Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ξ’ - Περὶ λογισμῶν πονηρῶν ἀκουσίων τῶν ἐκ τῆς λύσεως τῆς ἀμελείας τῆς πρὸ αὐτῶν γενομένων
Προηγούμενο: ΛΟΓΟΣ ΝΗ’ - Περὶ τῆς βλάβης τοῦ ζήλου τοῦ μωροῦ τοῦ ὡς ἐν προσώπῳ τοῦ Θεοῦ. Περὶ τὲ τῆς βοηθείας τῆς ἐκ τῆς πραότητος καὶ ἄλλων τρόπων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΝΘ’ - Περὶ τῶν ἀλλοιώσεων τῶν πολλῶν τῶν ἀκολουθουσῶν τῇ διανοίᾳ καὶ τῇ εὐχῇ δοκιμαζομένων

Τὸ μὲν προκρίνειν τὸ ἀγαθὸν θέλημα, τοῦ ἐπιθυμοῦντος ἐστὶν αὐτό, τὸ δὲ τελειῶσαι τὴν τοῦ ἀγαθοῦ θελήματος ἐκλογήν, τοῦ Θεοῦ, καὶ δέεται τις τῆς πάρ’ αὐτοῦ ἀντιλήψεως. Διὰ τοῦτο ἐν τῇ ἐπιθυμίᾳ τῇ γενομένῃ ἐν ἡμῖν εὐχὰς συνεχεῖς ἐπακολουθεῖν ποιήσωμεν, οὐ μόνον δεόμενοι τῆς ἀντιλήψεως ἀλλὰ καὶ ἵνα ποιήσῃ ἐν αὐτῇ διαφοράν, εἰ ἐστὶ πρὸς ἀρέσκειαν τοῦ θελήματος αὐτοῦ ἢ οὐ. Οὐ γὰρ πᾶσα ἐπιθυμία καλὴ ἐκ τοῦ Θεοῦ ἐμπίπτει εἰς τὴν καρδίαν, ἀλλ’ ἐκείνῃ ἡ ὠφελοῦσα. Ἔστι γὰρ ὅτε ἐπιθυμεῖ ὁ ἄνθρωπος ἀγαθόν, καὶ οὐ βοηθεῖ αὐτῷ ὁ Θεός. Πίπτει γὰρ καὶ ἐκ τοῦ διαβόλου ὅμοια τις ἐπιθυμία ταύτης, καὶ αὕτη νομίζεται εἰς βοήθειαν. Καὶ πολλάκις οὐκ ἐστὶ τοῦ μέτρου αὐτοῦ· αὐτὸς δὲ ὁ διάβολος τὴν βλάβην αὐτοῦ μηχανᾶται καὶ ἀναγκάζει τὸν ἄνθρωπον ζητῆσαι αὐτήν, μήπω ἀκμὴν φθάσαντα τὴν πολιτείαν αὐτῆς ἢ ἀλλοτρίᾳ τοῦ σχήματος αὐτοῦ ἐστὶν ἢ πάλιν οὐκ ἐστὶ καιρός, ἐν ᾧ δυνατὸν ταύτην πληρῶσαι ἢ κινῆσαι ἢ οὐκ ἐστὶν ἱκανὸς τῷ πράγματι ἢ τῇ γνώσει ἢ τῷ σώματι ἢ καιρὸς οὐ παρέχει ἡμῖν χεῖρα, καὶ παντὶ τρόπῳ, ὡς ἐν προσώπῳ ἐκείνου τοῦ ἀγαθοῦ, ἢ ταράσσει αὐτὸν ἢ βλάπτει ἐν τῷ σώματι αὐτοῦ ἢ κρύπτει παγίδα ἐν τῇ διανοίᾳ αὐτοῦ.

Ὅμως, καθὼς εἶπον, συνεχεῖς προσευχὰς ποιήσωμεν σπουδῇ ἐν τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ τῇ γινομένῃ ἐν ἡμῖν, καὶ εἴπωμεν ἕκαστος ἡμῶν.

Γενηθήτω τὸ θέλημα σου, ἕως οὐ τελειώσω τὸ ἔργον τὸ ἀγαθόν, ὅπερ ποιῆσαι ἐπεθύμησα, ἐὰν πὲρ ἀρέσκῃ τῷ θελήματί σου. Τὸ θελῆσαι γὰρ ἐν αὐτῷ εὐχερὲς μοὶ ἐστί, τὸ ποιῆσαι δὲ αὐτό, ἐκτὸς χαρίσματος ἐκ σοῦ γινομένου, οὐ δύναμαι, καὶ ἐὰν τὰ δύο ἐκ σοῦ ὦσι, τὸ τε θέλειν καὶ τὸ ἐνεργεῖν. Οὐ γὰρ χωρὶς τῆς χάριτος σου ταὐτὴν τὴν ἐπιθυμίαν τὴν κινηθεῖσαν ἐν ἐμοὶ δέξασθαι ἐπείσθην ἢ ἐπτοήθην ἐξ αὐτῆς. Τοῦτο γὰρ τὸ ἔθος τῷ ἐπιθυμοῦντι τὸ ἀγαθὸν ἐν τῇ διακρίσει τοῦ νοῦ ἐργάζεσθαι διὰ προσευχῆς πρὸς βοήθειαν τῆς ἐργασίας αὐτῆς καὶ σοφίαν τὴν διαιροῦσαν τὴν ἀλήθειαν ἐκ τοῦ νόθου. Ἐν προσευχαῖς γὰρ πολλαῖς καὶ ἐργασίᾳ καὶ φυλακῇ καὶ πόθῳ ἀπαύστῳ τὸ ἀγαθὸν διακρίνεται, ἐν συνεχέσι τε δάκρυσι καὶ ἐν ταπεινώσει καὶ οὐρανίῳ ἀντιλήψει, μάλιστα ὅτε ἔχει ἐναντίους λογισμοὺς τῆς ὑπερηφανείας. Οὔτε γὰρ κωλύουσι τὴν βοήθειαν τοῦ Θεοῦ ἐξ ἡμῶν, καταργοῦμεν δὲ τούτους διὰ προσευχῆς.



Ἑπόμενο: ΛΟΓΟΣ Ξ’ - Περὶ λογισμῶν πονηρῶν ἀκουσίων τῶν ἐκ τῆς λύσεως τῆς ἀμελείας τῆς πρὸ αὐτῶν γενομένων
Προηγούμενο: ΛΟΓΟΣ ΝΗ’ - Περὶ τῆς βλάβης τοῦ ζήλου τοῦ μωροῦ τοῦ ὡς ἐν προσώπῳ τοῦ Θεοῦ. Περὶ τὲ τῆς βοηθείας τῆς ἐκ τῆς πραότητος καὶ ἄλλων τρόπων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος