Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΔ: ΠΕΡΙ τοῦ τετάρτου τρόπου, πρὸς τοὺς δοκίμους
Προηγούμενο: ΛΟΓΟΣ ΝΒ’ - Περὶ τοῦ δευτέρου τρόπου, πρὸς τοὺς ψυχρούς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΓ’ - Περὶ τοῦ τρίτου τρόπου, πρὸς τοὺς δυνατούς

Ὅταν οὖν μετὰ ταῦτα πάντα ἐπαναστῇ ὁ διάβολος τινὶ καὶ οὐ δύναται πρὸς αὐτὸν ἐν ἀγῶνι, μᾶλλον δὲ πρὸς τὸν ἐνισχύοντα αὐτὸν καὶ βοηθοῦντα αὐτῷ, δί’ ὃν ὁ ἄνθρωπος κατεπαίρεται αὐτοῦ καὶ λαμβάνει πάρ’ αὐτοῦ δύναμιν καὶ ὑπομονήν, ὥστε τὸ παχυμερὲς σῶμα καὶ ὑλικὸν νικῆσαι τὸν ἀσώματον καὶ νοερόν, ἡνίκα οὖν ἴδῃ ὁ ἐχθρὸς πᾶσαν ταύτην τὴν δύναμιν, ἥνπερ ἐδέξατο ὁ ἄνθρωπος ἐκ τοῦ Θεοῦ, καὶ τὰς ἔξω αἰσθήσεις αὐτοῦ ἐκ τῶν ὁρωμένων πραγμάτων καὶ τῶν φωνῶν τῶν ἀκουομένων μὴ ἡττωμένας καὶ τοὺς λογισμοὺς αὐτοῦ ὑπὸ τῶν κολακευμάτων καὶ θωπευμάτων αὐτοῦ μὴ χαυνουμένους, τότε λοιπὸν ἐπιθυμεῖ ὁ δόλιος ζητῆσαι τρόπον τινὰ τοῦ ἀποστῆσαι τὸν βοηθοῦντα τὸν ἄνθρωπον, τὸν ἄγγελον ἐκεῖνον ἄπ’ αὐτοῦ. Μᾶλλον δὲ ἐπιθυμεῖ ὁ δόλιος τυφλῶσαι τὸν νοῦν τοῦ ἀνθρώπου καὶ βοηθούμενου, καὶ εὑρεθῆναι αὐτὸν ἀβοήθητον, καὶ κινῆσαι ἐν αὐτῷ λογισμοὺς ὑπερηφανίας, ἵνα δοκῇ, ὅτι ὑπὸ τῆς ἑαυτοῦ δυνάμεως ὅλη ἡ ἰσχὺς αὕτη καὶ αὐτὸς ἑαυτῷ τὸν πλοῦτον τοῦτον ἐκτήσατο καὶ τῇ δυνάμει αὐτοῦ ἐφύλαξεν ἑαυτὸν ἐκ τοῦ ἐναντίου καὶ φονευτοῦ.

Καὶ πότε μὲν λογίζεται, ὅτι ἐκ συμβεβηκότος ἐνίκησε τὸν ἐχθρόν, πότε δέ, ὅτι διὰ τὴν ἀδυναμίαν τοῦ ἐχθροῦ, καὶ σιωπῶ περὶ τῶν ἄλλων τρόπων καὶ τῶν λογισμῶν τῆς βλασφημίας, ἐξ ὧν ἐμπίπτει εἰς φόβον ἡ ψυχὴ ἐκ τῆς μνήμης αὐτῶν καὶ μόνον ποτὲ δὲ ἐν σχήματι τῶν ἀποκαλύψεων τῶν ἐκ τοῦ Θεοῦ τὴν πλάνην αὐτοῦ εἰς τὸ μέσον φέρει καὶ ἐν τοῖς ἐνυπνίοις αὐτοῦ δεικνύει αὐτῷ πράγματα. Καὶ πάλιν ἐν ἐγρηγόρσει μορφοῦται εἰς ἄγγελον φωτὸς καὶ πάντα ποιεῖ, ἵνα δυνηθῇ πεῖσαι τὸν ἄνθρωπον κατὰ μικρὸν καὶ μικρὸν συμφρονῆσαι αὐτῷ,ἵνα παραδοθῇ εἰς χεῖρας αὐτοῦ.

Ἐὰν δὲ κρατήσῃ τοὺς λογισμοὺς αὐτοῦ ἐν ἀσφαλείᾳ ὁ φρόνιμος ἄνθρωπος, μᾶλλον δὲ κράτηση τὴν μνήμην του συνεργοῦντος αὐτῷ καὶ ἀτενίσῃ εἰς τὸν οὐρανὸν τὸ ὄμμα τῆς καρδίας αὐτοῦ, ἵνα μὴ βλέπῃ τοὺς ψιθυρίζοντας ταῦτα ἐν αὐτῷ, πάλιν ὁ ἐχθρὸς ἐπιτηδεύεται μηχανήσασθαι ἄλλους τρόπους.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΔ: ΠΕΡΙ τοῦ τετάρτου τρόπου, πρὸς τοὺς δοκίμους
Προηγούμενο: ΛΟΓΟΣ ΝΒ’ - Περὶ τοῦ δευτέρου τρόπου, πρὸς τοὺς ψυχρούς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος