Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΓ’ - Περὶ τοῦ τρίτου τρόπου, πρὸς τοὺς δυνατούς
Προηγούμενο: ΛΟΓΟΣ ΝΑ: Περὶ διαφόρων τρόπων τοῦ πολέμου τοῦ ἐκ τοῦ διαβόλου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΒ’ - Περὶ τοῦ δευτέρου τρόπου, πρὸς τοὺς ψυχρούς

Οὓς δὲ ἀνδρείους καὶ δυνατοὺς θεωρεῖ ὃ διάβολος, καὶ τὸν θάνατον εἰς οὐδὲν λογιζομένους καὶ ἐν μεγάλῳ ζήλῳ ἐξελθόντας καὶ εἰς πάντα πειρασμὸν καὶ θάνατον ἐκδεδωκότας ἑαυτοὺς καὶ καταφρονοῦντας τῆς ζωῆς τοῦ κόσμου καὶ τοῦ σώματος καὶ πάντων τῶν πειρασμῶν, τούτοις οὐκ ἀπαντᾷ παραυτίκα ὁ διάβολος, οὐδὲ δεικνύει ἑαυτὸν τούτοις ὡς ἐπὶ πολύ, ἀλλὰ συστέλλει ἑαυτὸν καὶ τόπον δίδωσιν αὐτοῖς καὶ οὐκ ἀπαντᾷ αὐτοῖς πρὸς τὴν πρώτην ὁρμὴν αὐτῶν, οὐδὲ παρατάσσεται πρὸς αὐτοὺς εἰς πόλεμον. Γινώσκει γάρ, ὅτι πᾶσα ἀρχὴ θερμότερα ὑπάρχει τοῦ πολέμου καὶ οἶδεν ὅτι πολὺν ζῆλον ἔχει ὁ ἀγωνιστής, καὶ οὒχ ὡς ἔτυχε νικῶνται οἱ ζηλωταὶ τῶν πολεμιστῶν.

Καὶ οὒχ ὡς δειλιῶν ὁ διάβολος ποιεῖ τοῦτο, ἀλλ’ ἐκ τῆς περικειμένης αὐτοῖς θείας δυνάμεως τῆς φοβεριζούσης αὐτὸν ἐκφοβεῖται. Ὅσον οὖν θεωρεῖ αὐτοὺς οὕτως, οὐ τολμᾷ προσψαῦσαι αὐτοῖς, ἕως ὅτου ἴδῃ αὐτοὺς ψυχρανθέντας ἐκ τοῦ ζήλου αὐτῶν καὶ ἀποῤῥίψαντας τὰ ὅπλα, ἅπερ ἑαυτοῖς ἡτοίμασαν ἐν ταῖς ἑαυτῶν διανοίαις ἐν τῇ ἀλλοιώσει τῶν θείων λόγων καὶ τῶν μνημῶν τῶν συνεργουσῶν καὶ βοηθουσῶν αὐτοῖς. Καὶ προσέχει εἰς τὸν καιρὸν τῆς ῥᾳθυμίας αὐτῶν, καὶ ὅταν στραφῶσι μικρὸν ἐκ τῶν προτέρων λογισμῶν αὐτῶν καὶ αὐτοὶ ἀφ’ ἑαυτῶν ἄρξονται ἐφευρίσκειν ἐφευρέσεις τῆς ἥττης αὐτῶν ἐκ τῶν κολακευμάτων τοῦ φρονήματος αὐτῶν, τῶν βρυόντων ἐν αὐτοῖς καὶ ἀφ’ ἑαυτῶν αὐτοὶ ὀρύσσουσι βόθρον ἀπώλειας ταῖς ψυχαῖς αὐτῶν ἐκ τοῦ μετεωρισμοῦ τῶν λογισμῶν, τοῦ ἐκ τῆς ὀκνηρίας γινομένου, ἀφ’ ὧν ἡ ψυχρότης έβασίλευσεν ἐν αὐτοῖς ἤτοι ἐν ταῖς διανοίαις καὶ ταῖς καρδίαις αὐτῶν.

Καὶ ταῦτα μὲν ὁ διάβολος οὒχ ἑκουσίως ποιεῖ, ἡνίκα ἐμποδίζεται τοῦ πολεμεῖν αὐτούς, ἡ ὡς φειδόμενος αὐτῶν, οὐδὲ αίσχυνόμενος πάρ’ αὐτῶν, εἰς οὐδὲν γὰρ ἔχει αὐτούς. Ἀλλὰ λογίζομαι, ὅτι δύναμίς τις περικυκλοῖ τοὺς ἐν θερμότητι ζήλου διακειμένους πρὸς τὸν Θεόν, καὶ τοὺς νηπιωδῶς ἐξερχόμενους καὶ ἀλογίστως ἀποτασσομένους, ἐλπίζοντας δὲ εἰς τὸν Θεὸν καὶ πιστεύοντας καὶ ἀγνοοῦντας πρὸς τίνα τὴν πάλην ἔχουσι. Διὰ τοῦτο διώκει ὁ Θεὸς τὴν δεινότητα τῆς πονηρίας αὐτοῦ ἐξ αὐτῶν, τοῦ μὴ ἐγγίσαι αὐτοῖς. Χαλινοῦται γὰρ ὁ ἐχθρὸς θεωρῶν τὸν φύλακα, τὸν ἀεὶ αὐτοὺς φυλάττοντα. Ἐὰν γὰρ τὰς αἴτιας τῆς βοηθείας ἐξ αὐτῶν μὴ ἀποῤῥίψωσιν, αἰτινές εἰσὶ δεήσεις καὶ κόποι καὶ ταπεινοφροσύνη, ὁ ἀντιλήπτωρ καὶ βοηθὸς οὐκ ἀναχωρεῖ ἐξ αὐτῶν ποτέ.

Βλέπε καὶ γράψον ταῦτα εἰς τὴν καρδίαν σου, ὅτι ἡ φιληδονία καὶ τὸ ἀγαπᾶν τὴν ἀνάπαυσιν αἴτια ἐστὶ τῆς παραχωρήσεως. Ἐὰν δὲ τις ἐκ τούτων ὑπομείνῃ ἰσχυρῶς ἐγκρατευόμενος, ἐκ τῆς συνεργίας τοῦ Θεοῦ οὐδέποτε ἀπολιμπάνεται, καὶ ὁ ἐχθρὸς οὐ συγχωρεῖται προσβαλεῖν αὐτῷ. Καὶ ἐὰν ἅπαξ συγχωρηθῇ προσβαλεῖν αὐτῷ πρὸς παιδείαν, ἀλλ ἀκολουθεῖ αὐτῷ καὶ συνέχει αὐτὸν ἡ ἁγία δύναμις, καὶ οὐ φοβεῖται τοὺς πειρασμοὺς τῶν δαιμόνων, διότι ὁ λογισμὸς αὐτοῦ θαῤῥεῖ καὶ καταφρονεῖ αὐτῶν Δί’ αὐτήν.

Αὕτη γὰρ ἡ θεῖα δύναμις ἐκδιδάσκει τοὺς ἀνθρώπους ὥσπερ τὶς ἐκδιδάσκει τινὰ νεώτερον μικρὸν τὸ πλεῦσαι καὶ ὅταν ἄρξηται ποντίζεσθαι ἀναφέρει αὐτὸν διότι ἐπάνωθεν τῶν χειρῶν τοῦ διδάσκοντος αὐτὸν πλέει ὁ νεώτερος. Καὶ ὅταν ἄρξηται ὀλιγωρεῖν, ἵνα μὴ βυθισθῇ αὐτὸς ὁ βαστάζων αὐτὸν ἐν ταῖς χερσὶν αὐτοῦ ἐπιφωνεῖ αὐτῷ παραθαρύνων, Μὴ φοβοῦ, ἐγὼ βαστάζω σε. Καὶ ὥσπερ μήτηρ διδάσκει τὸν υἱὸν αὐτῆς τὸν μικρὸν τὸ περιπατεῖν καὶ μακρύνει ἑαυτὴν ἐξ αὐτοῦ καὶ προσκαλεῖται αὐτόν, ὅταν δὲ αὐτὸς ἐρχόμενος πρὸς τὴν μητέρα αὐτοῦ ἄρξηται τρέμειν καὶ διὰ τὴν ἁπαλότητα καὶ τρυφερότητα τῶν ποδῶν καὶ μελῶν πίπτειν, τρέχει ἡ μήτηρ αὐτοῦ καὶ βαστάζει αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτῆς, οὕτω καὶ ἡ χάρις τοῦ Θεοῦ βαστάζει καὶ διδάσκει τοὺς ἀνθρώπους, τοὺς καθαρῶς καὶ μετὰ ἁπλότητος ἐκδεδωκότας ἑαυτοὺς εἰς χεῖρας τοῦ πλάστου αὐτῶν, καὶ τοὺς ἐξ ὅλης καρδίας τῷ κόσμῳ ἀποταξαμένους καὶ ὀπίσω αὐτοῦ πορευομένους.

Σὺ δέ, ᾧ ἄνθρωπε, ἐξερχόμενος ὀπίσω τοῦ Θεοῦ, ἐν παντὶ καιρῷ τοῦ ἀγῶνος σου ἀεὶ τῆς ἀρχῆς μνημόνευε καὶ τοῦ πρώτου ζήλου τῆς ἀρχῆς τῆς ὁδοῦ καὶ τῶν θερμῶν λογισμῶν, μεθ’ ὧν ἐξῆλθες ἐν προοιμίοις ἔχων ἐκ τοῦ οἴκου σου, καὶ ἤνεγκας σεαυτὸν εἰς τὴν παράταξιν τοῦ πολέμου. Οὕτω δοκίμασαν σεαυτὸν καθ’ ἑκάστην ἡμέραν ὅπως μὴ ψυχρανθή ἡ θερμότης τῆς ψυχῆς σου ἐκ τοῦ ζήλου τοῦ ἐξαφθέντος ἐν σοι ἐξ ἀρχῆς, μήπως ζημιωθῇς τίνος τῶν ὅπλων, ὧν ἧς ἐνδεδυμένος ἐν ἀρχῇ τοῦ ἀγῶνος σου. Καὶ ὕψωσον ἀεὶ τὴν φωνὴν σου ἐντὸς τῆς παρεμβολῆς καὶ τὰ τέκνα τῶν δεξιῶν, ἤγουν τοὺς οἰκείους λογισμοὺς θάρσυνον καὶ ἀνδρείωσον καὶ δεῖξον τοῖς ἄλλοις, ἤτοι τῷ μέρει τοῦ ἐναντίου, ὅτι νηφάλιος εἰ. Καὶ ἐὰν οὖν ἐν προοιμίοις ὁρᾷς ὁρμὴν φοβερίζουσάν τε τοῦ πειράζοντας, μὴ χαυνωθῇς. Ἴσως αὕτη συμφέρει σοι. Οὐ γὰρ παραχωρεῖ δωρεὰν ὁ σώζων σε τίνα προσεγγίσαι σοι, εἰ μὴ οἰκονομίαν τινὰ προξένων πρὸς τὸ συμφέρον σοι.

Ἀλλὰ μὴ δείξῃς ῥαθυμίαν ἐξ ἀρχῆς, ἵνα μή, δείξας ὧδε ῥαθυμίαν, εἰς τοὔμπροσθεν βαίνων καταπέσῃς καὶ μηκέτι εὐρήσης ἀντιστῆναι ταῖς ἐπερχομέναις σοι λύπαις λέγω δὴ ἐκ τοῦ λιμοῦ καὶ τῆς ἀσθενείας καὶ ἐκ τῶν φοβερῶν φαντασιῶν καὶ τῶν λοιπῶν. Μὴ στρέψης τὸν τρόπον τοῦ ἀγωνοθέτου σου, ὅτι βοήθειαν κατὰ τοῦ ἐναντίου προξενεῖ σοι, ὅπως μὴ εὕρῃ σε ὁ ἐχθρὸς σου ὡς προσδοκᾷ. Ἀλλὰ παρακάλεσον τὸν Θεὸν ἀδιαλείπτως, καὶ κλαῦσον ἐνώπιον τῆς χάριτος αὐτοῦ καὶ πένθησον καὶ μόχθησον, ἕως ἂν ἐξαποστείλῃ σοι βοηθόν. Ἐὰν γὰρ ἅπαξ ἴδῃς τὸν σώζοντα σε πλησίον σου, οὐκ ἔτι ἡττηθήσῃ ἐκ τοῦ ἐχθροῦ σου τοῦ ἐναντιουμένου σοι. Οὗτοι οἱ δύο τρόποι τῆς πάλης τοῦ διαβόλου ἕως ὧδε.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΓ’ - Περὶ τοῦ τρίτου τρόπου, πρὸς τοὺς δυνατούς
Προηγούμενο: ΛΟΓΟΣ ΝΑ: Περὶ διαφόρων τρόπων τοῦ πολέμου τοῦ ἐκ τοῦ διαβόλου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος