Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΝΘ’ - Περὶ τῶν ἀλλοιώσεων τῶν πολλῶν τῶν ἀκολουθουσῶν τῇ διανοίᾳ καὶ τῇ εὐχῇ δοκιμαζομένων
Προηγούμενο: ΛΟΓΟΣ ΝΖ’ - Περὶ ἀλλοιώσεως τῆς ἐν τῇ ψυχῇ γινομένης ἐν παντὶ καιρῷ φωτὸς καὶ σκότους καὶ ἐκβιβασμοῦ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς γενομένου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΗ’ - Περὶ τῆς βλάβης τοῦ ζήλου τοῦ μωροῦ τοῦ ὡς ἐν προσώπῳ τοῦ Θεοῦ. Περὶ τὲ τῆς βοηθείας τῆς ἐκ τῆς πραότητος καὶ ἄλλων τρόπων

Ἄνθρωπος ζηλωτὴς οὐδέποτε φθάνει τὴν εἰρήνην τῆς διανοίας, ὁ δὲ ἀλλότριος τῆς εἰρήνης, ἀλλότριος ἐστὶ τῆς χαρᾶς. Ἐὰν γὰρ λέγηται ἡ εἰρήνη τῆς διανοίας ὑγεία τελεία, ὁ δὲ ζῆλος ἐνάντιος τῆς εἰρήνης, λοιπὸν νόσον μεγάλην νοσεῖ ὁ ἔχων ζῆλον πονηρόν. ᾯ ἄνθρωπε, ὁ ἐξ ἐναντίας τῶν ἀλλοτρίων νοσημάτων δοκῶν ἐκφέρειν τὸν ζῆλον σου, τὴν ὑγείαν τῆς ψυχῆς σοῦ ἐδίωξας. Πρὸς ὑγείαν οὖν τῆς ψυχῆς σου φιλοπόνησον. Ἐὰν δὲ τοὺς ἀσθενεῖς ἐπιθυμεῖς θεραπεῦσαι, γνῶθι ὅτι οἱ ἄῤῥωστοι ἐπιμελείας χρῄζουσι μᾶλλον ἢ τοῦ ἐπιτιμίου. Πάλιν ἐπειδὰν ἄλλοις σὺ οὐ βοηθῇς, σεαυτὸν εἰς μεγάλην νόσον ἐμβάλλεις ὀδυνηρῶς. Οὐκ ἐκ τῶν εἰδῶν τῆς σοφίας ψηφίζεται ὁ ζῆλος ἐν ἀνθρώποις, ἀλλ’ ἐκ τῶν νοσημάτων τῆς ψυχῆς, ὅπερ ἐστὶ στένωσις φρονήματος καὶ πολλὴ ἄγνοια.

Ἀρχὴ σοφίας Θεοῦ ἐπιείκεια καὶ πραότης, ἥτις ἐκ μεγάλης ψυχῆς γίνεται καὶ βαστάζει τὰς ἀσθενείας τῶν ἀνθρώπων. «Ἡμεῖς, γὰρ φησίν, οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζετε», καὶ τὸν πταίοντα «διορθώσασθε ἐν πνεύματι πραότητος». Ἐκ τῶν καρπῶν τοῦ Πνεύματος τοῦ ἁγίου ἀριθμεῖ ὁ Ἀπόστολος τὴν εἰρήνην καὶ τὴν ὑπομονήν.

Καρδία πεπληρωμένη λύπης ὑπὲρ τῆς ἀσθενείας καὶ ἀδυναμίας τῆς ὑπὲρ τῶν σωματικῶν πράξεων τῶν φανερῶν ἀναπληροῖ τὸν τόπον πάντων τῶν σωματικῶν ἔργων. Αἱ πράξεις τοῦ σώματος ἐκτὸς τῆς λύπης τῆς διανοίας, ὥσπερ σῶμα ἄψυχον ἐστίν. Ὃ τῇ καρδίᾳ περίλυπος καὶ ταῖς αἰσθήσεσιν αὐτοῦ ἀπολελυμένος, ὥσπερ ἄῤῥωστος ἐστίν, ὁ πονῶν σωματικῶς καὶ τὸ στόμα αὐτοῦ λελυμένον ἔχων εἰς πᾶν βρῶμα βλάπτον αὐτόν. Ὃ τῇ καρδίᾳ περίλυπος καὶ ταῖς αἰσθήσεσιν αὐτοῦ λελυμένος, ὡς ἄνθρωπος ἐστὶν ἔχων μονογενῆ υἱὸν καὶ θύων αὐτὸν ταῖς χερσὶν αὐτοῦ κατὰ μικρὸν καὶ μικρόν. Ἡ λύπη τῆς διανοίας δόσις τίμια παρὰ τῷ Θεῷ, καὶ ὁ βαστάζων αὐτὴν καθὼς πρέπει, ὥσπερ ἄνθρωπος ἐστὶ βαστάζων ἐν τοῖς μέλεσιν αὐτοῦ ἁγιότητα. Ἄνθρωπος ὁ ἀπολύσας τὴν γλῶσσαν αὐτοῦ κατὰ τῶν ἀνθρώπων, ἐν ἀγαθοῖς ἢ κακοῖς πράγμασιν, οὐκ ἔστιν ἄξιος τῆς χάριτος ταύτης. Μετάνοια μετὰ συντυχιῶν πίθος τετριμμένος. Φιλοτιμία μετὰ κολαφισμὼν μάχαιρα βεβαμμένη ἐν μέλιτι.

Σωφροσύνη καὶ ὁμιλία μετὰ γυναικὸς ὡς λέαινα μετὰ προβάτου ἐν οἴκῳ ἑνί. Ἔργα μετὰ ἀνελεημοσύνης ἐνώπιον τοῦ Θεοῦ, ὡς ἄνθρωπος θύων υἱὸν ἐνώπιον τοῦ πατρὸς αὐτοῦ. Ὃ τῇ ψυχῇ ἀσθενῶν, καὶ διορθούμενος τοὺς ἑταίρους αὐτοῦ, ὥσπερ ἄνθρωπος ἐστὶ τυφλὸς τοῖς ὀφθαλμοῖς καὶ δεικνύων ἄλλοις τὴν ὁδόν.

Ἡ ἐλεημοσύνη καὶ ἡ δικαιοκρισία ἐν μιᾷ ψυχῇ, ὡς ἄνθρωπος προσκυνῶν τῷ Θεῷ καὶ τοῖς εἰδώλοις ἐν ἑνὶ οἴκῳ. Ἡ ἐλεημοσύνη ἐναντία ἐστὶ τῇ δικαιοκρισία. Ἡ δικαιοκρισία ἐστὶν ἰσότης τοῦ μέτρου τοῦ ἴσου ἑκάστῳ γὰρ ὡς ἐστὶν ἄξιον δίδωσι, καὶ οὐκ ἐκκλίνει εἰς ἐν μέρος ἢ προσωποληπτεῖ ἐν ἀνταποδώσει. Ἡ ἐλεημοσύνη δὲ λύπη ἐστὶ κινούμενη ἐκ τῆς χάριτος καὶ τοῖς πᾶσιν ἐκκλίνει συμπαθῶς, καὶ τὸν ἄξιον τῆς κακώσεως οὐκ ἀνταποδίδοι καὶ τὸν ἄξιον τοῦ ἀγαθοῦ ὑπερεμπιπλᾶ αὐτόν. Καὶ ἐὰν αὕτη ἐκ τοῦ μέρους τῆς δικαιοσύνης ἐστί, λοιπὸν ἐκείνῃ ἐκ τοῦ μέρους τῆς κακίας. Ὥσπερ χόρτος καὶ πῦρ οὒχ ὑπομένουσιν ἐν ἑνὶ οἴκῳ, οὕτως οὐδὲ ἡ δικαιοκρισία καὶ ἡ ἐλεημοσύνη ἐν μιᾷ ψυχῇ. Ὥσπερ οὐ συσταθμίζεται κόκκος ψάμμου πρὸς βάρος πολὺ χρυσίου, οὕτως ἡ χρεία τῆς δικαιοκρισίας τοῦ Θεοῦ οὐ συσταθμίζεται πρὸς ὁμοίωσιν τῆς ἐλεημοσύνης αὐτοῦ.

Ὥσπερ δρὰξ ψάμμου πίπτουσα εἰς μεγάλην θάλασσαν, οὕτω τὰ πταίσματα πάσης σαρκὸς πρὸς ὁμοίωσιν τῆς προνοίας καὶ τοῦ ἐλέους τοῦ Θεοῦ. Καὶ ὥσπερ οὐ φράττεται πηγὴ πηγάζουσα πλουσίως εἰς δράκα χοός, οὕτως οὐ νικᾶται ἡ ἐλεημοσύνη τοῦ δημιουργοῦ ὑπὸ τῆς κακίας τῶν κτισμάτων. Ὥσπερ τὶς σπείρων ἐν τῇ θαλάσσῃ καὶ προσδοκῶν θερίσαι, οὕτως ὁ μνησικακῶν καὶ προσευχόμενος. Ὥσπερ οὐ δυνατὸν τὴν λαμπηδόνα τοῦ πυρὸς ἀποκλεῖσαι τοῦ μὴ ἀνελθεῖν ἄνω, οὕτως οὐκ ἐμποδίζονται αἳ εὐχαὶ τῶν ἐλεημόνων τοῦ ἀνελθεῖν εἰς οὐρανόν. Ὥσπερ ἡ ῥύσις τοῦ ὕδατος εἰς τὸν κατωφερῆ τόπον, οὕτως ἡ δύναμις τοῦ θυμοῦ ὅταν εὕρῃ τόπον ἐν τῇ διανοίᾳ ἡμῶν. Ὃ κτησάμενος τὴν ταπείνωσιν ἐν τῇ ἑαυτοῦ καρδίᾳ, οὗτος νεκρὸς τῷ κόσμῳ γέγονε. Καὶ ὁ νεκρωθεὶς τῷ κόσμῳ, ἐνεκρώθη τοῖς πάθεσιν, ὁ δὲ νεκρωθεὶς τῇ καρδίᾳ ἐκ τῶν ἰδίων αὐτοῦ, ὁ διάβολος. Ὃ εὑρὼν τὸν φθόνον, εὗρε μέτ’ αὐτοῦ τὸν διάβολον.

Ἔστι ταπείνωσις ἐκ τοῦ φόβου τοῦ Θεοῦ, καὶ ἐστὶ ταπείνωσις ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ. Καὶ ἐστὶν ὁ διὰ τὸν φόβον τοῦ Θεοῦ ταπεινούμενος, καὶ ἐστὶν ὁ διὰ τὴν χαρὰν ταπεινούμενος. Καὶ ἐκείνῳ μὲν τῷ διὰ τὸν φόβον τοῦ Θεοῦ ταπεινουμένῳ ἀκολουθεῖ ἐπιείκεια τῶν μελῶν μετὰ εὐτάκτων αἰσθήσεων καὶ καρδίᾳ συντετριμμένῃ ἐν παντὶ καιρῷ· τούτῳ δὲ τῷ διὰ τὴν χαρὰν ταπεινουμένῳ ἀκολουθεῖ ἁπλότης πολλὴ καὶ καρδία αὐξάνουσα καὶ ἀκράτητος.

Ἡ ἀγάπη οὐ γινώσκει τὴν αἰδώ, διὰ τοῦτο οὐ γινώσκει δοῦναι σχῆμα εἰς εὐταξίαν τῶν μελῶν αὐτῆς. Ἡ ἀγάπη φυσικῶς ἔχει τὸ μὴ αἰδεῖσθαι καὶ λαθεῖν τὸ μέτρον αὐτῆς.

Μακάριος ὁ εὑρὼν σε τὸν λιμένα πάσης χαρᾶς. Ἀγαπητὸν ἐστὶν ὑπὸ τοῦ Θεοῦ τὸ ἄθροισμα τῶν ταπεινῶν ὡς τὸ ἄθροισμα τῶν Σεραφίμ. Τίμιον ἐστὶ παρὰ τῷ Θεώ σῶμα σῶφρον πλεῖον θυσίας καθαρᾶς. Τὰ δύο γάρ, ἤγουν ἡ ταπείνωσις καὶ ἡ σωφροσύνη, ἐνέχυρον ἐκ τῆς Τριάδος ἑτοιμάζουσιν ἐν τῇ ψυχῇ.

Πρὸς τοὺς φίλους σοῦ ἐν εὐλαβείᾳ πορεύθητι, καὶ ὅταν ποίησης τοῦτο, καὶ σαυτὸν καὶ αὐτοὺς ὠφελήσεις. Ὅτι πολλάκις προφάσει τῆς ἀγάπης ἀποβάλλει ἡ ψυχὴ τὸν χαλινὸν τῆς παραφυλακῆς. Ἐκ τῶν συντυχιῶν παραφύλαξαι, ὅτι οὐκ ἐν παντὶ καιρῷ ὠφελοῦσιν. Ἐν συναθροίσματι τίμα τὴν σιωπὴν ζημίαν γὰρ πολλὴν κωλύει αὕτη.

Τὴν κοιλίαν τήρει, οὒχ ὡς τὴν ὅρασιν πόλεμος γὰρ οἰκεῖος ἀδιστάκτως κουφότερος τοῦ ἐξωτέρου. Μὴ πιστεύσῃς, ᾧ ἀδελφέ, ὅτι κωλύονται οἱ ἐσωτικοί λογισμοί, ἐκτὸς τοῦ καλῶς καὶ εὐτάκτως τὸ σῶμα καταστῆσαι.

Φοβήθητι τὰς συνηθείας πλείω τῶν ἐχθρῶν. Ὃ τρέφων πάρ’ ἑαυτῷ συνήθειαν, ὡς ἄνθρωπος ἐστὶ τρέφων πῦρ. Τὸ γὰρ μέτρον τῆς δυνάμεως τῶν δύο ἐν ὕλη συνίσταται. Ἡ συνήθεια ἐὰν ζητήσῃ ἅπαξ καὶ κωλυθῇ τὸ αἴτημα αὐτῆς, ἄλλοτε εὑρίσκεις αὐτὴν ἀσθενῆ. Καὶ ἐὰν ποίησης τὸ θέλημα αὐτῆς προσάπαξ, τὸ δεύτερον πλεῖον εὑρήσεις αὐτὴν ἰσχυροτέραν κατὰ σου.

Περὶ παντὸς πράγματος αὕτη ἡ μνήμη ἐμμεινάτω ἐν σοί. Κρείττων γὰρ ἐστὶν ἡ βοήθεια ἐκ τῆς παραφυλακῆς ὑπὲρ τῆς βοήθειαν τὴν ἐξ ἔργων. Τοῦ ἀγαπῶντος τὸν γέλωτα καὶ ἀγαπῶντος θεατρίσαι τοὺς ἀνθρώπους, φίλος μὴ γίνου· ὁδηγεῖ γὰρ σε εἰς συνήθειαν χαυνώσεως.

Μετὰ τοῦ λελυμένου ἐν τῇ πολιτείᾳ αὐτοῦ μὴ ἰλαρύνης τὸ πρόσωπον σου, φυλάττου δὲ τοῦ μὴ μισῆσαι αὐτόν. Καὶ ἐὰν βουλευθῆ ἀναστῆναι, δὸς αὐτῷ χεῖρα καὶ ἕως θανάτου μερίμνησον εὑρεῖν αὐτόν. Ἐὰν δὲ ἀσθενὴς ἀκμήν, μισεῖ καὶ τὴν ἰατρείαν. «Τὴν γὰρ ἀρχὴν τῆς ῥάβδου σου δὸς αὐτῷ», φησί, καὶ τὰ ἑξῆς.

Ἐνώπιον ὑψηλόφρονος καὶ νοσοῦντος φθόνον μετὰ παρατηρήσεως λάλει. Ὡς γὰρ σὺ λαλεῖς, αὐτὸς ποιεῖ ἐν καρδίᾳ αὐτοῦ ἐξήγησιν τῶν λόγων σου καθὼς ἀγαπᾷ καὶ ἐκ τῶν ἀγαθῶν τῶν ἐν σοι λαμβάνει ὕλην εἰς τὸ ποιῆσαι ἄλλους προσκόψαι, καὶ ἀλλάσονται οἱ λόγοι σου ἐν τῇ διανοίᾳ αὐτὸν πρὸς τὴν ὕλην τῆς ἀῤῥωστίας αὐτοῦ.

Ἐπὶ τοῦ προηγουμένου καταλαλῆσαι τὸν ἀδελφὸν αὐτοῦ ἔμπροσθεν σου, στύγνασον τὸ πρόσωπον σου. Καὶ ὅτε τοῦτο ποιήσεις, εὑρίσκῃ τῷ Θεῷ καὶ αὐτῷ παραφυλαττόμενος.

Ἐὰν δῷς τι τῷ χρῄζοντι, προλαβέτω τὴν δόσιν σου ἡ ἱλαρότης τοῦ προσώπου σου, καὶ λόγοις ἀγαθοῖς παρακαλεῖ τὴν θλῖψιν αὐτοῦ. Καὶ ὅταν ποίησης τοῦτο, νικᾷ τὴν δόσιν σου ἡ ἱλαρότης ἐν τῇ διανοίᾳ αὐτοῦ πλέον τῆς χρείας τοῦ σώματος. Ἐν ἡμέρᾳ, ὅταν ἀνοίξῃς τὸ στόμα σου καὶ λαλήσῃς τι κατὰ τίνος, λογίζου σαυτὸν τῷ Θεῷ νεκρὸν καὶ μάταιον ἐν πᾶσι τοῖς ἔργοις σου, κἂν δοκῇ ὅτι ἐν εὐθύτητι καὶ πρὸς οἰκοδομὴν ἠρέθισέ σε ὁ λογισμὸς σου λαλῆσαι. Τὶς γὰρ ἀνάγκη καταλῦσαι τίνα τὴν ἰδίαν οἰκοδομὴν καὶ διορθώσασθαι τὴν τοῦ ἑταίρου αὐτοῦ;

Ἐν ἡμέρᾳ, ἐν ᾗ λύπην ἔχεις περὶ τίνος εἰς τίνα τρόπον ἀσθενοῦντος ὑπὲρ τῶν ἀγαθῶν ἢ πονηρῶν, σωματικῶς ἢ ἐννοίᾳ, μάρτυρα λογίζου σεαυτὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ὡς παθῶν ὑπὲρ τοῦ Χριστοῦ διάκεισο, καὶ ἀξιωθεὶς ὁμολογίας. Μνήσθητι γάρ, ὅτι ὁ Χριστὸς ὑπὲρ τῶν ἁμαρτωλῶν ἀπέθανεν, οὐχὶ ὑπὲρ τῶν δικαίων. Βλέπε πόσον ἐστὶ τὸ πρᾶγμα τοῦτο μέγα, τὸ λυπεῖσθαι ὑπὲρ τῶν πονηρῶν καὶ εὐεργετεῖν τοὺς ἁμαρτωλοὺς ὑπὲρ τοὺς δικαίους. Ὁ Ἀπόστολος, ὡς θαύματος ἄξιον, μνημονεύει τούτου.

Ἐὰν δυνηθῇς δικαιωθῆναι ἐν σεαυτῷ κατὰ ψυχὴν σου, μὴ μεριμνήσῃς καταδιώξαι ἄλλην δικαιοσύνην. Ἐν πᾶσι τοῖς ἔργοις σου προηγησάσθω ἐν σοὶ ἡ σωφροσύνη τοῦ σώματος καὶ ἡ καθαρότης τῆς συνειδήσεως. Ἐκτὸς γὰρ τούτων, μάταιον ἐστὶ παρὰ τῷ Θεῷ πᾶν πρᾶγμα. Ἕκαστον ἔργον, ὃ ἐὰν ποιῇς χωρὶς διαλογισμοῦ καὶ ἐξετάσεως, γνῶθι ὅτι μάταιον ἐστί, κἂν πρεπῶδες ἧ. Διότι ὁ Θεὸς πρὸς τὴν διάκρισιν λογίζεται τὴν δικαιοσύνην καὶ οὐχὶ πρὸς τὴν ἐνέργειαν τὴν ἀδιάκριτον.
Λύχνος ἐν ἡλίῳ δίκαιος οὐ σοφός.
Σπόρος ἐπὶ πέτρας εὐχῇ μνησίκακου.
Δένδρον ἄκαρπον, ἀσκητὴς ἀνελεήμων. Βέλος ἰῶδες, ἔλεγχος ἀπὸ φθόνου.
Παγὶς κεκρυμμένη, ἔπαινος δολίου. Σύμβουλος μωρός, σκοπὸς τυφλός.
Καρδίας κλάσις, κάθισμα μετὰ ἀσυνέτων.
Πηγὴ γλυκεῖα, ὁμιλία συνετῶν. Σύμβουλος σοφός, τεῖχος ἐλπίδος.
Φίλος μωρὸς καὶ ἀσύνετος, ταμεῖον ἐστὶ ζημίας.
Κρεῖσσον ἐστὶ πενθούσαις οἰκοῦντα ἰδεῖν ἢ σοφὸν ἀκολουθοῦντα μωρῷ.
Κρεῖσσον ἐστὶν οἰκῆσαι μετὰ θηρίων, ἢ οἰκῆσαι μετὰ τῶν κακῶς.
Κάθου μετὰ γυπῶν ἢ μετὰ πλεονέκτου καὶ ἀπλήστου.
Γίνου ἑταῖρος τῷ φονευτῇ ἢ τῷ φιλονείκῳ. Μετὰ χοίρου ἡ μετὰ γαστριμάργου συλλαλεῖ· κρεῖσσον γὰρ δεξαμενὴ χοίρων ἢ στόμα φάγων.
Κάθου μεταξὺ τῶν λωβῶν ἢ μεταξὺ τῶν ὑπερηφάνων.
Καταδιώχθητι σύ, καὶ μὴ καταδίωξης.
Σταυρώθητι καὶ μὴ σταυρώσης. Ἀδικήθητι, καὶ μὴ ἀδικήσῃς.

Συκοφαντήθητι, καὶ μὴ συκοφαντήσῃς. Γίνου ἐπιεικής, καὶ μὴ ζηλωτὴς ἐν κακῷ. Ἡ δικαιολογία οὐκ ἐστὶ τῆς πολιτείας τῶν Χριστιανῶν καὶ οὐκ ἐστὶ σεσημειωμένη ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ. Εὐφραίνου μετὰ τῶν εὐφραινομένων, καὶ κλαῖε μετὰ τῶν κλαιόντων. Τοῦτο γὰρ ἐστὶ τὸ σημεῖον τῆς καθαρότητος. Μετὰ τῶν ἀῤῥώστων ἀῤῥώστησον, μετὰ τῶν ἁμαρτωλῶν πένθησον, μετὰ τῶν μετανοούντων χάρηθι.

Φίλος γενοῦ πᾶσιν ἀνθρώποις, καὶ μόνος γενοῦ ἐν τῇ διανοίᾳ σου. Κοινωνὸς γενοῦ τοῖς παθήμασι τῶν πάντων, καὶ τῷ σώματι σου μακρὰν γενοῦ ἐκ πάντων. Μὴ ἔλεγχε τινά, μηδὲ ὀνείδιζε, μηδὲ τοὺς λίαν κακοὺς ἐν τῇ πολιτείᾳ αὐτῶν.

Ἅπλωσον τὸν χιτῶνα σου ἐπὶ τὸν πταίοντα καὶ σκέπασον αὐτόν, καὶ ἐὰν μὴ δύνῃ ἐπιθεῖναι ἐφ’ ἑαυτὸν τὰ πταίσματα καὶ δέξασθαι τὴν παιδείαν καὶ τὴν αἰσχύνην ἀντ’ αὐτοῦ, κἂν ὑπόμεινον, καὶ αὐτὸν μὴ καταισχύνῃς.

Γίνωσκε, ὦ ἀδελφέ, ὅτι διὰ τοῦτο χρὴ ἡμᾶς εἶναι ἔσωθεν τῆς θύρας τοῦ κελλίου, ἵνα μὴ γινώσκωμεν τὰ πράγματα τῶν ἀνθρώπων τὰ κακά, καὶ τότε θεωροῦμεν πάντας ἁγίους καὶ καλοὺς ἐν τῇ ἁγνείᾳ τῆς διανοίας ἡμῶν. Ἐὰν δὲ γενώμεθα ἐλέγχοντες καὶ παιδεύοντες, καὶ κρίνοντες καὶ ἐξετάζοντες, καὶ ἐκδικοῦντες καὶ μεμψίμοιροι, τὶ λοιπὸν διαφέρει τὸ κάθισμα ἡμῶν τοῦ καθίσματος τῶν πόλεων; Καὶ τὶ ἐστὶ χεῖρον τοῦ καθίσματος τῆς ἐρήμου, ἐὰν μὴ ταῦτα ἐάσωμεν;

Ἐὰν οὒχ ἡσυχάζῃς τῇ καρδίᾳ, ἡσύχασον κἂν τῇ γλώσσῃ. Καὶ ἐὰν οὐ δύνῃ εὐτάκτους τοὺς λογισμοὺς σου διαθεῖναι, κἂν τὰς αἰσθήσεις σου εὐτάκτους ποίησον. Καὶ ἐὰν οὐκ ἧ μόνος ἐν τῇ διανοίᾳ σου, κἂν μόνος γενοῦ τῷ σώματι σου. Καὶ ἐὰν οὐ δύνῃ ἐργάσασθαι τῷ σώματι σου, λυπήθητι κἂν κατὰ διάνοιαν. Καὶ ἐὰν οὐ δύνῃ ἱστάμενος ἀγρυπνῆσαι, ἀγρύπνησον καθεζόμενος ἐπὶ τῆς κλίνης σου, ἢ καὶ κείμενος. Καὶ ἐὰν οὐ δύνῃ διπλᾶς νηστεῦσαι, κἂν νήστευσον ἕως ἑσπέρας. Καὶ ἐὰν οὐ δύνῃ ἕως ἑσπέρας, κἂν φύλαξον τοῦ μὴ χορτασθῆναι. Εἰ οὐκ εἰ ἅγιος ἐν τῇ καρδίᾳ σου, κἂν γενοῦ ἁγνὸς τῷ σώματι σου. Ἐὰν οὐ πενθῇς ἐν τῇ καρδίᾳ σου, κἂν ἔνδυσαι πένθος ἐν τῷ προσώπῳ σου. Ἐὰν οὐ δύνῃ ἐλεῆσαι, λάλει ὡς ἁμαρτωλός. Οὐκ εἰ εἰρηνοποιός, μὴ γίνου φιλοτάραχος. Οὐ δύνῃ σπουδαῖος γενέσθαι, γίνου κἂν ἐν τῷ φρονήματί σου ὡς ἄοκνος. Οὐκ εἰ νικητής, μὴ ὑψηλοφρονήσῃς κατὰ τῶν ὑπευθύνων. Οὐκ ἰσχύεις φράξαι τὸ στόμα τοῦ καταλαλοῦντος κατὰ τοῦ ἑταίρου αὐτοῦ, φύλαξαι κἂν σαυτὸν μὴ κοινωνῆσαι αὐτῷ.

Γνῶθι, ὅτι ἐὰν ἐξέλθῃ ἐκ σοῦ πῦρ καὶ κατακαύσῃ ἄλλους, τὰς ψυχὰς τὰς καιομένας ἐν τῷ πυρὶ σου ὁ Θεὸς ἐκ τῶν χειρῶν σου ἐκζητήσει. Καὶ ἐὰν σὺ οὐ βάλῃς τὸ πῦρ, ἀλλὰ συνευδοκεῖς τῷ ῥίπτοντι καὶ ἐν τούτῳ ἀρέσκῃ, κοινωνὸς εἰ αὐτοῦ ἐν τῇ κρίσει. Ἐὰν ἀγαπᾷς τὴν πραότητα, γενοῦ ἐν εἰρήνῃ, καὶ ἐὰν ἀξιωθῇς τῆς εἰρήνης, χαρήσῃ ἐν παντὶ καιρῷ. Ζήτησον τὴν σύνεσιν, καὶ μὴ χρυσόν. Ἔνδυσαι τὴν ταπείνωσιν, καὶ μὴ τὴν βύσσον. Κτῆσαι τὴν εἰρήνην, καὶ μὴ τὴν βασιλείαν.

Οὒκ ἔστιν ὁ συνιῶν, μὴ ἔχων ταπείνωσιν, καὶ ὁ μὴ ἔχων ταπείνωσιν, οὐ μὴ συνῇ. Οὐκ ἐστὶ ταπεινόφρων ὁ μὴ εἰρηνικός, καὶ ὁ μὴ ὧν εἰρηνικός, οὐδὲ ταπεινόφρων. Καὶ οὐκ ἔστιν, εἰ μὴ χαίρων εἰρηνικός. Ἐν πάσαις ταῖς ὁδοῖς, ἐν αἷς πορεύονται οἱ ἄνθρωποι ἐν τῷ κόσμῳ, οὒχ εὑρίσκουσιν ἐν αὐταῖς τὴν εἰρήνην, ἕως ἂν πλησιάσωσι τῇ ἐλπίδι τοῦ Θεοῦ. Οὐκ εἰρηνεύει ἡ καρδία ἐκ τοῦ κόπου καὶ τῶν προσκομμάτων, ἕως ἂν φθάσῃ ταύτην ἡ ἐλπὶς καὶ εἰρηνεύσει τὴν καρδίαν καὶ ἐκχεεῖ τὴν χαρὰν ἐν αὐτῇ. Καὶ αὕτη ἐστίν, ἦν εἶπε τὸ προσκυνητὸν στόμα καὶ πεπληρωμένον ἁγιότητος· «δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». Ἔγγισον, φησίν, εἰς τὸ ἐλπίσαι εἰς ἐμέ, καὶ ἀναπαύῃ ἐκ τοῦ ἔργου καὶ τοῦ φόβου.

Ἡ ἐλπὶς τοῦ Θεοῦ ὑψοῖ τὴν καρδίαν, ὁ δὲ φόβος τῆς γεέννης συντρίβει αὐτήν. Τὸ φῶς τῆς διανοίας γεννᾷ τὴν πίστιν, καὶ ἡ πίστις γεννᾷ τὴν παράκλησιν τῆς ἐλπίδος, ἡ δὲ ἐλπὶς κρατύνει τὴν καρδίαν. Ἡ πίστις ἐστὶν ἡ ἀποκάλυψις τῆς συνέσεως, Καὶ ὅταν σκοτισθῇ ἡ διάνοια, κρύπτεται ἡ πίστις καὶ κατακυριεύει ἡμῶν ὁ φόβος καὶ κόπτει τὴν ἐλπίδα ἡμῶν. Ἡ πίστις ἡ ἐκ τῆς μαθήσεως οὐκ ἐλευθεροῖ τὸν ἄνθρωπον ἐκ τῆς ὑπερηφανίας καὶ τοῦ δισταγμοῦ, ἀλλ’ ἡ ἐν τῇ συνέσει ὁρωμένη καὶ ἀνατέλλουσα, καὶ καλεῖται ἐπίγνωσις καὶ φανέρωσις τῆς ἀληθείας. Ἕως ἂν συνῇ ὁ νοῦς τὸν Θεὸν ὡς Θεὸν ἐν φανερώσει τῆς συνέσεως, οὐκ ἐγγίζει ὁ φόβος τῇ καρδίᾳ. Ὅταν παραχωρηθῶμεν ἐν τῇ σκοτώσει καὶ ἀπολέσωμεν ταύτην τὴν σύνεσιν, ἕως ἂν ταπεινωθῶμεν, συμβαίνει ἡμῖν ὁ φόβος, ἕως προσπέλαση ἡμᾶς τῇ ταπεινώσει καὶ τῇ μετανοίᾳ.

Ὁ υἱὸς τοῦ Θεοῦ σταυρὸν ὑπέμεινεν. Οἱ οὖν ἁμαρτωλοὶ θαρσῶμεν ἐν τῇ μετανοίᾳ. Εἰ γὰρ τὸ σχῆμα τῆς μετανοίας μετέβαλε τὴν ὀργὴν ἐκ τοῦ βασιλέως Ἀχαάβ, οὐκ ἀχρειοῖ νῦν ἡμᾶς ἡ ἀλήθεια τῆς μετανοίας ἡμῶν. Καὶ εἰ ἐξ ἐκείνου τοῦ μὴ ἀληθεύοντος τὸ σχῆμα τῆς ταπεινώσεως ἀπέστρεψε τὴν ὀργὴν ἐξ αὐτοῦ, πόσῳ μᾶλλον ἐξ ἡμῶν τῶν ἐν ἀληθείᾳ λυπουμένων ὑπὲρ τῶν πταισμάτων ἡμῶν; Ἱκανὴ ἡ λύπη τῆς διανοίας ἀντὶ πάσης ἐργασίας σωματικῆς.

Ὁ ἅγιος Γρηγόριος λέγει «ναὸς τῆς χάριτος ἐστὶν ὁ συγκεκραμένος ἐν τῷ Θεῷ καὶ διαμένων ἐν φροντίδι τῆς κρίσεως αὐτοῦ». Τὶ δὲ ἐστὶν ἡ μέριμνα τῆς κρίσεως αὐτοῦ, εἰ μὴ τὸ ἐκζητῆσαι ἀεὶ τὴν ἀνάπαυσιν αὐτοῦ καὶ λυπεῖσθαι διηνεκῶς, καὶ φροντίζειν ὑπὲρ τοῦ μὴ δύνασθαι φθάσαι τὴν τελείωσιν διὰ τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν; Καὶ ἡ διηνεκὴς ὑπὲρ τούτου λύπη ἐστὶ τὸ βαστάζειν ἐν τῇ ψυχῇ αὐτοῦ τὴν διηνεκῆ μνήμην τοῦ Θεοῦ, καθὼς εἶπεν ὁ μακάριος Βασίλειος.

Εὔχῃ ἀμετεώριστός ἐστὶν ἡ ἐμποιοῦσα ἐν τῇ ψυχὴ ἔννοιαν Θεοῦ ἐναργῆ. Καὶ τοῦτο ἐστὶ τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ. Τοῦτο δὲ ἐστὶ φροντὶς καὶ συντετριμμένη καρδία ἐν τῇ ἑτοιμασίᾳ τῆς ἀναπαύσεως αὐτοῦ.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΝΘ’ - Περὶ τῶν ἀλλοιώσεων τῶν πολλῶν τῶν ἀκολουθουσῶν τῇ διανοίᾳ καὶ τῇ εὐχῇ δοκιμαζομένων
Προηγούμενο: ΛΟΓΟΣ ΝΖ’ - Περὶ ἀλλοιώσεως τῆς ἐν τῇ ψυχῇ γινομένης ἐν παντὶ καιρῷ φωτὸς καὶ σκότους καὶ ἐκβιβασμοῦ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς γενομένου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος