Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΖ’ - Περὶ ἀλλοιώσεως τῆς ἐν τῇ ψυχῇ γινομένης ἐν παντὶ καιρῷ φωτὸς καὶ σκότους καὶ ἐκβιβασμοῦ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς γενομένου
Προηγούμενο: ΛΟΓΟΣ ΝΕ’ - Περὶ παθῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΣΤ’ - Περὶ τοῦ ὅτι συμφερόντως συνεχώρησεν ὁ Θεὸς τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν παθῶν ἐν ᾧ καὶ περὶ ἀσκητικῶν ἐργασιῶν

Τὸ ἐν τίνι συμπτώματι τῆς ἁμαρτίας ὀλισθαίνειν δήλῳ τιν ἐστὶ τῆς φυσικῆς ἀσθενείας. Διότι συμφερόντως συνεχώρησεν ὁ Θεὸς τὴν ψυχὴν δεκτικὴν αὐτὴν εἶναι τῶν παθῶν οὐ γὰρ συνεῖδεν ἀνωτέραν τούτων αὐτὴν καθιστάναι πρὸ τῆς δευτέρας παλιγγενεσίας. Τὸ δεκτικὴν εἶναι τῶν παθῶν ὠφέλιμον πρὸς τὴν τῆς συνειδήσεως κατακέντησιν. Τὸ μέντοι διαμεῖναι ἐν τούτοις ἀναιδὲς καὶ ἀναίσχυντον. Τρεῖς τρόποι εἰσί, δι’ ὧν πᾶσα ψυχὴ λογικὴ τῷ Θεῷ προσεγγίσαι δύναται ἢ διὰ θερμότητος πίστεως ἢ διὰ φόβου ἢ διὰ παιδείας Κυρίου. Οὐδεὶς δὲ δύναται προσεγγίσαι τῇ τοῦ Θεοῦ ἀγάπῃ, εἰ μὴ προηγήσηται εἰς τῶν τριῶν τρόπων τούτων.

Ὥσπερ ἀπὸ τῆς γαστριμαργίας τίκτεται ἡ ταραχὴ τῶν λογισμῶν, οὕτω καὶ ἀπὸ πολυλογίας καὶ ἀταξίας τῶν συντυχιῶν ἡ ἄγνοια καὶ ἡ τοῦ νοῦ ἔκστασις. Ἡ τῶν βιωτικῶν πραγμάτων μέριμνα ταράσσει τὴν ψυχήν, καὶ τὸ ὑπὸ τούτων συμφύρεσθαι τὸν νοῦν συμφύρει καὶ τῆς γαλήνης ἐκβάλλει.

Πρέπει τῷ παραδεδωκότι ἑαυτὸν μοναχῷ τῇ ἐπουρανίῳ γεωργίᾳ, ἀεὶ καὶ διὰ παντὸς πάσης βιωτικῆς φροντίδος ἐκτὸς εἶναι, ἵνα, ἐν ἑαυτῷ γενόμενος, μηδὲν ὅλως ἐν ἑαυτῷ εὕρῃ τοῦ παρόντος αἰῶνος. Ἐκ γὰρ τῶν τοιούτων ἀργὸς γενόμενος, ἀπερισπάστως δύναται μελετᾶν ἐν τῷ νόμῳ τοῦ Κυρίου ἡμέρας καὶ νυκτός. Οἱ σωματικοὶ κόποι ἄνευ τῆς τοῦ νοῦ καθαρότητος, ὡς ἄτεκνος μήτρᾳ καὶ μαστοὶ κατάξηροι τῇ γὰρ τοῦ Θεοῦ γνώσει προσεγγίσαι οὐ δύνανται. Καὶ τὸ μὲν σῶμα κατάκοπον ποιοῦσιν, ἐκριζοῦν δὲ τὰ πάθη ἐκ τοῦ νοὸς οὐ φροντίζουσί διὰ τοῦτο θεριοῦσι οὐδέν.

Ὥσπερ ὁ σπείρων ἐπ’ ἀκάνθαις οὐδὲν δύναται θερίσαι, οὕτως ὁ τῇ μνησικακίᾳ ἑαυτὸν ἀφανίζων καὶ τῇ φιλοκτημοσύνῃ οὐδὲν δύναται ἀνύσαι, ἀλλὰ στένει ἐπὶ τῆς κοίτης αὐτοῦ ἐκ τῆς πολλῆς ἀγρυπνίας καὶ ἀποχῆς τῶν πραγμάτων. Καὶ μαρτυρεῖ ἡ Γραφὴ ἡ λέγουσα «ὡς λαὸς ἐργαζόμενος δικαιοσύνην, καὶ ὡς μηδεμιᾶς τῶν ἐντολῶν Κυρίου ἀμελήσας, ζητοῦσι τὴν πάρ’ ἐμοῦ δικαιοσύνην καὶ ἀλήθειαν, καὶ βούλονται προσεγγίσαι μοι τῷ Θεῷ, λέγοντες ἵνα τὶ ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; Καὶ ἑαυτοὺς ἐταπεινώσαμεν, καὶ οὐκ ἔγνω; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν ποιεῖτε τὰ θελήματα ὑμῶν, λέγω δή, τὰς πονηρὰς ἐνθυμήσεις ὑμῶν». Καὶ ὡς εἰδώλοις ὁλοκαρπώσεις προσφέρετε αὐτάς, καὶ τοὺς χαλεποὺς διαλογισμούς, οὕτως Θεὸν ἐλογίσασθε ἐν αὐτοῖς, τὸ ὑμέτερον αὐτοῖς θυσιάζοντες σῶμα, τὸ πάντων θυμιαμάτων τιμιώτερον, ὅπερ ἐμοὶ ἀφιερῶσαι ἐχρῆν ὑμᾶς διὰ τῆς ὑμῶν ἀγαθοεργίας καὶ καθαρᾶς συνειδήσεως.

Εὔθετος γῇ ἐστὶν ἡ εὐφραίνουσα τὸν ἑαυτῆς γεωργὸν τῇ μέχρις ἑκατὸν καρποφορία ψυχῇ ἡ στιλβωθείσα τῇ τοῦ Θεοῦ μνήμῃ καὶ τῇ ἀκοιμήτῳ ἀγρυπνίᾳ νυκτὸς καὶ ἡμέρας. Ἐκεῖ οἰκοδομεῖ ὁ Κύριος ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς νεφέλην σκέπουσαν αὐτὴν ἐν ἡμέρᾳ καὶ φωτὶ πυρὸς διαυγάσας τὴν νύκτα. Ἔσωθεν τοῦ γνόφου αὐτῆς φῶς λάμψει.

Ὥσπερ νέφος καλύπτει τὸ φῶς τῆς σελήνης, οὕτως οἱ ἀτμοὶ τῆς γαστρὸς διώκουσι τὴν σοφίαν τοῦ Θεοῦ ἐκ τῆς ψυχῆς. Καὶ καθάπερ πυρὸς φλὸξ ἐν ξηροῖς ξύλοις, οὕτω καὶ τὸ σῶμα γαστρὸς ἐμπιπλαμένης. Καὶ καθάπερ ὕλη παρὰ ὕλης αὔξει τὴν φλόγα τοῦ πυρός, οὕτως ἡ ποικιλία τῶν βρωμάτων τὴν τοῦ σώματος κίνησιν.

Ἐν σώματι φιληδόνῳ ἡ γνῶσις τοῦ Θεοῦ οὐκ οἰκεῖ, καὶ ὁ ἀγαπῶν τὸ ἴδιον σῶμα τῆς τοῦ Θεοῦ χάριτος οὐκ ἐπιτεύξεται. Ὧσπέρ ἀπὸ ὠδίνων τίκτεται καρπὸς εὐφραίνων τὴν τετοκυῖαν, οὕτως ἐκ τοῦ κόπου τοῦ λαιμοῦ τίκτεται ἐν τῇ ψυχῇ καρπός, ἡ γνῶσις τῶν μυστηρίων τοῦ Θεοῦ, τοῖς δὲ ὀκνηροῖς καὶ φιληδόνοις αἰσχύνης καρπός. Ὥσπερ πατὴρ κήδεται τέκνου, οὕτω καὶ ὁ Χριστὸς κήδεται σώματος κακοπαθοῦντος Δὶ αὐτόν, καὶ πλησίον ἐστὶ τοῦ στόματος αὐτοῦ διαπαντός. Τῆς ἐν σοφίᾳ ἐργασίας ἀτίμητον τὸ κτῆμα.

Ξένος ἐστὶν ὁ κατὰ διάνοιαν ἔξω γενόμενος πάντων τῶν βιωτικῶν. Πενθικὸς ἐστὶν ὁ ἐν πείνῃ καὶ δίψῃ διάγων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν. Μοναχὸς ἐστὶν ὁ ἔξωθεν τοῦ κόσμου καθήμενος καὶ ἀεὶ δεόμενος τοῦ Θεοῦ τυχεῖν τῶν μελλόντων ἀγαθῶν. Πλοῦτος μοναχοῦ ἐστὶν ἡ παράκλησις ἡ γενομένη ἐκ τοῦ πένθους καὶ ἡ χαρὰ ἡ ἐκ πίστεως ἡ ἐν τοῖς ταμείοις τῆς διανοίας λάμπουσα. Ἐλεήμων ἐστὶν ὁ μὴ διακρίνων κατὰ διάνοιαν τίνα ἀπὸ τίνος, ἀλλὰ πάντας ἐλεῶν.

Παρθένος ἐστίν, οὒχ ὁ τὸ σῶμα αὐτοῦ φυλάξας ἀπὸ τῆς συνουσίας ἀμόλυντον, ἀλλ’ ὃ αἰδούμενος ἑαυτοῦ, ὅταν κατ’ ἰδίαν γένηται. Εἰ ἀγαπᾷς τὴν σωφροσύνην, δίωξον τοὺς αἰσχροὺς λογισμοὺς ἐν τὲ τῇ μελέτῃ τῆς ἀναγνώσεως καὶ τῇ ἐκτεταμένῃ προσευχῇ, καὶ τότε πρὸς τὰς αἴτιας τῆς φύσεως καθοπλισθήση. Χωρὶς δὲ τούτων ἁγνείαν ἰδεῖν ἐν τῇ ψυχὴ ἀδύνατον.

Εἰ θέλεις κτήσασθαι τὴν ἐλεημοσύνην, πρῶτον ἔθιζε σαυτὸν καταφρονεῖν πάντων, ἵνα μὴ τῷ βάρει τούτων ὁ νοῦς ἑλκυσθῇ καὶ τῶν ἰδίων ὅρων ἐκτὸς γένηται. Τῆς γὰρ ἐλεημοσύνης ἡ ἀκρίβεια ἐν τῇ τοῦ ἀδικεῖσθαι αἱρουμένου ὑπομονῇ δείκνυται. Τῆς ταπεινώσεως ἡ τελειότης ἐστὶ τὸ φέρειν μετὰ χαρᾶς τὰς ψευδεῖς κατηγορίας. Εἰ ἐν ἀληθείᾳ ἐλεήμων εἶ, ὅταν ἀφαιρεθῇς τὰ σὰ ἀδίκως, μὴ θλιβῇς ἔσωθεν, μηδὲ τὴν ζημίαν τοῖς ἔξω διηγοῦ. Καταποθήτω δὲ μᾶλλον ἡ ζημία τῶν ἠδικηκότων σὲ τῇ σῇ ἐλεημοσύνῃ, ὥσπερ ἡ αὐστηρία τοῦ οἴνου τῇ τοῦ ὕδατος πληθυνότητι. Καὶ ἐπίδειξαι τὸ πλῆθος τῆς ἐλεημοσύνης σου ἐν οἷς ἀγαθοῖς ἀμείβῃ τοὺς ἀδικήσαντάς σε. Καθὼς καὶ ὁ μακάριος Ἐλισσαῖος ἐποίησε τοῖς ἐχθροῖς αὐτοῦ, αἰχμαλωτίσαι αὐτὸν βουλομένοις ὅτε γὰρ προσηύξατο καὶ ἀπετύφλωσεν αὐτοὺς τῇ ἀχλύι, ἐπεδείξατο τὴν ἐν αὐτῷ οὖσαν δύναμιν, ὅτε δὲ βρῶσιν καὶ πόσιν δεδωκὼς αὐτοῖς εἴασεν ἀπέρχεσθαι, τὴν ἐν αὐτῷ ἐλεημοσύνην ἐπεδείξατο.

Ὁ ταπεινόφρων ἐν ἀληθείᾳ, ἀδικούμενος οὐ ταράσσεται, οὐδὲ ἀπολογίαν ποιεῖ ὑπὲρ τοῦ πράγματος, οὐ ἠδικήθη, ἀλλὰ δέχεται τὰς συκοφαντίας ὡς ἀλήθειαν καὶ οὐ μέριμνα πεῖσαι τοὺς ἀνθρώπους, ὅτι ἐσυκοφαντήθη, ἀλλὰ συγχώρησιν αἰτεῖται. Τινὲς γὰρ τὸ ὄνομα τῆς ἀκολασίας ἑαυτοῖς ἐπεσπάσαντο ἑκουσίως, μὴ ὄντες οὕτως, ἕτεροι δὲ τὸ τῆς μοιχείας, πόῤῥω τούτου ὄντες, ὑπέμενον, καὶ ἐπικαρπίαν ἁμαρτίας, ἦν οὐκ εἰργάσαντο, διὰ τῶν δακρύων ἑαυτοὺς ἐπεφόρτιζον, συγχώρησιν ἀνομίας, ἦν οὐκ εἰργάσαντο, μετὰ κλαυθμοῦ παρὰ τῶν ἠδικηκότων ἐξῃτοῦντο, πάσῃ καθαρότητι καὶ ἁγνείᾳ ὄντες ἐστεφανωμένοι τὴν ψυχήν. Ἄλλοι δέ, ἵνα μὴ δοξασθῶσιν ἐν τῇ ἐναρέτῳ αὐτῶν καταστάσει, τῇ οὔσῃ ἐν αὐτοῖς κεκρυμμένη, ἐν σχήματι παραπλήγων ἑαυτοὺς ἐδείκνυον, τῷ θείῳ ἁλάτι ἠρτυμένοι ὄντες καὶ τῇ γαλήνῃ πάγιοι, ὥστε ἐκ τῆς ἄκρας αὐτῶν τελειότητος τοὺς ἁγίους ἀγγέλους ἔχειν κήρυκας τῶν ἰδίων ἀνδραγαθημάτων.

Σὺ μὲν ταπείνωσιν νομίζεις ἔχειν, ἄλλοι δὲ ἑαυτῶν κατηγόρουν σὺ δὲ οὐδὲ ὑπὸ ἄλλων κατηγορούμενος φέρεις,καὶ ταπεινόφρονα ἑαυτὸν ψηφίζεις. Εἰ ταπεινόφρων εἶ, δοκίμασον σεαυτὸν ἐν τούτοις, ἐὰν οὗ ταράσσῃ ἀδικούμενος.

Πολλὰς μονὰς ὁ Σωτὴρ τοῦ Πατρὸς καλεῖ τὰ μέτρα τῆς διανοίας τῶν ἐν τῇ χώρᾳ ἐκείνῃ αὐλιζομένων, λέγω δὴ τὰς διακρίσεις καὶ διαφορὰς τῶν πνευματικῶν χαρισμάτων, ἐν οἷς κατὰ διάνοιαν ἐντρυφῶσιν. Οὐ γὰρ διαφορὰ τόπων, ἀλλὰ τάξει χαρισμάτων, πολλὰς μονὰς εἴρηκε. Καθάπερ ἕκαστος τοῦ αἰσθητοῦ ἡλίου κατὰ τὴν καθαρότητα τῆς ὀπτικῆς δυνάμεως τε καὶ ἀντιλήψεως κατατρυφᾷ. Καὶ καθάπερ ἑνὸς λύχνου ἐν ἑνὶ οἴκῳ διαυγάζοντος, διάφορος ἡ αὐγὴ γίνεται, τοῦ φωτὸς μὴ μεριζομένου εἰς πολλὰς λαμπηδόνας, οὕτως ἐν τῷ μέλλοντι αἰῶνι οἱ δίκαιοι πάντες αὐλίζονται ἐν μία χώρᾳ ἀδιαιρέτως. Ἕκαστος δὲ κατὰ τὸ ἑαυτοῦ μέτρον ἐξ ἑνὸς νοητοῦ ἡλίου διαυγάζεται καὶ τὴν εὐφροσύνην, ὡς ἐξ ἑνὸς ἀέρος καὶ τόπου καὶ καθέδρας καὶ θεωρίας καὶ σχήματος.

Καὶ οὐ θεωρεῖ τις τὰ μέτρα τοῦ ἑταίρου αὐτοῦ, οὔτε τοῦ ὑπερέχοντος, οὔτε τοῦ ὑποδεεστέρου, ἵνα μή, ὁρῶν τὴν ὑπερβάλλουσαν χάριν τοῦ ἑταίρου αὐτοῦ καὶ τὸ ἑαυτοῦ ὑστέρημα, γένηται αὐτῷ ταῦτα λύπης καὶ ἀδημονίας αἴτια. Μὴ γένοιτο τοῦτο εἶναι, ὅπου οὐκ ἔστι λύπη, οὐδὲ στεναγμός, ἀλλ’ ἕκαστος κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν, κατὰ τὸ μέτρον αὐτοῦ, ἔσω ἐν αὐτοῦ εὐφραίνεται. Μία δὲ ἡ θεωρία ἡ ἔξωθεν τῶν πάντων ἐστί, καὶ μία ἡ χαρά, καὶ χωρὶς τῶν δύο τούτων τάξεων οὐκ ἔστιν ἄλλη μεσιτεύουσα τάξις. Λέγω δὴ μίαν μὲν τὴν ἄνω, ἑτέραν δὲ τὴν κάτω, μέση δὲ τούτων ἡ ποικιλίᾳ τῆς διαφορᾶς τῶν ἀμοιβῶν.

Εἰ δὲ ἀληθὲς τοῦτο, καθὼς καὶ ἀληθὲς ἐστί, τὶ ἀφρονέστερον ἢ ἀνοητότερον τῶν λεγόντων ὅτι ἀρκετὸν μοι τῆς γεέννης διαφυγεῖν, τοῦ δὲ εἰς τὴν βασιλείαν εἰσελθεῖν οὐ μέλει μοι; Τὸ γὰρ διαφυγεῖν τῆς γεέννης, αὐτὸ τοῦτο ἐστὶ τὸ εἰσελθεῖν εἰς τὴν βασιλείαν, ὥσπερ καὶ τὸ ταύτης ἐκπίπτειν εἰς τὴν γέενναν εἰσελθεῖν ἐστίν. Οὐ γὰρ ἐδίδαξεν ἡμᾶς ἡ Γραφὴ τρεῖς χώρας, ἀλλὰ τί; «Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων». Οὐδὲ γὰρ τρία τάγματα εἶπεν, ἀλλὰ δύο, ἓν ἐκ δεξιῶν καὶ ἓν ἐξ εὐωνύμων. Καὶ διεχώρισε τὰ ὅρια τῶν διαφορῶν τῶν κατασκηνωμάτων αὐτῶν, εἰπὼν ὅτι, «ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον», δηλονότι οἱ ἁμαρτωλοὶ «οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον ἐκλάμψουσιν ὡς ὁ ἥλιος». Καὶ πάλιν «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακληθήσονται ἐν τοῖς κόλποις Ἀβραὰμ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Ὅπερ ἐστὶ παντὸς πυρὸς φοβερώτατον.

Ἄρα οὖν οὐ συνῆκας ἒκ τούτων, ὅτι ἡ ἐναντία τῆς ἄνω τάξεως στάσις, αὕτη ἐστὶν ἡ γέεννα ἡ βασανίζουσα; Καλὸν οὖν ἐστὶ τὸ διδάξαι τοὺς ἀνθρώπους τὸ ἀγαθὸν τοῦ Θεοῦ καὶ ἐπισπάσασθαι αὐτοὺς ἐν τῇ διαμονῇ τῆς προνοίας τοῦ Θεοῦ καὶ ἐκ τῆς πλάνης εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας μετενεγκεῖν. Οὗτος γὰρ ἦν ὁ τοῦ Χριστοῦ καὶ τῶν Ἀποστόλων τρόπος, καὶ ἐστὶν ὑψηλὸς πάνυ. Ἐὰν δὲ ὁ ἄνθρωπος αἰσθάνηται ἑαυτοῦ ἐκ τῆς διαγωγῆς ταύτης καὶ τῆς συνεχοῦς κοινωνίας, ὅτι ἀσθενεῖ ἡ συνείδησις αὐτοῦ ἐν τῇ θεωρίᾳ καὶ ταράσσεται ἡ γαλήνη αὐτοῦ καὶ ἡ γνῶσις σκοτίζεται, διότι ἀκμὴν ἡ διάνοια αὐτοῦ δέεται φυλακῆς καὶ τῆς τῶν αἰσθήσεων ὑποταγῆς καὶ ἐν τῷ θέλειν ἄλλους θεραπεύειν τὴν ἰδίαν ὑγείαν αὐτοῦ ἀπόλλυσι καὶ ἐξέρχεται ἐκ τῆς ἰδίας ἐλευθερίας τοῦ ἰδίου βουλήματος εἰς τὴν ταραχὴν τοῦ νοός, ὁ τοιοῦτος μνημονεύτω τοῦ ἀποστολικοῦ ῥητοῦ παραινοῦντος καὶ λέγοντος, «τῶν τελειοτέρων εἶναι τὴν στερεὰν τροφήν», καὶ εἰς τοῦ πίσω στραφήτω, ἵνα μὴ ἀκούσῃ πάρ’ αὐτοῦ, ὡς ἐν ὑποδείγματι, «ἰατρέ, θεράπευον σεαυτόν» καὶ ἑαυτὸν κατακρινέτω, καὶ τὴν ἰδίαν εὐεξίαν φυλαξάτω καὶ ἀντὶ τῶν αἰσθητῶν αὐτοῦ λόγων ἡ ἀγαθὴ αὐτοῦ πολιτεία διακονείτω, καὶ ἀντὶ τῶν φωνῶν τοῦ στόματος αὐτοῦ ἡ πρᾶξις αὐτοῦ διδασκέτω. Καὶ ἡνίκα ἂν ἐν ὑγείᾳ τὴν ψυχὴν αὐτοῦ γνῷ, τότε καὶ ἄλλους ὠφελείτω, καὶ ἐν τῇ ὑγείᾳ αὐτοῦ θεραπευέτω. Ὅταν γὰρ εὑρεθῇ μακρὰν τῶν ἀνθρώπων, μᾶλλον δύναται αὐτοὺς εὐεργετῆσαι ἐν τῷ ζήλῳ τῶν ἀγαθῶν ἔργων ἤπερ ἐν λόγοις, ἄῤῥωστος ὑπάρχων καὶ αὐτὸς καὶ χρῄζων τῆς ἰατρείας πλεῖον αὐτῶν. «Τυφλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ, εἰς βόθυνον ἐμπεσοῦνται».

Τῶν ὑγιαινόντων γὰρ ἐστὶν ἡ στερεὰ τροφή, τῶν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων καὶ δυναμένων δέξασθαι πᾶσαν τροφὴν λέγω δή, τὰς προβολὰς πασῶν τῶν αἰσθήσεων,καὶ μὴ βλαβῆναι τὴν καρδίαν ἐκ πάντων τῶν συναντημάτων, διὰ τὴν γυμνασίαν τῆς τελειώσεως.

Ὅταν θελήσῃ ὁ διάβολος τῶν τοιούτων μολῦναι τὸν νοῦν ἐν τῇ τῆς πορνείας μνήμῃ, πρῶτον τῇ φιλίᾳ τῆς κενοδοξίας δοκιμάζει τὴν ὑπομονὴν αὐτῶν, καὶ ἡ προκάταρξις τοῦ λογισμοῦ τούτου οὐ δοκεῖ πάθος εἶναι οὕτω ποιεῖν εἴωθε τοῖς τὸν νοῦν παραφυλαττομένοις, οἷς οὐ δυνατὸν τάχιστα ἐγκαταβαλεῖν ἄτοπον ἐνθύμησιν. Ἡνίκα δ’ ἂν ἐκβάλῃ αὐτὸν ἐκ τοῦ ὀχυρώματος αὐτοῦ καὶ ἄρξηται τῷ προτέρῳ συνδιαλέγεσθαι λογισμῷ καὶ μακρύνειν αὐτὸν ἐκεῖθεν, τηνικαῦτα προσυπαντᾷ αὐτῷ ἐν τῇ ὕλῃ τῆς πορνείας καὶ διαστρέφει τὸν νοῦν εἰς τὰ τῆς ἀκολασίας πράγματα. Καὶ πρῶτον ταράσσεται ἐν τῇ αἰφνιδίῳ αὐτῶν προβολῇ, διὰ τὴν προϋπάρξασαν σωφροσύνην τῶν λογισμῶν, τὴν προϋπαντήσασαν τοῖς πράγμασιν, ὧν τίνων τῆς θεωρίας ὁ κυβερνήτης νοῦς ἦν ἀπεσχοινισμένος. Καὶ γὰρ κἂν παντελῶς μὴ μολυνθῇ, ἀλλ’ οὖν τῆς προτέρας ἀξίας αὐτὸν κατέβαλεν. Ἐὰν δὲ στραφῇ εἰς τὰ ὀπίσω καὶ προκαταβάλῃ τὴν προτέραν τῶν λογισμῶν προσβολήν, ἥτις ἐστὶν αἰτία τῆς τῶν δευτέρων ἐπαγωγῆς, τότε δύναται εὐκόλως σὺν Θεῷ κατακρατῆσαι τοῦ πάθους.

Κρεῖσσον ἐν τῇ μνήμῃ τῶν ἀρετῶν ὑποκλέπτειν τὰ πάθη, ἢ τῇ ἀντιστάσει. Διότι τὰ πάθη, ὅταν ἐκ τῆς οἰκείας χώρας ἐξέλθῃ καὶ κινηθῇ πρὸς πόλεμον, τότε σχήματα καὶ εἴδωλα ἐντυποῖ ἐν τῷ νοΐ. Ἐπικράτειαν γὰρ πολλὴν κέκτηται ὁ πόλεμος οὗτος κατὰ τοῦ νοὸς σφόδρα, τὰς ἐνθυμήσεις ἐκταράσσων καὶ θορυβῶν. Κατὰ μέντοι τὸν πρότερον ὅρον, ὃν ἔφαμεν, οὐδὲ ἴχνος παθῶν ἐμφαίνεται ἐν τῷ νοΐ μετὰ τὴν τούτων ἀποδίωξιν.

Ὁ σωματικὸς κόπος καὶ ἡ μελέτη τῶν θείων Γραφῶν φυλάσσει τὴν καθαρότητα, τὸν δὲ κόπον βεβαιοῖ ἡ ἐλπὶς καὶ ὁ φόβος, τὴν δὲ ἐλπίδα καὶ τὸν φόβον συνιστᾶ ἐν τῇ διανοίᾳ ὁ μακρυσμός τῶν ἀνθρώπων καὶ ἡ ἀδιάλειπτος προσευχή. Ἕως οὗ δέξηται ἄνθρωπος τὸν Παράκλητον, δέεται τῶν θείων Γραφῶν, ἵνα ἡ μνήμη τῶν ἀγαθῶν ἐντυπωθῇ ἐν τῇ διανοίᾳ αὐτοῦ καὶ ἐκ τῆς ἀδιαλείπτου ἀναγνώσεως ἀνακαινισθῇ ἐν αὐτῷ ἡ πρὸς τὸ ἀγαθὸν κίνησις καὶ φυλάξῃ τὴν ψυχὴν αὐτοῦ ἐκ τῆς λεπτότητος τῶν ὁδῶν τῆς ἁμαρτίας. Διότι οὔπω ἐκτήσατο τὴν δύναμιν τοῦ Πνεύματος, τὴν μακρύνουσαν τὴν πλάνην, τὴν αἰχμαλωτίζουσαν τὰς ψυχωφελεῖς μνήμας καὶ προσεγγίζουσαν τῇ ἐν τῷ σκορπισμῷ τοῦ νοῦ ψυχρότητι.

Ὅταν γὰρ ἡ δύναμις τοῦ Πνεύματος ἐπιβῇ ἐπὶ τὴν ψυχικὴ δύναμιν τὴν ἐνεργοῦσαν ἐν αὐτῷ, τότε, ἀντὶ τοῦ νόμου τῶν Γραφῶν, ῥιζοῦνται αἱ ἐντολαὶ τοῦ Πνεύματος ἐν τῇ καρδία, καὶ τότε κρυπτῶς ἐκ τοῦ Πνεύματος μανθάνει, καὶ οὐ δέεται τῆς βοηθείας τῆς ἐκ τῆς αἰσθητῆς ὕλης. Ἐν ὅσῳ γὰρ ἡ καρδία τῆς ὕλης μανθάνει, ἀκολούθως ἕπεται τῇ μαθήσει ἡ πλάνη καὶ ἡ λήθη, ὅταν δὲ ἡ διδασκαλία ὑπὸ τοῦ Πνεύματος ἧ, τότε ἡ μνήμη ἀβλαβὴς φυλάττεται.

Εἰσὶ λογισμοὶ ἀγαθοὶ καὶ ἐστὶ θελήματα ἀγαθὰ εἰσὶ δὲ λογισμοὶ πονηροὶ καὶ καρδία πονηρά. Ἡ πρώτη τάξις κίνησις ἐστὶ διαβαίνουσα ἐν τῷ νοΐ, ὡς ὁ ἐν τῇ θαλάσσῃ διεγειρόμενος ἄνεμος καὶ μετεωρίζων τὰ κύματα, ἡ δὲ δευτέρα τάξις ἐστὶν ἡ κρηπὶς καὶ τὸ θεμέλιον, καὶ κατὰ τὸν τῆς κρηπῖδος ὅρον γίνεται ἡ ἀμοιβὴ τῶν ἀγαθῶν καὶ τῶν φαύλων, καὶ οὐ κατὰ τὴν τῶν λογισμῶν κίνησιν. Ἡ ψυχὴ ἐκ τῆς κινήσεως τῶν τρεπτῶν λογισμῶν οὐ γαληνιᾷ. Ἐὰν δὲ ἑκάστῳ τούτων ἀμοιβὴν δῷς, κρηπῖδα κάτω ἐν τῇ καρδίᾳ μὴ ἔχουσαν, πλησίον εἰ λοιπὸν σὺ τοῦ μυριάκις καθ’ ἡμέραν ἀλλοιῶσαι τὰ τὲ ἀγαθὰ σου τὰ τε ἐναντία.

Ὄρνις ἄπτερος ἐστὶ νοῦς νεωστὶ ἐξεληλυθὼς ἐκ τῆς συμπλοκῆς ἀγωνιζόμενος ὑψωθῆναι ἐκ τῶν γηίνων πραγμάτων καὶ μὴ δυνάμενος, ἀλλ’ ἀκμὴν ἐπὶ πρόσωπον τῆς γῆς ἕρπων, πετασθῆναι ἔτι μὴ ἐξισχύων πλὴν συνάγων τὰς ἐνθυμήσεις αὐτοῦ ἐν τῇ ἀναγνώσει καὶ ἐν τῇ ἐργασίᾳ καὶ τῷ φόβῳ καὶ τῇ φροντίδι τῆς ποικιλίας τῶν ἀρετῶν, παρεκτὸς γὰρ τούτων γνῶναί τὶ οὐ δύναται. Καὶ ταῦτα μέν, πρὸς βραχὺν καιρὸν φυλάττουσιν ἀμόλυντον τὸν νοῦν, ὕστερον δὲ ἐπέρχονται αἳ μνῆμαι, καὶ ἐκταράττουσι καὶ μολύνουσι τὴν καρδίαν. Οὔπω γὰρ ᾔσθετο τοῦ ἡσύχου τῆς ἐλευθερίας, πρὸς ὃν διὰ τῆς ἀμνηστίας τῶν πραγμάτων μετὰ μικρὸν χρόνον συνάγει τὸν νοῦν. Διότι ἀκμὴν σωματικὰς τὰς πτέρυγας κέκτηται, λέγω δὴ τὰς ἀρετάς, αἵτινες φανερῶς ἐκτελοῦνται. Τὰς μέντοι ἀρετὰς τῆς θεωρίας οὔπω ἐθεάσατο, οὐδὲ τῆς τούτων αἰσθήσεως ἠξιώθη αἵτινες εἰσὶ πτέρυγες τοῦ νοός, δι’ ὧν προσεγγίζει τις τοῖς ἐπουρανίοις καὶ ἀπέχεται τῶν γηίνων.

Ἐν ὅσῳ τοῖς αἰσθητοῖς πράγμασιν ὑπηρετεῖ τις τῷ Κυρίῳ, οἱ τύποι τούτων τῶν πραγμάτων ἐγχαράττονται ἐν τοῖς διαλογισμοῖς αὐτοῦ, καὶ ἐν σωματικοῖς σχήμασι διαλογίζεται τὰ θεῖα. Ἡνίκα δ’ ἂν αἴσθησιν λάβῃ τῶν ὄντων ἔσωθεν τῶν πραγμάτων, τηνικαῦτα κατὰ τὸ μέτρον τῆς αἰσθήσεως αὐτοῦ ἔσται ὁ νοῦς ὑψηλότερος τῶν σχημάτων τῶν πραγμάτων κατὰ καιρὸν καὶ καιρόν.

«Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ταπεινοὺς τῇ καρδίᾳ, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν». Προσευχὴ ταπεινόφρονος, ὡς ἐκ στόματος πρὸς ὦτα. Ἐν τῷ καιρῷ τῆς ἡσυχίας σου βόησον ἐν ἔργοις ἀγαθοῖς τῆς ταπεινώσεως· «Κύριε ὁ Θεὸς μου, σὺ φωτιεῖς τὸ σκότος μου».

Ὅταν ἡ ψυχὴ σου ἐγγίση ἐξελθεῖν ἐκ τοῦ σκότους, τοῦτο τὸ σημεῖον ἔστω σοι καίεται ἡ καρδία σου καὶ διαθερμαίνεται ὡς τὸ πῦρ νυκτὸς καὶ ἡμέρας, ὥστε ὅλον τὸν κόσμον ἡγεῖσθαί σε σκύβαλα καὶ σποδόν, καὶ οὐδὲ τῆς τροφῆς ὀρέγεσθαι ἐκ τῆς γλυκύτητος τῶν λογισμῶν τῶν καινῶν καὶ διαπύρων, τῶν κινουμένων ἀεὶ ἐν τῇ ψυχῇ σου. Καὶ ἐξαίφνης δίδοταί σοι πηγὴ δακρύων, ὡς χείμαῤῥος ῥέων χωρὶς βίας, μεμιγμένος ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν τὲ τῇ ἀναγνώσει σου, φημί, καὶ εὐχὴ σου, ἐν τὲ τῇ μελέτῃ σου καὶ βρώσει σου καὶ πόσει σου, καὶ ἐν παντὶ ἔργῳ σου τὰ δάκρυα σου κεκερασμένα ἐν αὐτῷ εὑρίσκεται.

Καὶ ὅταν ἴδῃς ταῦτα ἐν τῇ ψυχῇ σου, εὐθαρσὴς γενοῦ, ὅτι τὴν θάλασσαν διεπέρασας, καὶ οὕτω πρόσθες ἐν τοῖς ἔργοις σου καὶ καλῶς κράτησον τὴν φυλακήν, ὅπως ἂν ἡ χάρις ἡμέραν καθ’ ἡμέραν πληθυνθῇ ἐν σοι. Ἕως δὲ τούτοις οὐκ ἀπαντήσῃς, ἀκμὴν οὐκ ἐτελείωσας τὴν ὁδὸν σου, τοῦ φθάσαι εἰς τὸ ὄρος τοῦ Θεοῦ. Εἰ δὲ καὶ μετὰ τὸ εὑρεῖν σε καὶ λαβεῖν τὴν χάριν τῶν δακρύων παύσονται, καὶ ἡ θέρμη σου ψυχρανθῆ ἄνευ ἀλλοιώσεως ἑτέρου πράγματος, ἤγουν σωματικῆς ἀσθενείας, οὐαὶ σοι τὶ ἀπώλεσας! Ἢ γὰρ εἰς οἴησιν ἦλθες ἢ εἰς ἀμέλειαν ἢ καὶ εἰς χαυνότητα. Τὶ δὲ ἐπακολουθεῖ τοῖς δάκρυσι μετὰ τὸ λαβεῖν αὐτὰ καὶ τὶ μετὰ ταῦτα ἀπαντήσει αὐτῷ, ὕστερον ἐν ἄλλῳ τόπῳ μέλλομεν γράψαι, ἐν τοῖς περὶ προνοίας κεφαλαίοις, ὡς ὑπὸ τῶν πατέρων καὶ τῶν γραφῶν ἐφωτίσθημεν, τῶν πιστευθέντων τὰ τοιαῦτα μυστήρια.

Ἐὰν ἔργα μὴ ἔχῃς, μὴ λαλήσῃς περὶ ἀρετῶν. Τίμιαι ἐναντίον Κυρίου αἱ θλίψεις αἱ ὑπὲρ αὐτοῦ καὶ δι’ αὐτόν, ὑπὲρ πᾶσαν εὐχὴν καὶ θυσίαν. Καὶ ὀσμὴ ἱδρῶτος αὐτῶν ὑπὲρ πάντα τὰ ἀρώματα. Ἑκάστην ἀρετὴν χωρὶς κόπου σωματικοῦ γινομένην, ὡς ἔκτρωμα ἄψυχον ἡγοῦ. Προσφορὰ δικαίων, δάκρυα ὀφθαλμῶν αὐτῶν. Καὶ θυσία αὐτῶν δεκτή, οἱ ἐν ἀγρυπνίαις στεναγμοὶ αὐτῶν. Κεκράξονται πρὸς Κύριον οἱ δίκαιοι τῷ βάρει τοῦ σώματος στενούμενοι, καὶ ἐν ὀδύνῃ τὰς ἱκεσίας ἐκπέμψουσι πρὸς Θεόν, καὶ ἐπὶ τῇ κραυγῇ τῆς φωνῆς αὐτῶν τὰ ἅγια τάγματα πρὸς βοήθειαν αὐτῶν παραγίνεται τοῦ θαρσοποιήσαι αὐτοὺς τῇ ἐλπίδι καὶ παραμυθήσασθαι. Κοινωνοὶ γὰρ εἴσιν οἱ ἅγιοι ἄγγελοι τῶν παθῶν καὶ τῶν θλίψεων τῶν ἁγίων τῇ πρὸς αὐτοὺς ἐγγύτητι.

Ἡ καλὴ ἐργασία καὶ ταπεινοφροσύνη Θεὸν ποιεῖ τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, ἡ δὲ πίστις καὶ ἡ ἐλεημοσύνη πρὸς τὴν καθαρότητα ταχέως προσπελάσαι ποιεῖ. Τὴν θέρμην καὶ τὴν συντριβὴν τῆς καρδίας ἐν μιᾷ ψυχῇ γενέσθαι ἀδύνατον, ὡς οὐδὲ τοῖς ἐν μέθῃ τῶν λογισμῶν ἡ ἐπικράτεια. Ὅταν γὰρ δοθῇ τῇ ψυχῇ αὐτῇ ἡ θέρμη, ἐπαίρεται ἡ συντριβὴ τοῦ πένθους. Ὃ μὲν οἶνος εἰς ἱλαρότητα, ἡ δὲ θέρμη πρὸς εὐφροσύνην τῆς ψυχῆς δεδώρηται. Ἐκεῖνος τὸ σῶμα θερμαίνει, ὁ δὲ τοῦ Θεοῦ λόγος τὴν διάνοιαν. Οἱ τῇ θέρμη πυρπολούμενοι τῇ μελέτῃ τῆς ἐλπίδος ἁρπάζονται καὶ ἀπαρτίζουσι τὴν διάνοιαν πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Καθάπερ γὰρ οἱ μεθυσκόμενοι οἴνῳ εἴδωλα τινὰ φαντάζονται ἐνηλλαγμένα, οὕτω καὶ οἱ ἐν τῇ ἐλπίδι μεθυσκόμενοι καὶ θερμαινόμενοι οὔτε θλῖψιν ἐπίστανται οὔτε τὶ κοσμικόν. Ταῦτα συμβαίνει τοῖς ἁπλουστέροις τῇ καρδίᾳ καὶ θερμοτέροις τῇ ἐλπίδι, καὶ ἄλλα τοιαῦτα, μετὰ τὴν ἐπίμονον ἐργασίαν καὶ καθαρότητα, ἅτινα ἡτοίμασται τοῖς ἐν τῇ τρίβῳ τῶν ἀρετῶν πορευομένοις. Ταῦτα γίνονται ἐν τῇ ἀρχὴ τῆς ὁδοῦ διὰ τῆς πίστεως τῆς ψυχῆς. Πάντα γὰρ ὅσα θέλει ὁ Κύριος ποιεῖ.

Μακάριοι περιζωσάμενοι τὰς ὀσφύας αὐτῶν πρὸς τὴν θλίψεων θάλασσαν ἐν ἁπλότητι καὶ ἀνεξετάστῳ τρόπῳ, χάριν τῆς πρὸς Θεὸν ἀγάπης, καὶ μὴ δόντες νῶτα. Οὗτοι ταχέως πρὸς λιμένα τῆς βασιλείας διασῴζονται, καὶ ἀναπαύονται ἐν σκηνώμασι τῶν καλῶς κοπιασάντων καὶ ψυχαγωγοῦνται ἐκ τῆς ταλαιπωρίας αὐτῶν καὶ ἀγάλλονται ἐν τῇ εὐφροσύνῃ τῆς ἐλπίδος αὐτῶν. Οἱ ἐπ’ ἐλπίδι τρέχοντες πρὸς τὸ σκολιὸν τῆς ὁδοῦ οὐκ ἐπιστρέφουσιν, οὐδὲ ἐπιμένουσι διερευνᾶν περὶ τούτου, ἀλλ’ ὅταν διαπερῶσι τὴν θάλασσαν, τότε τὸ σκολιὸν καθορῶντες, τῷ Θεῷ τὴν εὐχαριστίαν προσφέρουσι πῶς ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν στενωπὼν καὶ κρημνῶν καὶ τῆς τοιαύτης τραχύτητος, αὐτῶν μὴ εἰδότων. Οἱ δὲ πολλοὺς διαλογισμοὺς διανοούμενοι καὶ θέλοντες σφόδρα εἶναι σοφοὶ καὶ παραδιδόντες ἑαυτοὺς ταῖς ἀναστροφαῖς καὶ τῶν λογισμῶν τῇ δειλίᾳ καὶ προευτρεπιζόμενοι καὶ προβλέπειν βουλόμενοι τὰς βλαπτικὰς αἰτίας, οἱ πλεῖστοι τούτων ἐπὶ θύραις τῶν ἑαυτῶν οἴκων διαπαντὸς καθήμενοι εὑρίσκονται.

Ὀκνηρὸς εἰς ὁδὸν ἀποσταλείς, ἐρεῖ «Λέων κατὰ τὴν ὁδὸν καὶ φονίσκοι κατὰ τῆς πλατείας». Καὶ ὡς οἱ εἰπόντες· «οἵους γιγάντων ἑωράκαμεν ἐκεῖ, καὶ ἦμεν ἐνώπιον αὐτῶν, ὡσεὶ ἀκρίδες». Οὗτοι εἰσὶν οἱ ἐν τῷ καιρῷ τῆς τελευτῆς αὐτῶν εὑρισκόμενοι ἐν τῇ ὁδῷ, οἱ ἀεὶ θέλοντες εἶναι σοφοί, βαλεῖν δὲ ἀρχὴν παντελῶς μὴ βουλόμενοι. Ὃ δὲ ἰδιώτης νηχόμενος διαπερᾷ ἐν τῇ πρώτῃ θέρμῃ, φροντίδα τοῦ σώματος παντελῶς μὴ ποιούμενος, μηδὲ διαλογιζόμενος ἐν ἑαυτῷ, εἰ ἄρα ἀνύει τὶ ἐκ τῆς αὐτοῦ πραγματείας ἢ οὐ.

Μὴ σοὶ γένηται τὸ πολὺ τῆς σοφίας ὀλίσθημα τῇ ψυχῇ καὶ παγὶς πρὸ προσώπου σου, ἀλλ’ ἐπὶ τῷ Θεῷ πεποιθώς, ἐν ἀνδρείᾳ βάλε ἀρχὴν τῆς αἵματος πεπληρωμένης ὁδοῦ, ἵνα μὴ εὑρέθης ἀεὶ ἐπιδεὴς καὶ γυμνὸς τῆς τοῦ Θεοῦ γνώσεως. «Ό γὰρ δεδιὼς ἢ περιμένων τοὺς ἀνέμους, οὐ σπερεῖ». Κρεῖσσον θάνατος ὑπὲρ τοῦ Θεοῦ, ἢ ζωὴ μέτ’ αἰσχύνης καὶ ὀκνηρίας. Ὅταν θέλῃς βαλεῖν ἀρχὴν εἰς ἔργον τοῦ Θεοῦ, πρῶτον διαθήκην ποίησον, ὡς μὴ ἔχων ἔτι ζωὴν ἐν τῷδε τῷ βίῳ καὶ ὥσπερ τὶς προευτρεπισθεὶς εἰς θάνατον, καὶ ἀπελπίσας τῆς παρούσης ζωῆς, ὡς φθάσας τῆς σῆς προθεσμίας τὸν καιρόν. Καὶ τοῦτο ἔχε ἐν ἀληθείᾳ ἐν τῇ σῇ διανοίᾳ, εἰς τὸ μὴ ἐμποδισθῆναι σὲ τῇ ἐλπίδι τῆς παρούσης ζωῆς εἰς τὸ ἀγωνίσασθαι καὶ νικῆσαι. Ἡ γὰρ ἐλπὶς τῆς ζωῆς ταύτης χαυνοῖ τὴν διάνοιαν. Διὰ τοῦτο μὴ σοφίζον περισσὰ παντελῶς, ἀλλὰ δὸς τόπον τῇ πίστει ἐν τῇ διανοίᾳ σου καὶ μνημόνευε τῶν ἡμερῶν τῶν πολλῶν τῶν ὀπίσω καὶ ἀνεκδιηγήτων αἰώνων τῶν μετὰ θάνατον καὶ κρίσιν, καὶ οὐ μὴ εἰσέλθῃ ποτὲ χαυνότης ἐπὶ σέ, κατὰ τὸν λέγοντα σοφόν, ὅτι «χίλια ἔτη τοῦ νῦν αἰῶνος, οὐκ εἴσιν ὡς ἡμέρα μία ἐν τῷ αἰῶνι τῶν δικαίων».

Ἐν ἀνδρείᾳ ἄρξαι παντὸς ἔργου ἀγαθοῦ καὶ μὴ ἐν διψυχίᾳ προσέλθῃς αὐτοῖς καὶ μὴ διστάσῃς ἐν τῇ καρδίᾳ σου εἰς τὴν ἐλπίδα τοῦ Θεοῦ, ἵνα μὴ ὁ κόπος σου γένηται ἀνόνητος καὶ ἐπιβαρὴς ἡ ἐργασία τῆς γεωργίας σου, ἀλλὰ πίστευε ἐν τῇ καρδίᾳ σου, ὅτι ἐλεήμων ὁ Κύριος καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν δίδωσι τὴν χάριν ὡς μισθαποδότης, οὐ κατὰ τὴν ἡμετέραν ἐργασίαν, ἀλλὰ κατὰ τὴν προθυμίαν τῶν ἡμετέρων ψυχῶν καὶ τὴν πίστιν. Φησὶ γάρ, «ὡς ἐπίστευσας, γενηθήτω σοί».

Αἱ δὲ ἐργασίαι τῶν κατὰ Θεὸν πολιτευομένων εἰσὶν αὐταί. Ὃ Μὲν ῥαπίζει τὴν κορυφὴν αὐτοῦ ὅλην τὴν ἡμέραν καὶ ἀντὶ τῶν συνάξεων τῶν ὡρῶν, οὕτω διατελεῖ. Καὶ ἄλλος τῇ γονυκλισία προσκαρτερῶν καὶ διαμένων συνάπτει τὸν ἀριθμὸν τῶν εὐχῶν αὐτοῦ. Ἄλλος τῷ πλήθει τῶν δακρύων αὐτοῦ ἀναπληροῖ τὸν τόπον τῶν συνάξεων αὐτοῦ καὶ ἀρκεῖται ἐν αὐτοῖς. Ἄλλος σπουδάζει ἐν τῇ μελέτῃ τῆς ἐννοίας καὶ συνάπτει τὸν κανόνα τὸν ὁρισθέντα αὐτῷ. Ἄλλος βασανίζει τὴν ψυχὴν αὐτοῦ ἐν τῇ πείνῃ, ὥστε μὴ δύνασθαι αὐτὸν τελειῶσαι τὰς συνάξεις αὐτοῦ. Καὶ ἄλλος τῇ διαπύρῳ μελέτῃ τῶν ψαλμῶν διαμένων, αὐτὴν ποιεῖται τὴν σύναξιν ἀδιάλειπτον. Ἄλλος σχολάζει εἰς ἀνάγνωσιν καὶ θερμαίνεται ἡ καρδία αὐτοῦ. Ἄλλος αἰχμαλωτίζεται κατανοῶν τὰ θεῖα νοήματα τῶν θείων Γραφῶν. Ἄλλος ἐκπληττόμενος ἐκ τῶν θαυμάτων τῶν στίχων, κωλύεται ὑπὸ τῆς συνήθους μελέτης καὶ σιωπῆς κρατούμενος. Καὶ ἄλλος γευσάμενος τούτων ἁπάντων καὶ κορεσθείς, ἐστράφη εἰς τὰ ὀπίσω, καὶ ἔμεινεν ἄπρακτος. Καὶ ἄλλος μικρὸν τι ἐξ αὐτῶν ἐγεύσατο μόνον, καὶ τυφωθείς, ἐπλανήθη. Καὶ ἄλλος ὑπὸ τῆς πολλῆς νόσου καὶ ἀδυναμίας αὐτοῦ ἐκωλύθη φυλάξαι τὸν κανόνα αὐτοῦ. Καὶ ἄλλος ὑπὸ ἐθισμοῦ τίνος ἢ ἐπιθυμίας κρατούμενος, ἢ φιλαρχίας ἢ κενοδοξίας ἢ πλεονεξίας ἢ τοῦ συνάξαι ὕλην. Καὶ ἄλλος προσέκοψε καὶ ἀνέστη καὶ οὐκ ἔστρεψε τὸν νῶτον αὐτοῦ, ἕως οὐ ἔλαβε τὸν μαργαρίτην τὸν πολύτιμον. Σὺ οὖν μετὰ χαρᾶς καὶ προθυμίας ἀεὶ βάλε ἀρχὴν εἰς τὸ ἔργον τοῦ Θεοῦ. Καὶ ἐὰν καθαρὸς ᾗ ἐκ τῶν παθῶν καὶ τοῦ δισταγμοῦ τῆς καρδίας, ὁ Θεὸς αὐτὸς ἀναβιβάσει σε εἰς τὴν κορυφὴν καὶ βοηθεῖ σοι καὶ σοφίζει σε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐν θαύματι λαμβάνεις τὴν τελειότητα.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΖ’ - Περὶ ἀλλοιώσεως τῆς ἐν τῇ ψυχῇ γινομένης ἐν παντὶ καιρῷ φωτὸς καὶ σκότους καὶ ἐκβιβασμοῦ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς γενομένου
Προηγούμενο: ΛΟΓΟΣ ΝΕ’ - Περὶ παθῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος