Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΕ’ - Περὶ παθῶν
Προηγούμενο: ΛΟΓΟΣ ΝΓ’ - Περὶ τοῦ τρίτου τρόπου, πρὸς τοὺς δυνατούς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΔ: ΠΕΡΙ τοῦ τετάρτου τρόπου, πρὸς τοὺς δοκίμους

Λοιπὸν τοῦτο μόνον ὑπελείφθη αὐτῷ διότι συγγένειαν ἔχει ἡ φύσις πρὸς αὐτὸ καὶ διὰ τοῦτο ἐξαιρέτως ἐκδέχεται ποιήσασθαι τὸν ἀφανισμὸν τοῦ ἀνθρώπου ἐν αὐτῷ. Ποῖον δὲ ἐστὶ τὸ μηχάνημα; Τοῦτο ἐστὶν τὸ προβάλλειν τῷ ἀνθρώπῳ ἐν ταῖς φυσικαῖς χρείαις αὐτοῦ. Πολλάκις γὰρ τυφλοῦται ὁ νοῦς τοῦ ἀθλητοῦ ἐκ τῆς ὁράσεως καὶ τοῦ πλησιασμοῦ τῶν αἰσθητῶν πραγμάτων, καὶ εὐχερῶς ἐν τῷ ἀγῶνι ἡττᾶται, ὅταν πλησίον αὐτῶν γένηται, πολὺ δὲ μᾶλλον, ὅταν εὑρεθῶσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ.

Ἐν γνώσει γὰρ καὶ πείρᾳ χρῆται τῇ μεθόδῳ ταύτῃ ὁ διάβολος ὁ δεινὸς ἤγουν ἐκ τῆς πείρας τῆς μετὰ τῶν πολλῶν ἀγωνιστῶν καὶ ἰσχυρῶν καὶ δυνατῶν, τῶν ἐν τούτοις ἐκπεσόντων, καὶ τοῦτο σοφιστικῶς ποιῶν. Κἂν γὰρ μὴ δυνηθῇ πρακτικῶς ποιῆσαι τὸν ἄνθρωπον ἐνεργῆσαι, διὰ τὴν ἀσφάλειαν τῆς ἡσυχίας αὐτοῦ καὶ διὰ τὴν ἀποχὴν τῆς κατοικήσεως αὐτοῦ ἐκ τῶν ἀφορμῶν καὶ αἰτιῶν, ὅμως ἀγωνίζεται φαντάσαι τὸν νοῦν αὐτῶν, γαργαλίζων αὐτούς, κινήσεις κινῶν ἐν αὐτοῖς τοῦ διαλογίζεσθαι αὐτοὺς ἐν τοῖς αἰσχροῖς λογισμοῖς καὶ συγκατατίθεσθαι καὶ γενέσθαι ὑπευθύνους, ὥστε ἀποστῆναι ἄπ’ αὐτῶν τὸν βοηθὸν αὐτῶν.

Ἐπίσταται γάρ, ὅτι ἡ νίκη του ἀνθρώπου καὶ ἡ ἧττα αὐτοῦ καὶ ὁ θησαυρὸς αὐτοῦ καὶ ἡ ἀντίληψις αὐτοῦ καὶ πάντα τὰ τοῦ ἀσκητοῦ ἐν τῷ λογισμῷ αὐτοῦ συνίστανται καὶ ἐν μικρῷ νεύματι γίνεται, ἵνα μόνον ὁ λογισμὸς ἐκ τοῦ τόπου κινηθῇ καὶ προαιρέσει δείξει ῥοπῇ νεύματος τὴν συγκατάθεση καὶ ἐξ ἐκείνου τοῦ ὕψους εἰς τὴν γῆν κατέλθῃ, ὡς συνέβη πολλοῖς τῶν ἁγίων ἐν φαντασίαις κάλλους γυναικῶν. Πολλάκις δὲ καὶ τοὺς πλησιάζοντας κόσμῳ, ὡς ἀπὸ μιλίου ἢ δύο ἢ καὶ διαστήματος ἡμέρας, αὐτὰς τὰς γυναῖκας ἐν ἀληθείᾳ ἐτροπεύσατο ἀγαγεῖν πρὸς αὐτούς. Τοὺς δὲ ἀπέχοντας ἐκ τοῦ κόσμου ἐπεὶ οὐ δύναται παγιδεῦσαι, ἐν φαντασίαις δεικνύει αὐτοῖς τὸ κάλλος τῶν γυναικῶν, ποτὲ μὲν ἐν καλλωπισμῷ ἱματίων καὶ θεωρίᾳ ἀσελγείας, ποτὲ δὲ ἐν σχήματι γυμνῆς γυναικὸς δεικνύων αὐτοῖς ἀπρεπῶς. Διὰ γὰρ τούτων καὶ τῶν τοιούτων, τοὺς μὲν ἐνίκησεν εἰς αὐτὸ τὸ πρᾶγμα, οἱ δὲ ἐν φαντασίαις ἐνεπαίχθησαν διὰ τὴν ῥαθυμίαν τῶν λογισμῶν αὐτῶν, ὥστε εἰς ἀπογνώσεως βυθὸν ἐλθεῖν αὐτούς, καὶ πρὸς τὸν κόσμον ἐξέκλιναν καὶ τῆς ἐπουρανίου ἐλπίδος ἐξέπεσον αἱ ψυχαὶ αὐτῶν.

Ἄλλοι δὲ ἰσχυρότεροι αὐτῶν καὶ ὑπὸ τῆς χάριτος πεφωτισμένοι, ἐνίκησαν αὐτὸν καὶ τὰς φαντασίας αὐτοῦ καὶ ἐπάτησαν τὰς τοῦ σώματος ἡδονὰς καὶ εὑρέθησαν δόκιμοι ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ. Καὶ πολλάκις φαντασίας χρυσίου καὶ τιμίων πραγμάτων καὶ θησαυροὺς χρυσοῦς ἐφάντασεν αὐτούς, καὶ ἔστιν ὅτε ἐν ἀληθείᾳ ὑπέδειξεν αὐτοῖς ταῦτα, ἵνα διὰ τῶν τοιούτων διαφόρων φαντασιῶν, ἴσως δυνηθῇ ἐμποδίσαι τινὰ ἐξ αὐτῶν ἐκ τοῦ δρόμου αὐτοῦ καὶ ὑποσκελίσαι αὐτὸν διὰ μιᾶς τῶν παγίδων καὶ τῶν δικτύων αὐτοῦ.

Ἀλλὰ Κύριε, Κύριε, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμοὺς τοιούτους, ὁ γινώσκων τὴν ἀσθένειαν ἡμῶν, ἐξ ὧν μόλις δυνατοὶ καὶ δόκιμοι ἐξέρχονται ἐκ τῆς τοιαύτης πλάνης νικήσαντες. Καὶ ταῦτα ὅλα παραχωρεῖται ὁ πειράζων διάβολος πολεμῆσαι πρὸς τοὺς ἁγίους ἐν πειρασμοῖς, ἵνα δοκιμασθῇ ἡ ἀγάπη τοῦ Θεοῦ ἡ ἐν αὐτοῖς ἐν τοῖς τοιούτοις πειρασμοῖς, ἐὰν διὰ τὴν ἀποχὴν τῶν τοιούτων πραγμάτων καὶ ἀναχώρησιν καὶ στέρησιν καὶ ἀπορίαν αὐτῶν φιλόθεοι ὑπάρχωσι καὶ ἐμμένωσιν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ καὶ ἐξ ἀληθείας τὸν Θεὸν ἀγαπῶσι, καὶ κἂν πλησιάσωσι τοῖς πράγμασι τούτοις, ἀγωνίζονται καταφρονῆσαι καὶ ἐξουθενῆσαι αὐτὰ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ. Κολακευόμενοι ὕπ’ αὐτῶν, οὒχ ἡττῶνται ὕπ’ αὐτῶν, καὶ οὕτω πειράζονται, οὐχὶ διὰ τοῦτο μόνον ἵνα γνωσθῶσι τῷ Θεῷ, ἀλλὰ καὶ αὐτῷ τῷ διαβόλῳ. Ὅτι ἐπιποθεῖ πολλὰ πειράσαι καὶ δοκιμάσαι πάντας, εἰ ἐνεδέχετο καὶ ἐξαιτήσασθαι αὐτοὺς παρὰ τοῦ Θεοῦ τοῦ πειράσαι αὐτούς, ὥσπερ τὸν δίκαιον Ἰὼβ ἐξῃτήσατο.

Καὶ ἡνίκα μικρὰ παραχώρησις τοῦ Θεοῦ γένηται, προσεγγίζει πειράζων ὁ διάβολος σφοδρῶς, κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τῆς δυνάμεως τῶν πειραζομένων ὕπ’ αὐτοῦ, καὶ οὐ προσβάλλει ὁ ἄνομος διάβολος κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ. Καὶ ἐκ τούτου δοκιμάζονται οἱ ἀληθινοὶ καὶ βέβαιοι ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, εἰ ὅλων τούτων καταφρονοῦσι καὶ ὡς οὐδὲν λογίζονται ταῦτα κατέναντι τῶν ὀφθαλμῶν αὐτῶν πρὸς σύγκρισιν τῆς ἀγάπης τοῦ Θεοῦ. Καὶ ταπεινοῦντες ἑαυτοὺς ἀεὶ καὶ τῷ εἰς πάντα συνεργοῦντι αὐτοῖς καὶ αἰτίῳ τῆς νίκης αὐτῶν ἀποδίδοντες τὴν δόξαν καὶ εἰς τὰς χεῖρας αὐτοῦ παραδιδόντες ἑαυτοὺς ἐν τῷ ἀγῶνι, λέγοντες τῷ Θεῷ, ὅτι, «Σὺ εἰ ὁ δυνατός, Κύριε, καὶ σὸς ἐστὶν ὁ ἀγών, πολέμησον καὶ νίκησον ἐν αὐτῷ, Κύριε, ὑπὲρ ἡμῶν», τότε δοκιμάζονται ὡς χρυσὸς ἐν χωνευτηρίῳ οὗτοι.

Οἵτινες δὲ εἰσὶ κίβδηλοι, ἐν τοῖς τοιούτοις πειρασμοῖς δοκιμάζονται καὶ γνωρίζονται καὶ πίπτουσιν ἐκ τοῦ Θεοῦ ὡς σκύβαλα, δεδωκότες χωρᾶν τῷ ἐχθρῷ αὐτῶν καὶ ἐξέρχονται ὑπεύθυνοι διὰ τὴν ῥαθυμίαν τῆς διανοίας αὐτῶν ἥ διὰ τὴν ὑπερηφανίαν αὐτῶν ὅτι οὐκ ἠξιώθησαν δέξασθαι τὴν δύναμιν, ἥνπερ εἶχον οἱ ἅγιοι ἐνεργοῦσαν ἐν αὐτοῖς, διότι οὒχ ἡττᾶται ἡ δύναμις ἡ συνεργοῦσα ἡμῖν. Ἐστὶ γὰρ καὶ παντοδύναμος ὁ Κύριος καὶ ἰσχυρότερος πάντων καὶ ἐν παντὶ καιρῷ νικητὴς ἐν τῷ σώματι τῷ θνητῷ, ὅταν συγκατέλθῃ αὐτοῖς ἐν τῷ πολεμῶ. Ἐὰν δὲ καὶ νικηθῶσι, δῆλον ὅτι ἐκτὸς αὐτοῦ νικῶνται. Οὗτοι εἰσὶν οἱ γυμνοῦντες ἑαυτοὺς τῇ προαιρέσει αὐτῶν ἐξ αὐτοῦ διὰ τὴν ἀγνωμοσύνην αὐτῶν, ὅτι οὐκ ἠξιώθησαν τῆς δυνάμεως τῆς ἀντιλαμβανομένης τῶν νικητῶν, ἀλλὰ καὶ αὐτῆς τῆς δυνάμεως αὐτῶν τῆς συνήθως καὶ ἰδίας, ἧς εἶχον ἐν τοῖς καιροῖς τῶν πολέμων αὐτῶν τῶν σφοδρῶν, αἰσθάνονται ἑαυτοὺς κενοὺς εἶναι ἐξ αὐτῆς. Πῶς δὲ αἰσθάνονται; θεωροῦσι τὴν πτῶσιν αὐτῶν ἡδεῖαν καὶ γλυκεῖαν ἐν ὀφθαλμοῖς αὐτῶν καὶ ὅτι δύσκολον ἐστὶν ὑπομεῖναι αὐτοὺς τὴν δυσχέρειαν τοῦ ἀγῶνος τοῦ ἐχθροῦ αὐτῶν, ἦν ἐνίκων ἔκπαλαι καθαρῶς μετὰ ζήλου ἐκ τῆς ὁρμῆς τῆς κινήσεως τῆς φύσεως, ἧς εἶχον ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ θερμότητος καὶ ὀξύτητος. Καὶ ταῦτα ἐν τῇ ψυχῇ αὐτῶν νῦν οὒχ εὑρίσκουσι.

Καὶ οἱ μὲν ἐν ταῖς ἀρχαῖς αὐτῶν ῥᾴθυμοι καὶ χαῦνοι ὑπάρχοντες, οὐ μόνον ἐκ τῶν ἀγώνων τούτων καὶ τῶν τοιούτων, ἀλλὰ καὶ ἀπὸ ἤχου φύλλου δένδρου δειλιῶσι καὶ ταράσσονται καὶ ἀπὸ μικρᾶς ἀνάγκης τῆς ἀπὸ τῆς χρείας τοῦ λιμοῦ καὶ ἀπὸ μικρᾶς ἀσθενείας νικῶνται καὶ ἀπαρνοῦνται καὶ εἰς τὰ ὀπίσω στρέφονται. Οἱ δὲ ἀληθινοὶ καὶ δόκιμοι οὐδὲ ἐκ τοῦ χόρτου καὶ τοῦ λάχανου χορτάζονται, οὐδὲ διαιτώμενοι ῥίζαις βοτάνων ξηρῶν πρὸ τῆς νενομισμένης ὥρας τῆς τροφῆς καταδέχονται τίνος γεύσασθαι, ἀλλὰ καὶ χαμευνοῦσιν ἐν ἀτονίᾳ ὄντες τοῦ σώματος καὶ ἀμβλυωποῦσιν οἱ ὀφθαλμοὶ αὐτῶν ἐκ τῆς ἄγαν κενώσεως τοῦ σώματος κἂν δὲ ἐκ τῆς ἀνάγκης ἐγγίση ἐξελθεῖν ἐκ τοῦ σώματος, οὐδὲ οὕτω χεῖρα διδοῦσιν ἡττηθῆναι καὶ πεσεῖν ἐκ τῆς ἐῤῥωμένης προαιρέσεως. Ποθοῦσι γὰρ καὶ ἐφίενται τοῦ βιάσασθαι ἑαυτοὺς διὰ τὴν ἀγάπην τοῦ Θεοῦ καὶ κοπιῶν ὑπὲρ τῆς ἀρετῆς αἱροῦνται ἢ τὴν πρόσκαιρον ζωὴν ἔχειν καὶ πᾶσαν ἀνάπαυσιν τὴν ἐν αὐτῇ. Καὶ ὅταν ἐπέλθωσιν αὐτοῖς οἱ πειρασμοί, μᾶλλον εὐφραίνονται καὶ ἔτι ἐν αὐτοῖς τέλειοι γίνονται. Ἀλλ’ οὐδὲ ἐκ τῶν μοχθηρῶν κόπων τῶν γινομένων αὐτοῖς διστάζουσιν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ, ἀλλ’ ἕως ἂν ἐκλείψωσιν ἐκ τῆς ζωῆς, προθυμοῦνται δέξασθαι γενναίως τὰς ἐπηρείας καὶ οὐκ ἀναχωροῦσιν, ὅτι ἐν αὐτοῖς τέλειοι γίνονται.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΕ’ - Περὶ παθῶν
Προηγούμενο: ΛΟΓΟΣ ΝΓ’ - Περὶ τοῦ τρίτου τρόπου, πρὸς τοὺς δυνατούς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος