Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΗ’ - Περὶ τῆς βλάβης τοῦ ζήλου τοῦ μωροῦ τοῦ ὡς ἐν προσώπῳ τοῦ Θεοῦ. Περὶ τὲ τῆς βοηθείας τῆς ἐκ τῆς πραότητος καὶ ἄλλων τρόπων
Προηγούμενο: ΛΟΓΟΣ ΝΣΤ’ - Περὶ τοῦ ὅτι συμφερόντως συνεχώρησεν ὁ Θεὸς τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν παθῶν ἐν ᾧ καὶ περὶ ἀσκητικῶν ἐργασιῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΖ’ - Περὶ ἀλλοιώσεως τῆς ἐν τῇ ψυχῇ γινομένης ἐν παντὶ καιρῷ φωτὸς καὶ σκότους καὶ ἐκβιβασμοῦ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς γενομένου

Ἴδωμεν, ᾧ ἀγαπητοί, ἐν τῇ ψυχῇ ἡμῶν τῇ ὥρᾳ τῆς εὐχῆς, ἐὰν ἔχωμεν θεωρίαν ἐν τοῖς στίχοις τῆς μελέτης καὶ τῆς εὐχῆς αὕτη γὰρ γίνεται ἀπὸ τῆς ἀληθινῆς ἡσυχίας. Καὶ ἐν τῷ καιρῷ, ἐν ᾧ γινόμεθα ἐν τῇ σκοτώσει, μὴ ταραχθῶμεν, καὶ μάλιστα ἐὰν μὴ ἐξ ἡμῶν ἡ αἰτία ταύτης ἦ. Τῇ προνοίᾳ δὲ τοῦ Θεοῦ λογίζου ταύτην, διὰ τὰς αἰτίας, ἃς οἶδεν αὐτὸς μόνος ὁ Θεός. Καὶ γὰρ ἐν καιρῷ τίνι πνίγεται ἡ ψυχὴ ἡμῶν, καὶ γίνεται ὡς ἐν κύμασι καὶ ἐὰν ἀναγνῷ τὶς εἰς Γραφὴν καὶ ἐὰν λειτουργήσῃ καὶ ἐν παντὶ πράγματι, ᾧ προσέγγιση, σκότωσιν ἐπὶ σκοτώσει λαμβάνει. Καὶ ἐξέρχεται ὁ τοιοῦτος καὶ πολλάκις οὐδὲ προσεγγίσαι ἀφίεται, καὶ οὐ πιστεύει παντελῶς οὗτος, ὅτι δέχεται ἀλλοίωσιν, καὶ γίνεται ἐν εἰρήνῃ. Αὕτη ἡ ὥρᾳ πεπλήρωται ἀπογνώσεως καὶ φόβου, καὶ ἐλπὶς τοῦ Θεοῦ καὶ ἡ παράκλησις τῆς πίστεως αὐτοῦ τελείως ἐκβάλλεται ἐκ τῆς ψυχῆς, καὶ ὅλη ἐξ ὅλου πληροῦται δισταγμοῦ καὶ φόβου.

Οἱ πειρασθέντες ἐν τῷ κύματι τούτῳ τῆς ὥρας ταύτης, ἐκ τῆς πείρας γινώσκουσι τὴν ἀλλοίωσιν τὴν ἀκολουθοῦσαν ἐν τῷ τέλει αὐτῆς. Οὐκ ἐᾷ δὲ ὁ Θεὸς τὴν ψυχὴν ἐν τούτοις ἡμέραν τελείαν, ἐπὶ εἶχεν ἀπολέσθαι τῆς ἐλπίδος τῶν Χριστιανῶν, ἀλλὰ ταχέως ἔκβασιν ποιεῖ αὕτη. Ἐὰν δὲ ἐπὶ πλεῖον ἐπιμένῃ ἡ ὄχλησις τῆς σκοτώσεως ταύτης, ἀλλοίωσιν ζωῆς ἐκ τοῦ μέσου αὐτῆς ἐκδέχου ἐν τάχει.

Σοὶ δὲ ἐγώ, ᾧ ἄνθρωπε, ὑποτίθεμαι καὶ συμβουλεύω σοὶ ἐὰν οὐκ ἔχῃς ἰσχὺν κρατῆσαι ἑαυτὸν καὶ πεσεῖν ἐπὶ πρόσωπον σου ἐν τῇ εὐχῇ, ἕλιξον τὴν κεφαλὴν σου ἐν τῷ παλλίω σου καὶ κοιμῶ, ἕως ἂν παρέλθῃ ἡ ὥρᾳ αὕτη τῆς σκοτώσεως ἀπὸ σου, ἐκ δὲ τοῦ σκηνώματος σου μὴ ἐξέλθῃς. Τοῦτον τὸν πειρασμὸν πειράζονται μάλιστα οἱ ἐν τῇ πολιτείᾳ τῆς διανοίας ἐπιθυμοῦντες διάγειν καὶ τὴν παράκλησιν τῆς πίστεως ἐπιζητοῦντες ἐν τῇ πορείᾳ αὐτῶν. Διὰ τοῦτο καὶ πλέον τῶν ἁπάντων ὀδύνην καὶ κόπον αὐτοῖς ποιεῖ ἡ ὥρᾳ αὕτη ἐν τῷ δισταγμῷ τῆς διανοίας. Ἀκολουθεῖ δὲ αὕτη ἰσχυρῶς ἡ βλασφημία. Καὶ ποτὲ μὲν δισταγμὸς περὶ τῆς ἀναστάσεως συμβαίνει αὐτῷ καὶ ἄλλα, ἅπερ οὐ δεῖ ἡμᾶς ἐξειπεῖν. Τούτων πάντων πολλάκις ἐν πείρᾳ γεγόναμεν καὶ πρὸς παράκλησιν τῶν πολλῶν ἐγράψαμεν τὸν ἀγῶνα τοῦτον.

Οἱ ἐν τοῖς σωματικοῖς ἔργοις διάγοντες ἔξωθεν τούτων εἰσὶ παντελῶς. Ἀλλ’ ἡ ἀκηδία ἔρχεται αὐτοῖς, ἡ πᾶσιν ἔκδηλος ὑπάρχουσα, καὶ κεχωρισμένη ἐστὶ τοῖς τρόποις ἐκ τούτων καὶ τῶν τοιούτων. Ἡ ὑγεία τούτου καὶ ἡ ἰατρεία ἐκ τῆς ἡσυχίας βρύει. Τοῦτο δὲ ἐστὶν ἡ παράκλησις αὐτοῦ. Ἐν τῇ συντυχίᾳ δὲ οὐδέποτε δέχεται τὸ φῶς τῆς παρακλήσεως καὶ ἐν ὁμιλίαις ἀνθρώπων οὐ θεραπεύεται, ἀλλὰ πρὸς καιρὸν ἀναπαύεται καὶ μετὰ ταῦτα ἐπανίσταται αὐτῷ ἰσχυρότερον. Καὶ δέεται ἀναγκαίως ἀνθρώπου πεφωτισμένου, τοῦ ἔχοντος πεῖραν ἐν τούτοις, φωτισθῆναι πάρ’ αὐτοῦ καὶ ἐκδυναμωθῆναι ἐν παντὶ καιρῷ τῆς χρείας, οὐχὶ πάντοτε.

Μακάριος ὁ ὑπομένων ἐν τούτοις ἔσωθεν τῆς θύρας. Εἰς μόνην γὰρ μεγάλην καὶ δύναμιν φθάσει μετὰ ταῦτα, καθὼς λέγουσιν οἱ Πατέρες. Ὅμως οὐκ ἐν ὥρᾳ, οὐδὲ εὐθέως παρέρχεται ὁ ἀγὼν οὗτος. Οὐδὲ ἡ χάρις προσάπαξ ἔρχεται τελείως καὶ οἰκεῖ ἐν τῇ ψυχῇ, ἀλλὰ κατὰ μικρὸν καὶ μικρόν, καὶ ἐκ ταύτης ἐκείνῃ. Ἐν καιρῷ πειρασμὸς καὶ ἐν καιρῷ παράκλησις, καὶ ἐν τούτοις ἐπιμένει ἕως τῆς ἐξόδου. Ἀλλοτριωθῆναι γὰρ τελείως ἐκ τούτου μὴ προσδοκήσωμεν ὧδε, οὐδὲ παρακληθῆναι τελείως. Οὕτω γὰρ εὐδόκησεν ὁ Θεὸς τὴν ζωὴν ἡμῶν διοικεῖσθαι ἐνταῦθα, καὶ ἐν τούτοις εἶναι τοὺς πορευομένους ἐν τῇ ὁδῷ.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΗ’ - Περὶ τῆς βλάβης τοῦ ζήλου τοῦ μωροῦ τοῦ ὡς ἐν προσώπῳ τοῦ Θεοῦ. Περὶ τὲ τῆς βοηθείας τῆς ἐκ τῆς πραότητος καὶ ἄλλων τρόπων
Προηγούμενο: ΛΟΓΟΣ ΝΣΤ’ - Περὶ τοῦ ὅτι συμφερόντως συνεχώρησεν ὁ Θεὸς τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν παθῶν ἐν ᾧ καὶ περὶ ἀσκητικῶν ἐργασιῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος