Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΑ’ - Περὶ τοῦ πόθεν φυλάττεται ἡ νήψις ἡ κρυπτὴ ἡ ἔσω ἐν τῇ ψυχῇ γινομένη καὶ πόθεν εἰσέρχεται ὁ ὕπνος καὶ η ψυχρότης ἐν τῇ διανοίᾳ καὶ σβεννύει τὴν θέρμην τὴν ἁγίαν ἀπὸ τῆς ψυχῆς καὶ ἀπονεκροῖ τὴν εἰς Θεὸν ἐπιθυμίαν ἀπὸ τῆς θέρμης τῶν πνευματικῶν καὶ οὐρανίων
Προηγούμενο: ΛΟΓΟΣ ΝΘ’ - Περὶ τῶν ἀλλοιώσεων τῶν πολλῶν τῶν ἀκολουθουσῶν τῇ διανοίᾳ καὶ τῇ εὐχῇ δοκιμαζομένων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Ξ’ - Περὶ λογισμῶν πονηρῶν ἀκουσίων τῶν ἐκ τῆς λύσεως τῆς ἀμελείας τῆς πρὸ αὐτῶν γενομένων

Εἰσὶ τινές, οἱ ἐρείδοντες τὸ σῶμα καὶ ἐπιθυμοῦντες ἀναπαῦσαι αὐτὸ διὰ τὸ ἔργον τοῦ Θεοῦ μικρόν, ἕως ἂν ἐνδυναμωθῶσι καὶ πάλιν στρέφονται εἰς τὸ ἔργον αὐτῶν. Ἐν ταῖς ὀλίγαις οὖν ἡμέραις τῆς ἀναπαύσεως ἡμῶν μὴ λύσωμεν τελείως τὴν φυλακὴν ἡμῶν καὶ δῶμεν ὅλην τὴν ψυχὴν ἡμῶν εἰς λύσιν, ὡς ἄνθρωποι μὴ βουλόμενοι στραφῆναι πάλιν εἰς τὸ ἔργον αὐτῶν. Οἱ τίνες ἐν καιρῷ εἰρήνης τοῖς βέλεσι τοῦ ἐχθροῦ τύπτονται, οὗτοι εἰσὶν οἱ ἐκ τῆς παῤῥησίας τοῦ θελήματος ὕστερον θησαυρίζοντες ταῖς ψυχαῖς αὐτῶν καὶ ἔνδυμα ῥυπαρὸν ἐν τῇ χώρᾳ τῇ ἁγίᾳ, ἤγουν ἐν τῇ εὐχῇ, θεωροῦσιν ὅτι ἐνδεδυμένοι εἰσί. Τοῦτο δὲ ἐστίν, ὅπερ ἐν τῇ ὥρᾳ τῆς ἐννοίας τοῦ Θεοῦ καὶ τῆς εὐχῆς ἐν τῇ ψυχῇ αὐτῶν κινεῖται. Ταῦτα εἰσίν, ἅπερ ἐκτησάμεθα ἐν τῷ καιρῷ τῆς ἀμελείας ἡμῶν καὶ αὐτὰ καταισχύνουσιν ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἡμῶν.

Βοηθεῖ τῷ ἀνθρώπῳ ἡ νήψις πλεῖον τοῦ ἔργου καὶ βλάπτει αὐτὸν ἡ λύσις πλέον τῆς ἀναπαύσεως. Ἐκ τῆς ἀναπαύσεως γὰρ πόλεμοι οἰκεῖοι γίνονται καὶ ἐνοχλοῦσι τῷ ἀνθρώπῳ, ἀλλ’ ἐξουσίαν ἔχει λῦσαι αὐτούς. Ὅταν γὰρ ἀφῇ ἄνθρωπος τὴν ἀνάπαυσιν καὶ στραφῇ εἰς τὸν τόπον τοῦ ἔργου, αἴρονται ἐξ αὐτοῦ καὶ φεύγουσιν. Οὒχ οὕτω τὸ ἐκ τῆς λύσεως τικτόμενον, ὡς ἐκ τῆς χαυνώσεως καὶ τῆς ἀναπαύσεως. Ὅσον γὰρ ἀκμὴν ἐστὶν ἐν τῇ χώρᾳ τῆς ἐλευθερίας αὐτοῦ ἐν τῇ ἀναπαύσει, δύναται πάλιν στραφῆναι καὶ κυβερνῆσαι ἑαυτὸν ἐν τῇ καταστάσει τοῦ κανόνος αὐτοῦ. Διότι ἀκμὴν ἐν τῇ χώρᾳ τῆς ἐλευθερίας αὐτοῦ, ἐν δὲ τῇ λύσει ἐξέρχεται ἐκ τῆς χώρας τῆς ἐλευθερίας αὐτοῦ. Εἰ γὰρ μὴ ὁ ἄνθρωπος τελείως ἀπέῤῥιψεν ἐξ αὐτοῦ τὴν φυλακήν, οὐκ ἂν ἐν τῷ μέσῳ τῆς βίας ἀκουσίως ἠναγκάσθη πεισθῆναι τοῖς μὴ ἀναπαύουσιν αὐτόν. Εἰ τὸν ὅρον τῆς ἐλευθερίας ἐξ ἑαυτοῦ παντελῶς μὴ ἀφῆκεν, οὐκ ἂν συνέβη αὐτῷ συναντήματα, τὰ δεσμοῦντα αὐτὸν ἐξ ἀνάγκης, οἷσπερ ἀντιστῆναι οὒκ ἠδυνήθη.

Μὴ ἁφῆς τὴν ἐλευθερίαν τινὸς τῶν αἰσθήσεων σου, ᾧ ἄνθρωπε, μήπως πάλιν ἐπανελθεῖν ἐπ’ αὐτὴν οὐ δυνήσῃ. Ἦμεν ἀνάπαυσις τοὺς νέους μόνον βλάπτει, ἡ λύσις δὲ καὶ τοὺς τελείους καὶ τοὺς γέροντας· οἱ μὲν ἐκ τῆς ἀναπαύσεως, εἰς τοὺς πονηροὺς λογισμοὺς ἐρχόμενοι, δύνανται πάλιν στραφῆναι ἐν τῇ φυλακῇ καὶ στῆναι ἐν τῇ ὑψηλῇ αὐτῶν πολιτείᾳ, οἱ δὲ ἐν τῇ ἐλπίδι τοῦ ἔργου ἀμελήσαντες εἰς τὴν φυλακήν, ἐκ τῆς ὑψηλῆς πολιτείας πρὸς λύσιν τῆς ζωῆς ᾐχμαλωτίσθησαν.

Ἔστιν ὁ ἐν τῇ χώρᾳ τῶν ἐχθρῶν τυφθεὶς καὶ ἐν καιρῷ τῆς εἰρήνης ἀποθνήσκων, καὶ ἐστὶν ὁ ἐν προφάσει ἐμπορίας τῆς ζωῆς ἐξερχόμενος καὶ σκόλοπα τῇ ψυχῇ αὐτοῦ λαμβάνων. Μὴ ὅταν ὀλισθήσωμεν ἐν τίνι, τότε λυπηθῶμεν, ἀλλ’ ὅταν ἐμμείνωμεν ἐν αὐτῷ. Τὸ γὰρ ὀλίσθημα συμβαίνει πολλάκις καὶ τοῖς τελείοις, τὸ δὲ ἐμμείναι ἐν αὐτῷ νέκρωσις ἐστὶ τελεία. Ἡ λύπη δέ, ἦν λυπούμεθα ὑπὲρ τῶν ἴδιων ὀλισθημάτων, εἰς τόπον ἐργασίας καθαρᾶς λογίζεται ἡμῖν ἐκ τῆς χάριτος. Ὁ ἐν ἐλπίδι μετανοίας ὀλισθαίνων ἐκ δευτέρου, οὗτος μετὰ πανουργίας πορεύεται μετὰ τοῦ Θεοῦ. Τούτῳ ἀγνώστως ἐπιπίπτει ὁ θάνατος καὶ οὐ φθάνει τὸν καιρὸν τῆς ἐλπίδος αὐτοῦ τὰ ἔργα τῆς ἀρετῆς πληρῶσαι. Ἕκαστος λελυμένος τὰς αἰσθήσεις, ἐστὶ καὶ τῇ καρδίᾳ λελυμένος.

Ἡ ἐργασία τῆς καρδίας δεσμὸς ἐστὶ τῶν ἐξωτέρων μελῶν, καὶ ἐὰν ἐν διακρίσει ποιῇ τις ταύτην, κατὰ τὰς τοὺς πρὸ ἡμῶν πατέρας, ἔκδηλος ἐστὶν ἐκ τῶν ἀλλοτρίων τῶν φαινομένων ἐν αὐτῷ, ὅτι οὐκ ἐστὶ δεδεμένος ἐν τῷ κέρδει τῷ σωματικῷ, οὐδὲ ἀγαπᾷ τὴν γαστριμαργίαν, καὶ ὁ θυμὸς ἀπέχει ἐξ αὐτοῦ παντελῶς. Ὅπου γὰρ τὰ τρία ταῦτα, τὸ κέρδος τὸ σωματικόν, κἂν σμικρὸν ἧ ἢ μέγα, καὶ ἡ ὀξυχολία καὶ ἡ ἧττα τῆς γαστριμαργίας, κἂν φαίνηταί τις ὅμοιος τῶν παλαιῶν ἁγίων, γνῶθι ὅτι ἐκ τῆς ἀνυπομονησίας τῶν ἔσω ἐστὶν ἡ λύσις τῶν ἔξω αὐτοῦ, καὶ οὐχὶ ἀπὸ διαφορᾶς καταφρονήσεως τῆς ψυχῆς αὐτοῦ. Εἰ δὲ μή, πῶς κατεφρόνησε τῶν σωματικῶν καὶ τὴν πραότητα οὐκ ἐκτήσατο;

Τῇ μὲν διακρίσεως καταφρονήσει ἀκολουθεῖ τὸ μὴ δεσμεῖσθαι ἐν τινί, καὶ ἡ καταφρόνησις τῆς ἀναπαύσεως καὶ τοῦ πόθου τῶν ἀνθρώπων. Καὶ ἐὰν ἐν ἑτοιμασίᾳ δέχηται τὶς ζημίας διὰ τὸν Θεὸν χαίρων, καθαρὸς ἐστὶν ἔσωθεν. Καὶ ἐὰν μὴ καταφρονήσῃ τινός, διὰ τὰς πηρώσεις τὰς ἐν αὐτῷ, ἐν ἀληθείᾳ ἐλεύθερος ἐστί, καὶ ἐὰν μὴ προσίεται πρὸς τὸν τιμῶντα αὐτὸν ἢ καὶ ἀηδιάζεται πρὸς τὸν ἀτιμάζοντα, οὗτος νενέκρωται τῷ κόσμῳ ἐν τῇ ζωῇ ταύτῃ. Ἡ φυλακὴ τῆς διακρίσεως κρειττοτέρα ἐστὶν ὑπὲρ πᾶσαν πολιτείαν, τὴν ἐνεργουμένην ἐν παντὶ τρόπῳ καὶ παντὶ μέτρῳ τῶν ἀνθρώπων.

Μὴ μισήσῃς τὸν ἁμαρτωλόν. Πάντες γὰρ ἐσμὲν ὑπεύθυνοι. Καὶ ἐὰν διὰ τὸν Θεὸν κινῆσαι κατ’ αὐτοῦ, κλαῦσον ὑπὲρ αὐτοῦ. Καὶ διατὶ μισεῖς αὐτόν; Τὰς ἁμαρτίας αὐτοῦ μίσησον καὶ εὖξαι ὑπὲρ αὐτοῦ, ἵνα ὁμοιωθῇς τῷ Χριστῷ ὅστις οὐκ ἠγανάκτει κατὰ τῶν ἁμαρτωλῶν, ἀλλ ὑπερηύχετο. Οὒχ ὁρᾷς πῶς ἔκλαυσεν ὑπὲρ τῆς Ἱερουσαλήμ; Ἐν πολλοῖς καταγελώμεθα καὶ ἡμεῖς ὑπὸ τοῦ διαβόλου. Καὶ διατὶ τὸν καταγελασθέντα καθ’ ἡμᾶς ἐκ τοῦ καταγελῶντος ἡμῶν διαβόλου μισοῦμεν; Καὶ διατὶ μισεῖς τὸν ἁμαρτωλόν, ᾧ ἄνθρωπε; Ἄρα, ὅτι οὐκ ἐστὶ δίκαιος κατὰ σέ; Καὶ ποῦ ἐστὶν ἡ δικαιοσύνη σου, ὅτι οὐκ ἔχεις ἀγάπην; Διατὶ οὐκ ἔκλαυσας ἐπ’ αὐτῷ, ἀλλὰ σὺ καταδιώκεις αὐτόν; Ἐν ἀγνοίᾳ γὰρ κινοῦνται τίνες ὀργιζόμενοι, οἱ δοκοῦντες εἶναι διακριτικοί, εἰς τὰ ἔργα τῶν ἁμαρτωλῶν.

Γίνου κῆρυξ τῆς ἀγαθότητος τοῦ Θεοῦ, ὅτι ἀνάξιόν σε ὄντα κυβερνῇ, καὶ ὅτι χρεωστεῖς χρέος πολὺ καὶ ἡ ἐκδίκησις αὐτοῦ οὐ φανεροῦται ἐν σοί, καὶ ἀντὶ τῶν μικρῶν ἔργων, ὧν ποιεῖς, ἀντιπαρέχει σοι τὰ μεγάλα. Μὴ καλέσῃς τὸν Θεὸν δίκαιον, ὅτι ἡ δικαιοσύνη αὐτοῦ οὐ γνωρίζεται ἐν τοῖς πράγμασι σου. Καὶ ἐὰν ὁ Δαβὶδ καλῇ αὐτὸν δίκαιον καὶ εὐθύν, ἀλλὰ ὁ υἱὸς αὐτοῦ ἐφανέρωσεν ἡμῖν ὅτι μᾶλλον ἀγαθὸς ἐστὶ καὶ χρηστός. «Ἀγαθὸς ἐστί, φησί, τοῖς πονηροῖς καὶ ἀσεβέσι». Καὶ πῶς ὀνομάζεις τὸν Θεὸν δίκαιον, ὅταν ἀπαντήσῃς τῷ κεφαλαίῳ, τῷ περὶ τοῦ μισθοῦ τῶν ἐργατῶν; «Ἑταῖρε, οὐκ ἀδικῶ σέ, θέλω δοῦναι τούτῳ τῷ ἐσχάτῳ, ὡς καὶ σοί. Ἢ ὁ ὀφθαλμὸς σου πονηρὸς ἐστίν, ὅτι ἐγὼ ἀγαθὸς εἰμί;».

Πῶς πάλιν καλεῖ ἄνθρωπος τὸν Θεὸν δίκαιον, ὅταν ἀπαντήσῃ τῷ κεφαλαίῳ τοῦ ἀσώτου υἱοῦ, ὃς ἐσκόρπισε τὸν πλοῦτον ἐν ἀσωτεῖα, ὅτε ἐν τῇ κατανύξει μόνῃ, ἐν ἡ ἔδειξε, πῶς ἔδραμε καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ ἐπὶ πάντα τὸν πλοῦτον αὐτοῦ; Οὐδεὶς γὰρ ἄλλος εἶπε περὶ αὐτοῦ ταῦτα, ἵνα διστάσωμεν εἰς αὐτόν, ἀλλ ’ αὐτὸς ὁ Υἱὸς αὐτοῦ, αὐτὸς ἐμαρτύρησε περὶ αὐτοῦ ταῦτα. Ποῦ ἐστὶν ἡ δικαιοσύνη τοῦ Θεοῦ, ὅτι ἦμεν ἁμαρτωλοὶ καὶ ὁ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν; Εἰ δὲ ὧδε ἐστὶν ἐλεήμων, πιστεύσωμεν, ὅτι ἀλλοίωσιν οὐ δέχεται.

Μὴ γένοιτο ἡμᾶς λογίσασθαι ποτὲ τοῦτο τὸ ἀνόμημα, ἵνα ποτὲ εἴπωμεν τὸν Θεὸν ἀνελεήμονα· ὅτι οὐκ ἀλλοιοῦται τὸ ἴδιον τοῦ Θεοῦ, ὥσπερ οἱ νεκροί, καὶ οὐ κτᾶται τὶ ὅπερ οὐκ ἔχει, ἢ ὅπερ ἔχει ὑστερεῖ ἢ προσθήκην λαμβάνει, καθάπερ τὰ κτίσματα. Ἀλλ’ ὅπερ ἔχει ὁ Θεὸς ἐξ ἀρχῆς, ἕξει ἀεὶ ἕως ἀτελευτήτου τέλους, καὶ ἔχει, καθάπερ ὁ μακάριος Κύριλλος εἶπεν ἐν τῇ ἑρμηνείᾳ τῆς γενέσεως. Φοβοῦ, φησί, ἐκ τῆς ἀγάπης αὐτόν, καὶ μὴ ἐκ τοῦ ὀνόματος τοῦ σκληροῦ τοῦ τεθέντος ἐπ’ αὐτόν. Ἀγάπησον αὐτόν, ὡς χρεωστεῖς ἀγαπῆσαι αὐτόν, καὶ μὴ διὰ τὰ μέλλοντα δίδοσθαι ὕπ’ αὐτοῦ, ἀλλ’ ὅπερ ὧν ἐλάβομεν. Καὶ διὰ τὸν κόσμον τοῦτον μόνον, ὃν ἐποίησε δι’ ἡμᾶς, τὶς γὰρ ἐστὶν ὁ δυνάμενος ἀνταμείψασθαι αὐτόν; Ποῦ ἐστὶ ἡ ἀνταπόδοσις αὐτοῦ ἐν τοῖς ἔργοις ἡμῶν; Τὶς ἔπεισεν αὐτὸν ἐξ ἀρχῆς παραγαγεῖν ἡμᾶς εἰς τὴν κτίσιν; Καὶ τὶς ἐστὶν ὁ παρακαλῶν αὐτὸν ὑπὲρ ἡμῶν, ὅταν γινώμεθα ἀμνήμονες; Ὅτε δὲ οὐκ ἦμεν ποτέ, τὶς ἐστὶν ὁ ἐξυπνίσας τὸ σῶμα ἡμῶν ἐκεῖνο πρὸς τὴν ζωήν; Καὶ πάλιν πόθεν πίπτει ἡ ἔννοια τῆς γνώσεως εἰς τὸν χοῦν;

ᾯ τῆς θαυμαστῆς ἐλεημοσύνης τοῦ Θεοῦ. Ἡ ἔκπληξις τῆς χάριτος τοῦ Θεοῦ καὶ κτίστου ἡμῶν. ᾯ δύναμις ἡ ἱκανοῦσα εἰς πάντα. ᾯ τῆς χρηστότητος τῆς ἀμέτρου, ἧς τὴν φύσιν ἡμῶν τῶν ἁμαρτωλῶν πάλιν εἰσάγει πρὸς ἀνάπλασιν αὐτῶν. Τὶς ἱκανοὶ πρὸς τὴν δόξαν αὐτοῦ; Τὸν παραβάντα αὐτὸν καὶ βλασφημήσαντα ἐγείρει, τὸν χοῦν τὸν ἀλόγιστον καινίζει, καὶ συνετὸν καὶ λογικὸν ποιεῖ, καὶ τὸν διεσκορπισμένον νοῦν καὶ ἀναίσθητον καὶ τὰς διεσκορπισμένας αἰσθήσεις, φύσιν λογικὴν καὶ ἀξίαν ἐννοίας ἐμποιεῖ. Οὐχ ἱκανοὶ γὰρ ὁ ἁμαρτωλὸς ἐννοῆσαι τὴν χάριν τῆς ἀναστάσεως αὐτοῦ. Ποῦ ἐστὶν ἡ γέεννα, ἡ δυναμένη λυπῆσαι ἡμᾶς; Καὶ ποῦ ἐστὶν ἡ κόλασις, ἡ ἐκφοβοῦσα ἡμᾶς πολυμερῶς καὶ νικῶσα τὴν εὐφροσύνην τῆς ἀγάπης αὐτοῦ; Καὶ τὶ ἐστὶν ἡ γέεννα πρὸς τὴν χάριν τῆς ἀναστάσεως αὐτοῦ, ὅταν ἐγείρῃ ἡμᾶς ἐκ τοῦ ᾅδου καὶ ποιήσῃ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν ἀφθαρσίαν, καὶ τὸν εἰς ᾅδην πεσόντα ἐγείρῃ ἐν δόξῃ;

ᾯ διακριτικοί, δεῦτε καὶ θαυμάσατε. Τὶς ἔχων σοφὴν διάνοιαν καὶ θαυμαστὴν θαυμάσει κατ’ ἀξίαν τὴν χάριν τοῦ δημιουργοῦ ἡμῶν; Ἡ ἀνταπόδοσις τῶν ἁμαρτωλῶν ἐστί, καὶ ἀντὶ τῆς ἀνταποδόσεως τῆς δικαίας, αὐτὸς ἀνάστασιν ἀνταποδίδωσιν αὐτοῖς καὶ ἀντὶ τῶν σωμάτων τῶν καταπατησάντων τὸν νόμον αὐτοῦ, ἀφθαρσίας δόξαν τελείαν ἐνδύει αὐτούς. Αὕτη ἡ χάρις ἐστὶν ἡ μειζοτέρα, ἡ μετὰ τὸ ἁμαρτῆσαι ἡμᾶς ἀναστήσασα, ὑπὲρ έκείνην, ὅτε οὐκ ἦμεν, καὶ παρήγαγεν ἡμᾶς εἰς κτίσιν.

Δόξα Κύριε, τῇ χάριτί σου τῇ ἀμέτρῳ. Ἰδού, Κύριε, τὰ κύματα τῆς χάριτος σου σιωπῆσαι με ἐποίησαν, καὶ οὐκ ἀπελείφθη ἐν ἐμοὶ ἔννοια ἐξ ἐναντίας τῶν εὐχαριστιῶν σου. Ποίοις στόμασιν ἐξομολογησόμεθά σοι, βασιλεῦ ἀγαθέ, ὁ ἀγαπῶν τὴν ζωὴν ἡμῶν; Δόξα σοὶ ἐπὶ τοῖς δυσὶ κόσμοις, οὓς ἐδημιούργησας πρὸς αὔξησιν καὶ τρυφὴν ἡμῶν, ἄγων ἡμᾶς ἐκ πάντων, ὧν ἐδημιούργησας, πρὸς γνῶσιν τῆς δόξης σοῦ, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΑ’ - Περὶ τοῦ πόθεν φυλάττεται ἡ νήψις ἡ κρυπτὴ ἡ ἔσω ἐν τῇ ψυχῇ γινομένη καὶ πόθεν εἰσέρχεται ὁ ὕπνος καὶ η ψυχρότης ἐν τῇ διανοίᾳ καὶ σβεννύει τὴν θέρμην τὴν ἁγίαν ἀπὸ τῆς ψυχῆς καὶ ἀπονεκροῖ τὴν εἰς Θεὸν ἐπιθυμίαν ἀπὸ τῆς θέρμης τῶν πνευματικῶν καὶ οὐρανίων
Προηγούμενο: ΛΟΓΟΣ ΝΘ’ - Περὶ τῶν ἀλλοιώσεων τῶν πολλῶν τῶν ἀκολουθουσῶν τῇ διανοίᾳ καὶ τῇ εὐχῇ δοκιμαζομένων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος