοὺς ψυχρούς
Προηγούμενο: ΛΟΓΟΣ Ν’ - Περὶ τοῦ αὐτοῦ νοῦ τοῦ κεφαλαίου τούτου καὶ περὶ προσευχῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος