Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΓ: Περὶ τάξεως πρώτης τῆς γνώσεως
Προηγούμενο: ΛΟΓΟΣ ΞΑ’ - Περὶ τοῦ πόθεν φυλάττεται ἡ νήψις ἡ κρυπτὴ ἡ ἔσω ἐν τῇ ψυχῇ γινομένη καὶ πόθεν εἰσέρχεται ὁ ὕπνος καὶ η ψυχρότης ἐν τῇ διανοίᾳ καὶ σβεννύει τὴν θέρμην τὴν ἁγίαν ἀπὸ τῆς ψυχῆς καὶ ἀπονεκροῖ τὴν εἰς Θεὸν ἐπιθυμίαν ἀπὸ τῆς θέρμης τῶν πνευματικῶν καὶ οὐρανίων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΒ — Περὶ τῶν τριῶν τῆς γνώσεως τρόπων καὶ τῆς διαφορᾶς τῆς ἐργασίας αὐτῶν καὶ τῶν νοημάτων αὐτῶν. Καὶ περὶ τῆς πίστεως τῆς ψυχῆς καὶ τοῦ πλούτου τοῦ μυστικοῦ, τοῦ ἐγκεκρυμμένου αὐτῇ καὶ πόσον διαφέρει ἡ γνῶσις τοῦ κόσμου τούτου ἐν τοῖς τρόποις αὐτῆς τῆς ἁπλότητος τῆς πίστεως

Ἡ ψυχὴ ἡ ἐν ταῖς τρίβοις τῆς πολιτείας καὶ ἐν τῇ ὁδῷ τῆς πίστεως διαπορευομένη καὶ ταύτην πολλάκις κατορθώσασα, ἐὰν στραφῇ πάλιν εἰς τοὺς τρόπους τῆς γνώσεως, εὐθέως χωλαίνει ἐκ τῆς πίστεως καὶ στερεῖται ἐξ αὐτῆς ἡ νοερὰ δύναμις αὐτῆς, ἡ ἐκ τῶν ἐναλλαγμάτων τῶν ἀντιλήψεων φανερουμένη ἐν τῇ καθαρᾷ ψυχῇ καὶ ἀνεξετάστως ἐν αὐτῇ ἀναστρεφομένη ἐν ἁπλότητι ἐν πᾶσι τοῖς ἑαυτῆς.

Ψυχὴ γὰρ ἡ ἅπαξ παραθεμένη ἑαυτὴν τῷ Θεῷ ἐν πίστει καὶ ἐν πολλῇ πείρᾳ δεξαμένη τὴν γεῦσιν τῆς συνεργίας αὐτοῦ, πάλιν ἑαυτῆς οὐ φροντίζει, ἀλλὰ τῇ ἐκπλήξει καὶ τῇ σιωπῇ φιμοῦται, καὶ στραφῆναι πάλιν εἰς τοὺς τρόπους τῆς γνώσεως αὐτῆς καὶ ἀναστρέφεσθαι ἐν αὐτοῖς οὐκ ἔχει έξουσίαν, μήπως ἐν τῇ ἐναντιώσει αὐτῶν στερηθῇ τῆς προνοίας τοῦ Θεοῦ, τῆς κρυπτῶς ἐπισκεπτόμενης αὐτὴν ἀπαύστως καὶ ἐπιμελουμένης αὐτῆς καὶ ἀδιαλείπτως ἐξακολουθούσης αὐτῇ ἐν παντὶ τρόπῳ. Διότι ἐμωράνθη, ὑπονοήσασα ἑαυτὴν ἱκανὴν οὖσαν προνοήσασθαι ἑαυτῆς ἐν τῇ δυνάμει τῆς γνώσεως αὐτῆς. Ἐν οἷς γὰρ τὸ φῶς τῆς πίστεως ἀνατέλλει, οὐκ ἐστὶ πάλιν ἀναισχυντοῦσιν ὑπὲρ ἑαυτῶν εὔξασθαι, οὐδὲ ἐξαιτήσασθαι παρὰ τοῦ Θεοῦ, δὸς ἡμῖν τόδε ἢ λάβε ἐξ ἡμῶν τόδε, οὐδὲ φροντίζουσιν ἑαυτῶν κατὰ πάντα τρόπον. Διότι ἐν τοῖς νοεροῖς ὀφθαλμοῖς τῆς πίστεως ἐν πάσῃ ὥρᾳ θεωροῦσι τὴν πρόνοιαν τὴν πατρικήν, ἐπισκιάζουσαν αὐτοῖς ἐξ ἐκείνου τοῦ Πατρὸς τοῦ ἀληθινοῦ, τοῦ ὑπερέχοντος ἐν τῇ ἑαυτοῦ πολλῇ ἀγάπῃ τῇ ἀμέτρῳ πᾶσαν πατρικὴν ἀγάπησιν, τοῦ δυναμένου καὶ ἰσχύοντος παρὰ πάντας συνεργῆσαι ἡμῖν ὑπερεκπερισσοῦ, ὑπὲρ ὃ αἰτούμεθα καὶ ἐνθυμούμεθα καὶ νοοῦμεν.

Ἡ γνῶσις ἐναντία τῇ πίστει ἐστίν, ἡ δὲ πίστις, λύσις ἐν πᾶσι τοῖς ἑαυτοῖς τῶν νόμων τῆς γνώσεως, οὐχὶ τῆς πνευματικῆς δὲ λέγομεν. Οὗτος γὰρ ἐστὶν ὁ ὁρισμὸς τῆς γνώσεως, ὅτι ἕκτος ἐξετάσεως καὶ ἐρεύνης ποιῆσαί τι πρᾶγμα οὐκ ἐξουσιάζει, ἀλλ’ ἐξετάζει εἰ δυνατὸν γενέσθαι ὅπερ ἐνθυμεῖται καὶ θέλει. Ἡ δὲ πίστις τί; Ὅτε τις προσεγγίσει ἐν αὐτῇ οὐκ ὀρθῶς, ἐν αὐτῷ παραμεῖναι οὐ πείθεται.

Ἡ γνῶσις χωρὶς ἐξετάσεως καὶ τρόπων ἀναστροφῆς οὐδὲ γνωσθῆναι δύναται, καὶ τοῦτο ἐστὶ τὸ σημεῖον τοῦ δισταγμοῦ περὶ τῆς ἀληθείας. Ἡ πίστις δὲ φρόνημα ἓν καθαρὸν καὶ ἁπλοῦν ἐπιζητεῖ τὸ ἀπέχον ἀπὸ πάσης πανουργίας καὶ τοῦ ζητῆσαι τρόπους. Βλέπε πῶς ἐναντιοῦνται ἀλλήλαις ὁ οἶκος τῆς πίστεως ἔννοια νηπιώδης ἐστὶ καὶ καρδία ἁπλῆ «ἐν ἁπλότητι, γαρ φησι, καρδίας αὐτῶν ἐδόξαζον τὸν Θεόν», καὶ «ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Ἡ γνῶσις δὲ τοῖς δυσὶ τούτοις ἐπίβουλος ἐστὶ καὶ ἐναντία.

Ἡ γνῶσις ὄρος τῆς φύσεως ἐστί, φυλάττουσα αὐτὴν ἐν πάσαις ταῖς τρίβοις αὐτῆς, ἡ δὲ πίστις ὑπὲρ τὴν φύσιν ἐνεργεῖ τὴν ἑαυτῆς ὁδοιπορίαν. Ἡ γνῶσις πᾶν πρᾶγμα καταλύον τὴν φύσιν οὐ πειρᾶται πρὸς ἑαυτὴν ἐᾶσαι, ἀλλὰ μακρύνεται ἓξ αὐτοῦ, ἡ δὲ πίστις εὐχερῶς ἐπιτρέπει καὶ λέγει «ἐπὶ ἀσπίδα, φησί, καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα».

Τῇ γνώσει φόβος ἐξακολουθεῖ, τῇ δὲ πίστει ἐλπίς· ὅσον γὰρ τὶς ἐν τοῖς τῆς γνώσεως τρόποις διαπορεύεται, τοσοῦτον ὑπὸ τοῦ φόβου δεσμεύεται καὶ τῆς ἐλευθερίας τούτου ἀξιωθῆναι οὐ δύναται. Ὁ δὲ τῇ πίστει ἐξακολουθῶν, εὐθέως ἐλεύθερος καὶ αὐτεξούσιος καὶ ὡς υἱὸς τοῦ Θεοῦ ἐν πᾶσι τοῖς πράγμασιν ἐν ἐλευθερίᾳ χρῆται ἐξουσιαστικῶς. Ἄνθρωπος εὑρὼν τὰς κλεῖς τῆς πίστεως ὡς ὁ Θεὸς χρῆται ταῖς φύσεσι πάσαις τῆς κτίσεως. Τῇ πίστει γὰρ ἐστὶν ἡ ἐξουσία κτίσιν δημιουργῆσαι καινὴν κατὰ τὴν τοῦ Θεοῦ ὁμοιότητα, «ἠθέλησας, φησί, καὶ τὰ πάντα παρέστη ἐνώπιόν σου», καὶ πολλάκις ἐξ οὐκ ὄντων τὰ πάντα δύναται ποιῆσαι, ἡ δὲ γνῶσις χωρὶς ὕλης ποιῆσαι τι οὐ δύναται. Ἡ γνῶσις τὸ μὴ δοθὲν τῇ φύσει οὐκ ἀναισχυντεῖ διαπράξασθαι. Καὶ πῶς; Διότι ἡ ῥυτὴ φύσις τοῦ ὕδατος οὐ δέχεται ἔπι νώτων αὐτῆς τὰ ἴχνη τοῦ σώματος, καὶ ὁ προσεγγίζων τῷ πυρὶ ἑαυτὸν κατακαίει, καὶ ἐὰν ἀπαναιδεύηται κατὰ τούτων, κίνδυνος αὐτῷ ἐπακολουθεῖ.

Ἐκ τούτων ἡ γνῶσις ἐν φυλακῇ παραφυλάττεται καὶ διαβῆναι τὸν ὅρον τούτων παντελῶς οὐ πείθεται, ἡ δὲ πίστις ἐν ἐξουσίᾳ διαβαίνει ταῦτα καὶ λέγει ὅτι, «ἐὰν διαβαίνῃς διὰ πυρὸς ου κατακαύσει σε, καὶ ποταμοὶ ου κατακλύσουσί σε». Καὶ ταῦτα πολλάκις ἡ πίστις ἐνώπιον ἐνήργησε πάσης τῆς κτίσεως. Καὶ εἰ ἐδόθη τῇ γνώσει τόπος ἐκεῖσε, πειρασθῆναι ἐν τούτοις, παντελῶς οὐκ εἶχε πεισθῆναι. Διὰ πίστεως γὰρ πολλοὶ εἰς τὴν φλόγα εἰσῆλθον καὶ τὴν δύναμιν τὴν καυστικὴν τοῦ πυρὸς ἐχαλίνωσαν καὶ ἀβλαβῶς ἐν μέσῳ αὐτῆς διέβαινον καὶ ἐπὶ νώτων τῆς θαλάσσης ὡς ἐπὶ ξηρᾶς ἐβάδισαν. Καὶ ταῦτα πάντα ὑπὲρ τὴν φύσιν εἰσὶ καὶ ἐναντία τοῖς τρόποις τῆς γνώσεως καὶ ἀπέδειξαν αὐτὴν ματαίαν ἐν πᾶσι τοῖς τρόποις αὐτῆς καὶ τοῖς νόμοις αὐτῆς. Εἶδες τὴν γνῶσιν πῶς φυλάττει τοὺς ὄρους τῆς φύσεως; εἶδες τὴν πίστιν πῶς ὑπεράνω τῆς φύσεως διαβαίνει καὶ ποιεῖ τὴν τρίβον τῆς ὁδοιπορίας; Πεντακισχιλίους χρόνους, ἢ μικρὸν ἔλαττον ἢ ὑπὲρ τοῦτο, οἱ τρόποι τῆς γνώσεως τὸν κόσμον ἐκυβέρνων καὶ παντελῶς ἆραι τὴν κεφαλὴν αὐτοῦ ὁ ἄνθρωπος ἐκ τῆς γῆς καὶ αἰσθέσθαι τῆς ἰσχύος τοῦ κτίστου αὐτοῦ οὐκ ἠδυνήθη. Ἕως οὗ ἡ πίστις ἡμῶν ἐπανέτειλε καὶ ἠλευθέρωσεν ἡμᾶς ἐκ τοῦ σκότους τῆς γηίνης ἐργασίας καὶ ἐκ τῆς ὑποταγῆς τῆς μετὰ τὸν μετεωρισμὸν τὸν δωρεὰν γινόμενον. Καὶ νῦν δὲ πάλιν ὅτε εὕρομεν τὴν θάλασσαν τὴν ἀτάραχον καὶ τὸν θησαυρὸν τὸν ἀνέκλειπτον, πρὸς πηγὰς ταπεινὰς ἐπιποθοῦμεν ἐκκλῖναι. Οὐκ ἐστὶ γνῶσις μὴ ἐν ἐνδείᾳ οὖσα, κἂν μεγάλως πλουτήσῃ, τοὺς δὲ τῆς πίστεως θησαυροὺς ὁ οὐρανὸς καὶ ἡ γῆ οὐ χωροῦσιν. Οὐχ ὑστερεῖται ποτὲ τίνος ὁ τῇ ἐλπίδι τῆς πίστεως τῇ καρδίᾳ ἐρηρεισμένος καὶ ὅτε οὐδὲν ἔχει, τῇ πίστει πάντα κατέχει, ὡς γέγραπται, ὅτι «ὅσα αἰτεῖσθε ἐν προσευχῇ καὶ πίστει, λήψεσθε» καὶ πάλιν, «ο Κύριος ἐγγύς, μηδὲν μεριμνᾶτε».

Ἡ γνῶσις ἀεὶ τρόπους ζητεῖ πρὸς φυλακὴν τῶν κτωμένων αὐτήν, ἡ δὲ πίστις φησίν, «ἐὰν μὴ Κύριος οἰκοδόμηση οἶκον καὶ φύλαξη πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, καὶ διακενῆς ἐκοπίασεν ὁ οἰκοδομῶν». Οὐδέποτε ὁ ἐν πίστει προσευχόμενος ἐν τρόποις χρῆται καὶ ἀναστρέφεται. Ἡ γνῶσις γὰρ ἐν παντὶ τόπῳ τὸν φόβον ἐπαινεῖ, καθὼς εἶπεν ὁ σοφὸς «ὁ φοβούμενος, φάσκων, τῇ καρδίᾳ, μακάριος». Τὶ δὲ ἡ πίστις; «Ἐφοβήθη, φησί, καὶ ἤρξατο καταποντίζεσθαι»· καὶ πάλιν, «οὐκ ἐλάβετε, φησί, πνεῦμα δουλείας εἰς φόβον, ἀλλὰ πνεῦμα υἱοθεσίας, εἰς ἐλευθερίαν πίστεως καὶ ἐλπίδος τοῦ Θεοῦ»· καὶ πάλιν, «μὴ φείσῃ ἐξ αὐτῶν, μηδὲ φύγῃς ἀπὸ προσώπου αὐτῶν». Πάντοτε ἀκολουθεῖ τῷ φόβῳ ὁ δισταγμὸς καὶ ὁ δισταγμὸς τῇ ἐξετάσει, καὶ ἡ ἐξέτασις τοῖς τρόποις καὶ οἱ τρόποι τῇ γνώσει καὶ ἐν τῇ ἐξερευνήσει καὶ ἐξετάσει ἀεὶ ὁ φόβος καὶ ὁ δισταγμὸς γνωρίζεται. Διότι οὐκ ἐν παντὶ καιρῷ εἰς πάντα κατορθοῖ ἡ γνῶσις, καθὼς ἐν πρώτοις ἀπεδείξαμεν. Πολλάκις γὰρ συναντῶσιν τῇ ψυχῇ συμβάσεις καὶ ἐπιφοραὶ δυσχερεῖς καὶ προφάσεις πολλοὶ πλήρεις κινδύνων, ἅπερ παντελῶς ἡ γνῶσις καὶ οἱ τρόποι τῆς σοφίας βοηθῆσαί τὶ ἐκεῖσε οὐ δύνανται. Πάλιν δὲ τοῖς δυσχερέσι τοῖς μὴ καταβαλλομένοις πάσῃ δυνάμει καὶ τῷ ὅρῳ τῆς ἀνθρωπίνης γνώσεως, ἡ πίστις οὐδέποτε νικᾶται ὑπὸ τινος αὐτῶν. Τὶ γὰρ ἐξαρκεῖ ἡ γνῶσις ἡ ἀνθρωπίνη βοηθῆσαι ἐν τοῖς φανεροῖς πολέμοις, ἢ πρὸς τὰς φύσεις τὰς ἀόρατους καὶ πρὸς τὰς ἐνσωμάτους δυνάμεις σὺν ἄλλοις πολλοῖς;

Εἶδες τὴν ἀσθένειαν τῆς δυνάμεως τῆς γνώσεως καὶ τὴν ἰσχὺν τῆς δυνάμεως τῆς πίστεως; Ἡ γνῶσις πᾶσι τοῖς ξένοις τῆς φύσεως κωλύει τοὺς μαθητὰς αὐτῆς προσπελάσαι. Ὅρα δὲ τὴν δύναμιν ἐνταῦθα τῆς πίστεως καὶ τὶ ἐπιτρέπει τοῖς αὐτῇ μαθητευομένοις. «Ἐν τῷ ὀνόματι μου, φησί, δαιμόνια ἐκβαλεῖτε, ὄφεις ἀρεῖτε καί, ἐὰν τὸν ἰὸν πίητε, οὐ βλαβήσεσθε». Ἡ γνῶσις πᾶσι τοῖς ἐν τῇ ὁδῷ ἑαυτῆς πορευομένοις ἐπιτρέπει κατὰ τοὺς νόμους αὐτῆς πρὸ τῆς ἀρχῆς ἐν πᾶσι τὸ τέλος ἐξετάσαι καὶ οὕτως ἄρξασθαι, μήπως δυσευρέτου τοῦ τέλους τοῦ πράγματος τῷ ὅρῳ τῆς ἀνθρωπίνης δυνάμεως εὑρεθέντος τὸν κόπον μάτην κοπιάσωσι, καὶ ἀδύνατον καὶ δυσχερὲς τοῦ γενέσθαι εὑρέθη τὸ πρᾶγμα. Ἡ δὲ πίστις τὶ λέγει; «πάντα δυνατὰ τῷ πιστεύοντι». Ἀδυνατεῖ γὰρ οὐδὲν τῷ Θεῷ.

Ὁ πλοῦτος ἄῤῥητος καὶ θάλασσα πλούτου ἐν κύμασιν αὐτῆς καὶ ἐν τοῖς ἑαυτῆς θησαυροῖς τοῖς θαυμαστοῖς τοῖς ὑπερεκχυνομένοις ἐκ τῆς δυνάμεως τῆς πίστεως. Πόσου θάρσους ἔμπλεως καὶ πόσης ἡδονῆς καὶ ἐλπίδος πλήρης ἡ ὁδοιπορία ἡ μέτ’ αὐτῆς, καὶ τὰ φορτία αὐτῆς πόσον ἐλαφρὰ εἰσὶ καὶ ἡ ἐργασία αὐτῆς πόσην ἡδύτητα ἔχει!

Ἐρώτησις. Ὁ ἀξιωθεὶς γεύσασθαι τῆς ἡδύτητος τῆς πίστεως καὶ πάλιν στραφεὶς πρὸς τὴν γνῶσιν τῆς ψυχῆς, ἐν τίνι διαφέρει τὸ πρᾶγμα αὐτοῦ;

Ἀπόκρισις. Τῷ εὑρόντι μαργαρίτην πολύτιμον καὶ ἀλλάξαντι αὐτὸν εἰς ὀβολὸν χαλκοῦ, τῷ ἐάσαντι ἐλευθερίαν αὐτεξούσιον καὶ στραφέντι εἰς τοὺς τρόπους τῆς πτωχείας, πεπληρωμένους φόβου καὶ δουλείας.

Οὐχὶ ψεκτὴ ἐστὶν ἡ γνῶσις, ἀλλ’ ἡ πίστις ὑψηλοτέρα αὐτῆς ἐστί. Καὶ ἐὰν ψέξωμεν, οὐχὶ τὴν γνῶσιν ψέγομεν, μὴ γένοιτο, ἀλλ’ ἢ τὸ διακρῖναι τοὺς τρόπους τοὺς παρηλλαγμένους, ἐν οἷς πορεύεται ἐξ ἐναντίας φύσεως, καὶ πῶς τοῖς τάγμασι τῶν δαιμόνων συγγενειάζει, ἅπερ μετὰ ταῦτα μέλλομεν διακρῖναι φανερῶς καὶ πόσοι βαθμοὶ εἰσίν, ἐν αὐτοῖς ἡ γνῶσις, καὶ τὶς ἡ διαφορὰ ἡ γινομένη ἐν ἑκάστῳ αὐτῶν, καὶ ἐν ποίοις νοήμασιν ἐξυπνίζεται ἐν ἑκάστῳ τρόπῳ, ὅτε μείνῃ ἐν αὐτοῖς, καὶ ἐν τίνι τούτων τῶν τρόπων (ὅταν πορευθῇ ἐν αὐτοῖς) ἐναντιοῦνται τῇ πίστει καὶ ἐξέρχεται ἔξωθεν τῆς φύσεως, καὶ ποίᾳ ἐστὶν ἡ διαφορὰ ἡ ἐν αὕτη, καὶ ἐν ποίᾳ τάξει (ὅταν στρέψῃ τὸν σκοπὸν αὐτῆς τὸν πρῶτον) ἄρχεται εἰς τὴν φύσιν αὐτῆς καὶ καθιστὴ τὸν βαθμὸν ἔμπροσθεν τῆς πίστεως ἐν ἀγαθῇ πολιτείᾳ, καὶ ἕως πότε ποιεῖ φθάσαι τὴν διαφορὰν τῆς τάξεως αὐτῆς, καὶ πῶς διαπερᾷ ἀπὸ τούτων εἰς τὰ ὑψηλότερα αὐτῶν, καὶ ποῖοι εἰσὶν οἱ τρόποι τῆς τάξεως ἐκείνης τῆς ἄλλης, ἤγουν τῆς πρώτης, καὶ πότε συνάπτεται ἡ γνῶσις τῇ πίστει καὶ γίνεται μέτ’ αὐτῆς μία καὶ ἐνδύεται ἐξ αὐτῆς νοήματα πύρινα καὶ ἐξάπτεται ἐν τῷ πνεύματι καὶ κτᾶται πτέρυγας ἀπαθείας καὶ ὑψοῦται ἐκ τῆς διακονίας τῶν γήινων ἐν τῇ χώρᾳ τοῦ δημιουργοῦ ἑαυτῆς, σὺν ἄλλοις τρόποις.

Ὅμως τέως ἁρμόζει ἡμᾶς εἰδέναι, ὅτι ἡ πίστις καὶ ἡ ἐργασία αὐτῆς ὑψηλοτέρα ἐστὶ τῆς γνώσεως. Καὶ αὕτη ἡ γνῶσις ἐν τῇ πίστει τελειοῦται καὶ κτᾶται δύναμιν ἀνελθεῖν ἄνω καὶ αἰσθέσθαι ἐκείνου τοῦ ὑψηλοτέρου πάσης αἰσθήσεως, καὶ ἰδεῖν τὴν αὐγὴν ἐκείνην τὴν ἀκατάληπτον τῷ νῷ καὶ τῇ γνώσει τῶν κτισμάτων. Ἡ γνῶσις δὲ βαθμὶς ἐστί, δι’ ἧς ἀνέρχεται τις εἰς τὸ ὕψος τῆς πίστεως, καὶ ὅταν φθάσῃ ἐγγὺς αὐτῆς, οὐκ ἔτι πάλιν χρῄζει αὐτῆς· «νῦν γάρ, φησίν, καὶ ἐκ μέρους νοοῦμεν, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργεῖται». Ἡ πίστις λοιπὸν ἄρτι ὡς ἐν ὀφθαλμοῖς δεικνύει ἡμῖν τὴν ἀλήθειαν τῆς τελειότητος καὶ ἐν τῇ πίστει ἡμῶν μανθάνομεν ἐκεῖνα τὰ ἀκατάληπτα, καὶ οὐκ ἐν τῇ ἐξετάσει καὶ τῇ δυνάμει τῆς γνώσεως.

Ταῦτα τὰ ἔργα τῆς δικαιοσύνης νηστεία, ἐλεημοσύνη, ἀγρυπνία, ἁγιασμὸς καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ σώματος ἐνεργούμενα· ἀγάπη πρὸς τὸν πλησίον, ταπεινοφροσύνη καρδίας, συγχώρησις τῶν ἐπταισμένων, ἐνθύμησις τῶν ἀγαθῶν, ἐξέτασις τῶν μυστηρίων τῶν ὄντων ἐν ταῖς ἁγίαις γραφαῖς κεκαλυμμένων, ἀδολεσχίᾳ τῆς διανοίας ἐν τοῖς ἔργοις τοῖς κρείττοσι, τοῦ φυλάξαι τοὺς ὄρους τῶν παθῶν τῆς ψυχῆς, καὶ αἳ λοιπαὶ ἀρεταί, αἳ ἐν τῇ ψυχῇ ἐκτελούμεναι. Ταῦτα πάντα χρῄζουσι τῆς γνώσεως. Αὕτη γὰρ φυλάττει αὐτὰ καὶ διδάσκει τὴν τάξιν αὐτῶν. Καὶ ταῦτα πάντα ἀκμὴν βαθμοὶ εἰσίν, ἐν οἷς ἡ ψυχὴ ἀνέρχεται εἰς τὸ ὕψος τὸ ἀνώτερον τῆς πίστεως, καὶ ἀρεταὶ καλοῦνται. Ἡ δὲ πολιτείᾳ τῆς πίστεως ὑπὲρ τὴν ἀρετὴν ἐστὶν καὶ ἡ ἐργασία αὐτῆς οὐκ ἔργα ἐστίν, ἀλλὰ ἀνάπαυσις τελεία καὶ παράκλησις καὶ ἐν καρδίᾳ καὶ ἐν ταῖς ἐννοίαις τῆς ψυχῆς τελειοῦται. Καὶ πάντες οἱ τρόποι οἱ θαυμαστοὶ τῆς πνευματικῆς πολιτείας, ὧν ἡ ἐργασία αἴσθησις ἐν τῇ ζωῇ τῇ πνευματικῇ καὶ τρυφῇ καὶ ἀπόλαυσις ψυχῆς καὶ πόθος καὶ χαρὰ ἐν Θεῷ, καὶ τὰ λοιπά, ὅσα δίδονται ἐν ἐκείνῃ τῇ πολιτείᾳ τῇ ψυχῇ τῇ ἀξίᾳ τῆς χάριτος τῆς ἐκεῖθεν μακαριότητος, καὶ ὅσα ὡς ἐν νεύματι ἐν ταῖς θείαις Γραφαῖς ἐν τῇ πίστει τελειοῦνται ἐντεῦθεν ἐκ τοῦ Θεοῦ τοῦ πλουσίου ἐν τοῖς ἑαυτοῦ χαρίσμασιν.

Ἀπορία. Εἰ δὲ λέγει τις, εἰ πάντα τὰ ἀγαθὰ ταῦτα καὶ τὰ ἔργα τῆς ἀρετῆς τὰ προλεχθέντα καὶ ἡ ἀποχὴ τῶν κακῶν καὶ ἡ διάκρισις τῶν λεπτῶν λογισμῶν τῶν ἐν τῇ ψυχῇ ἀναφυομένων καὶ ἡ μετὰ λογισμῶν πάλη καὶ ὁ ἀγὼν ὁ πρὸς τὰ πάθη τὰ ἐρεθίζοντα, καὶ τὰ λοιπά, ὧν ἐκτὸς οὐδὲ αὕτη ἡ πίστις δύναται δεῖξαί σοι τὴν δύναμιν αὐτῆς ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς, εἰ ταῦτα πάντα ἡ γνῶσις τελειοῖ, πῶς νομίζεται ἡ γνῶσις τῇ πίστει ἐναντία;

Λύσις τοῦ δισταγμοῦ. Καὶ λέγομεν, ὡς τρεῖς τρόποι εἰσὶ νοητοί, ἐν οἷς ἡ γνῶσις ἀνέρχεται καὶ κατέρχεται, καὶ ὡς ἀλλοίωσις τοῖς τρόποις, ἐν οἷς πορεύεται, οὕτω καὶ ταύτῃ ἀλλοίωσις ἐγγίνεται, καὶ παρὰ τοῦτο βλάπτει καὶ βοηθεῖ. Τρεῖς δε τρόποι εἰσὶ σῶμα, ψυχὴ καὶ πνεῦμα. Καὶ εἰ μία ἐστὶν ἡ γνῶσις ἐν τῇ φύσει αὐτῆς, ἀλλὰ πρὸς τὰς χώρας ταύτας τῶν νοητῶν καὶ τῶν αἰσθητῶν καὶ λεπτύνεται καὶ ἐπαλλάττει τοὺς τρόπους αὐτῆς καὶ τῆς ἐργασίας τῶν νοημάτων αὐτῆς.

Ἄκουσον δὲ λοιπὸν καὶ τὴν τάξιν τῆς ἐργασίας αὐτῆς καὶ τὰς αἰτίας, δι’ ἃς βλάπτει καὶ βοηθεῖ. Ἡ γνῶσις δόσις παρὰ Θεοῦ ἐστὶ τῇ φύσει τῶν λογικῶν, ἥτις ἐκ τῆς ἀρχῆς ἐδόθη τῆς αὐτῶν διαπλάσεως, καὶ ἐστὶν ἁπλῆ καὶ οὐ μερίζεται τῇ ἑαυτῆς φύσει, ὥσπερ οὐδὲ τοῦ ἡλίου τὸ φῶς, καὶ κατὰ τὴν ἐργασίαν αὐτῆς κτᾶται ἀλλοιώσεις καὶ μερισμούς.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΓ: Περὶ τάξεως πρώτης τῆς γνώσεως
Προηγούμενο: ΛΟΓΟΣ ΞΑ’ - Περὶ τοῦ πόθεν φυλάττεται ἡ νήψις ἡ κρυπτὴ ἡ ἔσω ἐν τῇ ψυχῇ γινομένη καὶ πόθεν εἰσέρχεται ὁ ὕπνος καὶ η ψυχρότης ἐν τῇ διανοίᾳ καὶ σβεννύει τὴν θέρμην τὴν ἁγίαν ἀπὸ τῆς ψυχῆς καὶ ἀπονεκροῖ τὴν εἰς Θεὸν ἐπιθυμίαν ἀπὸ τῆς θέρμης τῶν πνευματικῶν καὶ οὐρανίων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος