Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΒ — Περὶ τῶν τριῶν τῆς γνώσεως τρόπων καὶ τῆς διαφορᾶς τῆς ἐργασίας αὐτῶν καὶ τῶν νοημάτων αὐτῶν. Καὶ περὶ τῆς πίστεως τῆς ψυχῆς καὶ τοῦ πλούτου τοῦ μυστικοῦ, τοῦ ἐγκεκρυμμένου αὐτῇ καὶ πόσον διαφέρει ἡ γνῶσις τοῦ κόσμου τούτου ἐν τοῖς τρόποις αὐτῆς τῆς ἁπλότητος τῆς πίστεως
Προηγούμενο: ΛΟΓΟΣ Ξ’ - Περὶ λογισμῶν πονηρῶν ἀκουσίων τῶν ἐκ τῆς λύσεως τῆς ἀμελείας τῆς πρὸ αὐτῶν γενομένων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΑ’ - Περὶ τοῦ πόθεν φυλάττεται ἡ νήψις ἡ κρυπτὴ ἡ ἔσω ἐν τῇ ψυχῇ γινομένη καὶ πόθεν εἰσέρχεται ὁ ὕπνος καὶ η ψυχρότης ἐν τῇ διανοίᾳ καὶ σβεννύει τὴν θέρμην τὴν ἁγίαν ἀπὸ τῆς ψυχῆς καὶ ἀπονεκροῖ τὴν εἰς Θεὸν ἐπιθυμίαν ἀπὸ τῆς θέρμης τῶν πνευματικῶν καὶ οὐρανίων

Οὒκ ἔστι δυνατὸν τοῖς ἔχουσι τὰς καλὰς ἐπιθυμίας ὑπὸ τῆς ἐναντιώσεως κωλυθῆναι δρᾶσαι ταύτας, ἐὰν μὴ εὕρῃ ὁ πονηρὸς χώραν καλῆς προφάσεως ἐν τοῖς ποθοῦσι τὸ καλόν. Ἔστι δὲ τὸ πρᾶγμα παρὰ τοῦτο. Πάσῃ ἐννοίᾳ ἐπιθυμίας ἀγαθῆς ἐν τῇ ἀρχῇ τῆς κινήσεως αὐτῆς ἀκολουθεῖ ζῆλος τις, ὅμοιος τοῖς τοῦ πυρὸς ἄνθραξιν ἐν τῇ ἑαυτοῦ θερμότητι, καὶ οὗτος εἴωθε περιτειχίζειν ταύτην τὴν ἔννοιαν καὶ ἀποδιώκειν ἀπὸ τῶν ἔγγιστα αὐτῆς πᾶσαν ἐναντίωσιν καὶ ἐμποδισμὸν καὶ κώλυμα γινόμενον αὐτῇ. Ἰσχὺν γὰρ πολλὴν καὶ δύναμιν ἄῤῥητον κτᾶται οὗτος ὁ ζῆλος τοῦ περιτειχίζειν τὴν ψυχὴν πᾶσαν ὥραν ἐκ τῆς χαυνώσεως ἢ τοῦ μὴ πτοεῖσθαι τὰς ὁρμὰς τῶν περιστάσεων ἁπασῶν.

Καὶ αὕτη μὲν ἡ ἔννοια ἡ πρώτη, ἡ δύναμις ἐστὶ τῆς ἁγίας ἐπιθυμίας, ἡ ἐν τῇ φύσει τῆς ψυχῆς φυσικῶς πεφυτευμένη. Οὗτος δὲ ὁ ζῆλος ἐστὶν ἡ ἔννοια ἡ κινούμενη ἐκ τῆς θυμικῆς δυνάμεως, τῆς οὔσης ἐν αὐτῇ, ἡ ἐκ Θεοῦ τεθείσα ἡμῖν συμφερόντως, τοῦ τηρῆσαι τὸν ὅρον τῆς φύσεως, τοῦ ἐκπέμψαι τὴν ἔννοιαν τῆς ἐλευθερίας αὐτῆς, εἰς πλήρωσιν τῆς φυσικῆς ἐπιθυμίας, τῆς ἐν τῇ ψυχῇ οὔσης, ἥτις ἐστὶν ἡ ἀρετή, ἧς χωρὶς ἀγαθὸν οὐκ ἐργάζεται. Καὶ καλεῖται ζῆλος, ὅτι αὐτὸς ἐστὶν ὁ κινῶν καὶ ζηλῶν καὶ ἐξάπτων καὶ ἐνισχύων τὸν ἄνθρωπον κατὰ καιρὸν καὶ καιρὸν καταφρονεῖν τῆς σαρκὸς ἐν ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς τοῖς φοβεροῖς τοῖς ἀπαντῶσιν αὐτῷ καὶ τοῦ παραδιδόναι εἰς θάνατον ἀεὶ τὴν ἑαυτοῦ ψυχήν, καὶ ἀπαντᾷν τῇ ἀποστατικῇ δυνάμει ὑπὲρ τῆς τελειώσεως ἐκείνου τοῦ πράγματος, οὗ ἡ ψυχὴ πόθον ἔσχε σφοδρόν.

Ἄνθρωπος γὰρ τις ἐνδεδυμένος τὸν Χριστόν, κύνα τὸν ζῆλον τοῦτον ἐκάλεσεν ἐν τοῖς λόγοις αὐτοῦ καὶ φύλακα τοῦ νόμου τοῦ Θεοῦ, ὅπερ ἐστὶν ἡ ἀρετή· ἡ γὰρ ἀρετὴ νόμος Θεοῦ καλεῖται. Στερεοῦται δὲ ἡ δύναμις αὕτη τοῦ ζήλου καὶ ἐξυπνίζεται καὶ ἐξάπτεται εἰς φυλακὴν τοῦ οἴκου κατὰ δύο τρόπους, καὶ ἀσθενεῖ πάλιν καὶ νυστάζει καὶ ῥαθυμεῖ κατὰ δύο τρόπους. Ἤγουν, ὁ ἐξυπνισμός καὶ ἡ ἔξαψις γίνεται, ὅταν τῷ ἀνθρώπῳ ἐννοηθῇ φόβος τίς, καταπτοῶν αὐτὸν ὑπὲρ τοῦ ἀγαθοῦ, οὐ ἐκτήσατο, ἢ ὃ μέλλει κτήσασθαι, μήπως κλαπείη, ἤτοι ἀφανισθείη ἐκ τίνος τῶν συμβαινόντων καὶ ἀκολουθούντων αὐτῷ. Καὶ τοῦτο ἐκ τῆς θείας προνοίας κινεῖται· λέγω δὴ ὁ φόβος ἐν πᾶσι τοῖς ἐργαζομένοις τὴν ἀρετὴν ἐξ ἀληθείας εἰς ἐξυπνισμόν καὶ ζῆλον διαμένοντα ἐν τῇ ψυχῇ, ἵνα μὴ νυστάξῃ.

Ὅταν δὲ ὁ φόβος οὗτος κινηθῇ ἐν τῇ φύσει, ὁ ζῆλος ὁ ῥηθεὶς ὑφ’ ἡμῶν κύων, νυκτὸς καὶ ἡμέρας ὥσπερ κλίβανος καιόμενος θερμαίνεται καὶ ἐξυπνίζει τὴν φύσιν, καὶ καθ’ ὁμοιότητα τῶν Χερουβίμ ἐξυπνίζεται καὶ προσέχει τοῖς περικύκλω αὐτοῦ κατὰ πᾶσαν ὥραν. Καὶ ὡς λέγει ὁ ἄνθρωπος, ἐὰν ὄρνεον διέρχεται, κύκλῳ αὐτοῦ κινεῖται καὶ ὑλακτεῖ ἐν ὁρμῇ ὀξυτάτῃ καὶ ἀῤῥήτῳ.

Καὶ αὐτὸς ὁ φόβος ὅταν γίνηται, διότι ἐδίστασεν εἰς τὴν πρόνοιαν τοῦ Θεοῦ ἐν τῇ πίστει αὐτοῦ καὶ ἐπελάθετο πῶς ἐπιμελεῖται ὁ Θεὸς καὶ προνοεῖται τῶν ἀγωνιζομένων ὑπὲρ τῆς ἀρετῆς, τοῦ ἐπισκέπτεσθαι αὐτοὺς καθ’ ὥραν, ὡς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ στόματος τοῦ Προφήτου λέγει, «ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους», καὶ τὰ ἕξης. Καὶ πάλιν, «κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν». Καὶ αὐτὸς ὡς ἐκ προσώπου αὐτοῦ εἶπε τοῖς φοβουμένοις αὐτὸν «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου».

Ὅταν δὲ ὑπὲρ τῆς ψυχῆς γένηται ὁ φόβος, διὰ τὰ συμβαίνοντα τῇ ἀρετῇ καὶ ἀκολουθοῦντα, ἵνα μὴ κλαπῇ ἡ βλάβῃ ἐκ τίνος τῶν αἴτιων, οὗτος ὁ λογισμὸς θεϊκὸς ἐστί, καὶ μέριμνα ἀγαθὴ καὶ ἐκ τῆς προνοίας τοῦ Θεοῦ ἐστὶν ἡ λύπη αὕτη καὶ ἡ βάσανος.

Καὶ πάλιν ὁ δεύτερος τρόπος, ἤγουν ἡ ἰσχὺς καὶ ἡ ἔξαψις τοῦ κυνὸς ἐστίν, ὅταν ἐπὶ πλεῖον αὐξηθῇ ἡ ἐπιθυμία τῆς ἀρετῆς ἐν τῇ ψυχῇ. Καθ’ ὅσον γὰρ ἡ ἐπιθυμία ἐν τῇ ψυχῇ αὐξάνεται, κατὰ τοσοῦτον καὶ οὗτος ὁ κύων ἐξάπτεται, ὃς ἐστὶν ὁ φυσικὸς ζῆλος ὑπὲρ τῆς ἀρετῆς.

Ἡ δὲ πρώτη πρόφασις τῆς ψυχρότητος αὐτοῦ ἐστίν, ὅταν αὕτη ἡ ἐπιθυμία λήξη καὶ ἐλαττωθῇ ἐν τῇ ψυχῇ ἡ δευτέρᾳ δὲ ἐστίν, ὅταν πεποιθήσεως καὶ θάρσους λογισμὸς τις εἰσέλθῃ ἐν τῇ ψυχῇ καὶ καταμείνῃ ἐν αὐτῇ καὶ ἐλπίσῃ ὁ ἄνθρωπος καὶ ἐνθυμηθῇ καὶ δοκήσῃ ὅτι οὐκ ἐστὶν αὐτῷ φόβος ἐκ τίνος δυνάμεως βλάψαι αὐτόν. Καὶ ἐκ τούτου λύει ἐξ αὐτοῦ τὰ ὅπλα τοῦ ζήλου καὶ γίνεται ὥσπερ οἶκος ἀφύλακτος. Καὶ ὑπνοῖ ὁ κύων καὶ ἀφίησι τὴν φυλακὴν ἐπὶ πολύ.

Ἐκ τούτου τοῦ λογισμοῦ κλέπτονται οἱ πλεῖστοι τῶν νοητῶν οἴκων. Καὶ τοῦτο γίνεται, ὅταν ἀμαυρωθῇ τὸ καθαρὸν τῆς ἐλλάμψεως ἐκείνης τῆς γνώσεως τῆς ἁγίας, τῆς ἐν τῇ ψυχῇ. Καὶ πόθεν ἀμαυροῦται τόδε, εἰ μὴ λογισμὸς τις λεπτότατος τῆς ὑπερηφανίας ὑπεισῆλθε τῇ ψυχῇ καὶ ἐνεφώλευσεν ἐκεῖ, ἢ ἐξηκολούθησεν ὁ ἄνθρωπος ἐπὶ πλέον τῇ μερίμνῃ τῶν παρερχομένων, ἢ τῇ ἀπαντήσει τῇ συνέχει τοῦ κόσμου τῇ ἀπατώση αὐτόν, ἢ ἐκ τῆς γαστρὸς τῆς κυρίας πάντων τῶν κακῶν.

Πάντοτε γάρ, ὅταν ἔλθῃ ὁ ἀγωνιστὴς πρὸς τὴν ἀπάντησιν τοῦ κόσμου, εὐθὺς ἡ ψυχὴ αὐτοῦ ἀτονεῖ. Ὡσαύτως δέ, καὶ ὅταν εἰς τὴν ἀπάντησιν τῶν πολλῶν, τῶν μόνων ἐξ ἀνάγκης ἐκ τῆς κενοδοξίας συντριβόντων τὴν ψυχὴν αὐτοῦ. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ὅμοιος ἐστὶν ὁ νοῦς τοῦ δραπετεύοντας, ἡνίκα ἀπαντήσει τῷ κόσμῳ, τῷ κυβερνήτῃ τῷ ἐν γαλήνῃ διαπορευομένῳ ἐν τῇ θαλάσσῃ καὶ ἐξαίφνης ἐμπεσόντι ἐν μέσῳ τῶν πετρῶν καὶ ναυαγοῦντι.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα, κράτος, τιμὴ καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΒ — Περὶ τῶν τριῶν τῆς γνώσεως τρόπων καὶ τῆς διαφορᾶς τῆς ἐργασίας αὐτῶν καὶ τῶν νοημάτων αὐτῶν. Καὶ περὶ τῆς πίστεως τῆς ψυχῆς καὶ τοῦ πλούτου τοῦ μυστικοῦ, τοῦ ἐγκεκρυμμένου αὐτῇ καὶ πόσον διαφέρει ἡ γνῶσις τοῦ κόσμου τούτου ἐν τοῖς τρόποις αὐτῆς τῆς ἁπλότητος τῆς πίστεως
Προηγούμενο: ΛΟΓΟΣ Ξ’ - Περὶ λογισμῶν πονηρῶν ἀκουσίων τῶν ἐκ τῆς λύσεως τῆς ἀμελείας τῆς πρὸ αὐτῶν γενομένων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος