Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΣΤ’ - Περὶ τοῦ ὅτι συμφερόντως συνεχώρησεν ὁ Θεὸς τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν παθῶν ἐν ᾧ καὶ περὶ ἀσκητικῶν ἐργασιῶν
Προηγούμενο: ΛΟΓΟΣ ΝΔ: ΠΕΡΙ τοῦ τετάρτου τρόπου, πρὸς τοὺς δοκίμους
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΕ’ - Περὶ παθῶν

ᾯ τὶ γλυκεῖαι εἰσὶν αἱ ἀφορμαὶ τῶν παθῶν! Τὰ μὲν γὰρ πάθη ἐνίοτε δύναται τὶς κόψαι καὶ ἐν τῷ μακρυσμῷ αὐτῶν γαληνιᾷ καὶ εὐφραίνεται ἐν τῷ παύεσθαι αὐτά, τὰς μέντοι αἰτίας λιπεῖν οὐ δύναται. Διὰ τοῦτο μὴ θέλοντες πειραζόμεθα. Καὶ ἐν μὲν τοῖς πάθεσι λυπούμεθα, τὰς δὲ ἀφορμὰς ἐμμένειν ἐν ἡμῖν ἀγαπῶμεν τὰς ἁμαρτίας οὐκ ἐφιέμεθα, τὰς δὲ ἐπιφερούσας ἡμῖν αὐτὰς αἰτίας μεθ’ ἡδονῆς δεχόμεθα. Τούτου ἕνεκεν παραίτιοι γίνονται τῇ ἐνεργείᾳ αἳ δεύτεραι τῶν πρώτων.

Ὁ τὰς ἀφορμὰς τῶν παθῶν ἀγαπῶν ὑποχείριος ἐστὶν ἄκων καὶ μὴ βουλόμενος, καὶ δεδούλωται τοῖς πάθεσιν. Ὁ μισῶν τὰς ἰδίας ἁμαρτίας παύσεται ἄπ’ αὐτῶν, καὶ ὁ ὁμολογῶν αὐτάς, τεύξεται τῆς ἀφέσεως. Ἀδύνατον δὲ τινὶ τὴν ἕξιν τῆς ἁμαρτίας καταλιπεῖν, πρὶν ἔχθραν κτήσηται μὲτ αὐτῆς καὶ ἀφέσεως τυχεῖν πρὸ τῆς τῶν πλημμελημάτων ἐξομολογήσεως. Ἡ μὲν γὰρ ταπεινώσεως ἐστὶν ἀληθοῦς αἰτία, ἡ δὲ κατανύξεως, ἀπὸ αἰσχύνης ἀκολουθούσης τῇ καρδίᾳ.

Ἐὰν μὴ μισήσωμεν τὰ μέμψεως ἄξια, οὐ δυνάμεθα αἰσθάνεσθαι τῆς δυσωδίας τῆς ἐνεργείας αὐτῶν, οὐδὲ τοῦ βρώμου αὐτῶν ἐν ὅσῳ φέρομεν ταῦτα ἐν ταῖς ἰδίαις ψυχαῖς. Ἕως ἦν ἀποῤῥίψῃς τὸ ἄτοπον ἐκ σου, οὐ γνώσῃ ποίᾳ αἰσχύνη περιπεπλεγμένος εἶ, οὐδὲ τὴν ἐξ αὐτῆς ἐρυθρίασιν. Ὅταν δὲ ἐν ἄλλοις κατίδῃς τὸ σὸν φορτίον, τότε μαθήσῃ τὴν ἐπικειμένην σοι αἰσχύνην. Ἀπόστα τοῦ κόσμου καὶ τηνικαῦτα γνώσῃ τὸ δυσῶδες αὐτοῦ. Ἐὰν γὰρ μὴ ἀποστῇς, οὐ μὴ μάθης πῶς, ἀλλὰ μᾶλλον καὶ ὡς ὀσμὴν καλὴν περιβάλεις τὴν δυσωδίαν αὐτοῦ καὶ τὴν γύμνωσιν τῆς σῆς αἰσχύνης ὡς καταπέτασμα δόξης λογίσῃ.

Μακάριος μακρυνθείς ἀπὸ τοῦ κόσμου καὶ τοῦ σκότους αὐτοῦ καὶ μόνῳ προσεσχηκὼς ἑαυτῷ. Οὐ γὰρ δύναται ἡ διόρασις οὔτε ἡ διάκρισις ἐνεργῆσαι ἢ ὑπουργῆσαι τῷ ἐν μέσῳ τῶν ματαίων ἀνατρεφομένῳ. Πῶς γὰρ ἡ θολουμένη τούτου διάκρισις διακρῖναι δυνηθείη τὸ δέον; Μακάριος ὁ καταλείψας τὴν κάρωσιν τῆς μέθης αὐτοῦ καὶ τὸ ἀκόρεστον τῆς κραιπάλης αὐτοῦ ἐν ἄλλοις κατιδὼν ὁποῖον ἐστί. Τότε γὰρ γνώσεται τὴν ἰδίαν αἰσχύνην. Ἐν ὅσῳ δὲ τὶς τὴν κραιπάλην τῆς μέθης τῶν ἁμαρτιῶν αὐτοῦ ἐν ἑαυτῷ φέρει, ὡς εὐπρεπῆ φαίνονται πάντα αὐτῷ τὰ ὑπ’ αὐτοῦ πραττόμενα. Ὅταν γὰρ ἡ φύσις ἔξω γένηται τῆς ἰδίας τάξεως, ἐξίσου ἐστίν, εἴτε οἴνῳ εἴτε ἐπιθυμίαις μεμεθυσμένη ᾗ. Διότι ἀμφότερα τοῦ καθήκοντος ἐκβάλλουσι καὶ μίαν ἔκκαυσιν ἀμφότερα κινοῦσι ἐν τῷ σώματι, ἐν ᾧ φέρονται. Οἱ μὲν γὰρ τρόποι διάφοροι, τὸ δὲ συγκέρασμα ἕν. Καὶ ἡ μετάθεσις μὲν μία, αἱ δὲ διαφοραὶ τῶν αἰτιῶν ἄνισοι τυγχάνουσι, διακρίνονται δὲ καὶ κατὰ τὴν ὑποδοχὴν ἕκαστου.

Πάσῃ ἀνέσει ἕπεται ταλαιπωρία καὶ πάσῃ διὰ Θεὸν ταλαιπωρία, ἄνεσις ἀκολουθεῖ. Εἰ πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ φθορᾷ ὑπόκειται, καὶ ἡ φθορὰ διὰ τῶν ἐναντίων γίνεται, ἢ ἐνθάδε ἢ ἐν τῷ μέλλοντι αἰῶνι ἢ ἐν τῷ καιρῷ τῆς ἐξόδου.

Καὶ μάλιστα τῇ ἐξ ἀκολασίας ἡδονῇ ἢ τῇ κακοπαθείᾳ τῇ ἐναντιουμένῃ τῇ ἡδονῇ ταύτῃ, τῇ γινομένῃ διὰ ἁγιασμοῦ καὶ τοῦτο ὑπὸ φιλανθρωπίας οἰκονομεῖ ὁ Θεὸς ἢ ἐν αὐτῇ τῇ ὁδῷ ἢ ἐν τῷ τέλει αὐτῆς γεύσασθαι τῆς κολάσεως καὶ τῆς χαρᾶς διὰ τὸ πλούσιον αὐτοῦ ἔλεος ταύτην ὡς τίνα ἀμοιβήν, τὴν δὲ ὡς ἀῤῥαβῶνα. Διότι οὐ κωλύει τὸ κέρδος τοῦ ἀγαθοῦ μέχρι τῆς ἐσχάτης ὥρας. Τὸ μέντοι κακὸν καὶ κωλύει, διὰ τὸ κακωθῆναι τὸν ἄξιον κολάσεως, ὡς γέγραπται ὁ παιδευόμενος ἐνταῦθα διὰ τὴν ἰδίαν αἰσχύνην, ἐκ τῆς ἰδίας γεέννης ἐσθίει.

Παραφυλάττου ἐκ τοῦ ἰδίου αὐτεξουσίου τοῦ προηγουμένου τῆς πονηρᾶς δουλείας. Παραφυλάττου ἐκ τῆς παρακλήσεως τῆς προηγουμένης τοῦ πολέμου. Παραφυλάττου ἐκ τῆς γνώσεως τῆς προηγουμένης τῆς τῶν πειρασμῶν ἀπαντήσεως, ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἐκ τῆς ἐφέσεως τῆς πρὸ τῆς τελειώσεως τῆς μετανοίας. Εἰ γὰρ πάντες ἁμαρτωλοὶ ἐσμὲν καὶ οὐδεὶς ὑπέρτερος τῶν πειρασμῶν, οὐδεμία ἄρα τῶν ἀρετῶν ὑψηλότερα τῆς μετανοίας, ὅτι οὐδὲ τελειωθῆναι δύναται τὸ ἔργον αὐτῆς πώποτε· προήκει γὰρ αὕτη πᾶσιν, ἁμαρτωλοῖς καὶ δικαίοις πάντοτε, τοῖς βουλομένοις σωτηρίας τυχεῖν, καὶ οὐδεὶς ἐστὶν ὄρος τελειώσεως, ὅτι ἡ τελειότης καὶ τῶν τελείων ὄντως ἀτέλεστος. Διὰ τοῖ τοῦτο ἡ μετάνοια οὔτε καιροῖς οὔτε πράξει περιορίζεται ἕως θανάτου. Μνημόνευε ὅτι πάσῃ ἡδονῇ ἑπομένῃ ἐστὶν ἡ ἀηδία καὶ πικρότης ὡς δευτερεύουσα.

Παραφυλάττου ἀπὸ τῆς χαρᾶς τῆς μὴ ἐχούσης συνεζευγμένην τὴν αἰτίαν τῆς ἀλλοιώσεως. Πᾶν γὰρ ὃ κεκρυμμένην ἄνωθεν τὴν οἰκονομίαν ἔχει, οὐ δύναται καταλαβεῖν οὔτε γνῶναι τὸν ὅρον καὶ τὴν αίτίαν τῆς ἀλλοιώσεως αὐτοῦ. Ἀπ’ ἐκείνων φόβου, ὧν ὑπολαμβάνεις ὀρθότητα ἔχειν. Διότι ἔξωθεν τῆς ὁδοῦ λέγεται τούτων ὁδεύειν. Ἐκεῖνος ὁ ἐν σοφία εἰδὼς διοικῆσαι τὴν ὁλκάδα τοῦ κόσμου, ἀλλοίωσιν συνέμιξε πᾶσι τοῖς αὐτοῦ, καὶ τὸ ἔξωθεν τούτου σκίασμα ἐστίν.

Ἕπεται τῇ ἀνέσει τῶν μελῶν ἡ τῶν λογισμῶν ἔκστασις καὶ φύρσις, καὶ τῇ ἀμέτρῳ ἐργασίᾳ, ἀκηδίᾳ, καὶ τῇ ἀκηδίᾳ ἔκστασις. Διαφέρει δὲ ἔκστασις ἐκστάσεως. Τῇ μὲν γὰρ πρώτῃ τῇ ἐκ τῆς ἀνέσεως ἐκστάσει ἕπεται ὁ πόλεμος τῆς πορνείας, τῇ δε δευτέρᾳ τῇ ἐκ τῆς ἀκηδίας ἡ τοῦ ἰδίου ἡσυχαστηρίου κατάληψις καὶ ἀπὸ τόπου εἰς τόπον μετακίνησις. Τῇ δὲ ἐμμέτρῳ καὶ ἐπιπόνως διαμενούσῃ ἐργασίᾳ τιμῇ οὐκ ἐστί. Τούτων δὲ ἡ μείωσις μὲν πληθύνει τὴν ἡδονήν, ἡ ἀμετρία δὲ τὴν ἔκστασιν.

Ὑπόμεινον τὴν ἀφροσύνην τῆς φύσεώς σου, τὴν ἐν σοὶ νικῶσαν σε, ἀδελφέ, διότι ηὐτρέπισε γενέσθαι ἐν ἐκείνῃ τῇ σοφίᾳ τῇ αΐδιον ἐχούσῃ τῆς ἀρχῆς τὸν στέφανον. Μὴ δειλιάσῃς ἐκ τῆς ταραχῆς του ἀδαμιαίου σώματος, τοῦ εὐτρεπισθέντος γενέσθαι ἐν τῇ τροφῇ ἐκείνῃ, ἧς ἡ γνῶσις ἐνθάδε ἔξωθεν τοῦ νοὸς τῶν σαρκικῶν τυγχάνει. Ἡνίκα ἂν ἐπιστῇ ἡ οὐράνιος εἰκών, ἥτις ἐστὶν ὁ βασιλεὺς τῆς εἰρήνης, μὴ ταραχθῇς ἐξ ἐναντίας τῆς ἀλλοιώσεως τῆς ταραχῆς τῆς φύσεως. Διότι πρόσκαιρος ἐστὶν ἡ ἐν τούτῳ κακοπάθεια τῷ μεθ’ ἡδονῆς ὑποδεχομένῳ αὐτήν. Ἐοίκασι γὰρ κυναρίοις τὰ πάθη, τοῖς εἰωθόσι σχολάζειν τοῖς μακελλαρίοις, ἅτινα μόνῃ φωνῇ ἀποδιδράσκουσιν, ἀμελούμενα δὲ ὡς λέοντες παμμεγέθεις ἐπέρχονται.

Ἐξουδένωσον τὴν μικρὰν ἐπιθυμίαν, ἵνα μὴ ἐνθυμηθῇς τὴν σφοδρότητα τῆς πυρώσεως αὐτῆς. Διότι ἡ ὑπὲρ τῶν μικρῶν πραγμάτων ὑπομονὴ τῶν μεγάλων πραγμάτων τὸν κίνδυνον ἀποσοβεῖ. Ἀδύνατον γὰρ κατακρατῆσαι τῶν μεγάλων πραγμάτων, ἐὰν μὴ νικήσῃς τὰ εὐτελέστερα.

Μνημόνευε τῆς τάξεως, ἐν ᾗ μέλλεις γενέσθαι, ᾧ ἀδελφέ, ἧς οὐκ ἐστὶν ἡ ζωή, ὡς ἡ διὰ τῶν χυμῶν ἕρπουσα καὶ κινουμένη, δι’ ἧς συντρίβεται ἡ θνητότης. Καὶ οὐκ ἐστὶν ἐν αὐτῇ πύρωσις τῆς συγκράσεως, ἥτις σύγκρασις τῇ κολακεία, τῆς ἡδονῆς κόπον παρέχει τῇ νηπιώδει φύσει. Ὑπόμεινον τὸν μόχθον τοῦ ἀγῶνος, εἰς ὃν πρὸς δοκιμασίαν εἰσήχθης, ἵνα λάβῃς παρὰ Θεοῦ στέφανον, καὶ ἀναπαύσῃ, διαπεράσας ἐκ τοῦδε τοῦ κόσμου. Μνημόνευε καὶ τῆς ἀνέσεως ἐκείνης, ἥτις οὐκ ἔχει πέρας, καὶ τῆς ζωῆς τῆς ἀκολακεύτου καὶ τῆς τάξεως τῆς τελείας καὶ τῆς ἀμετακινήτου οἰκονομίας καὶ τῆς αἰχμαλωσίας τῆς καταναγκαζούσης ἀγαπῆσαι τὸν Θεόν, τῆς κυριευούσης τῆς φύσεως.

Ἧς ἀξιωθείημεν χάριτι Χριστοῦ, ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΣΤ’ - Περὶ τοῦ ὅτι συμφερόντως συνεχώρησεν ὁ Θεὸς τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν παθῶν ἐν ᾧ καὶ περὶ ἀσκητικῶν ἐργασιῶν
Προηγούμενο: ΛΟΓΟΣ ΝΔ: ΠΕΡΙ τοῦ τετάρτου τρόπου, πρὸς τοὺς δοκίμους
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος