Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΔ’ - Περὶ τάξεως δευτέρας τῆς γνώσεως
Προηγούμενο: ΛΟΓΟΣ ΞΒ — Περὶ τῶν τριῶν τῆς γνώσεως τρόπων καὶ τῆς διαφορᾶς τῆς ἐργασίας αὐτῶν καὶ τῶν νοημάτων αὐτῶν. Καὶ περὶ τῆς πίστεως τῆς ψυχῆς καὶ τοῦ πλούτου τοῦ μυστικοῦ, τοῦ ἐγκεκρυμμένου αὐτῇ καὶ πόσον διαφέρει ἡ γνῶσις τοῦ κόσμου τούτου ἐν τοῖς τρόποις αὐτῆς τῆς ἁπλότητος τῆς πίστεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΓ: Περὶ τάξεως πρώτης τῆς γνώσεως

Ὅτε τῇ ἐπιθυμίᾳ τῇ σαρκικῇ ἡ γνῶσις ἀκολουθεῖ, τούτους τοὺς τρόπους συνάγει τὸν πλοῦτον, τὴν κενοδοξίαν, τὴν κόσμησιν, τὴν ἀνάπαυσιν τὴν τοῦ σώματος, σπουδὴν σοφίας τῆς λογικῆς, τῆς ἁρμοζούσης εἰς τὴν διοίκησιν τοῦ κόσμου τούτου καὶ βρυούσης τὰς ἀνανεώσεις τῶν εὑρέσεων καὶ τῶν τεχνῶν καὶ τῶν μαθήσεων καὶ τὰ λοιπὰ τὰ στεφανοῦντα τὸ σῶμα ἐν τῷ κόσμῳ τούτῳ τῷ ὁρατῷ. Ἐκ τῶν εἰδῶν τούτων γίνεται ἐναντία τῇ πίστει, ᾗπερ εἰρήκαμέν τε καὶ διετάξαμεν, ἥτις γνῶσις ψιλὴ ὀνομάζεται, καθότι γυμνὴ ἐστὶ πάσης θείας μερίμνης καὶ ἀδυναμίαν ἄλογον εἰσφέρει κατὰ τῆς διανοίας, διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ σώματος, καὶ τελείως ἡ μέριμνα αὐτῆς ἐν τῷ κοσμῶ τούτῳ ἐστί.

Τοῦτο τὸ μέτρον τῆς γνώσεως, ὅτι ἐστὶ παντελῶς δύναμις νοητὴ καὶ κυβερνήτης κρυπτὸς τοῦ ἀνθρώπου καὶ ἐπιμέλεια θεία, ἡ ἐπισκεπτομένη αὐτὸν καὶ ἐπιμελουμένη τελείως καὶ τῇ πρόνοια τοῦ Θεοῦ τὰς διοικήσεις οὐ λογίζεται, ἀλλ’ ἕκαστον ἀγαθὸν τὸ ὃν ἐν τῷ ἀνθρώπῳ καὶ ἡ ἐκ τῶν βλαπτόντων αὐτὸν αὐτοῦ σωτηρία καὶ ἡ ἐκ τῶν δυσχερῶν φυσικὴ αὐτοῦ προσοχὴ καὶ ἡ ἐκ τῶν πολλῶν ἐναντιωμάτων τῶν ἀκολουθούντων τῇ φύσει ἡμῶν κρυπτῶς καὶ φανερῶς φυσικὴ ἐν τῇ ἑαυτοῦ σπουδῇ καὶ ἐν τοῖς ἑαυτοῦ τρόποις εἶναι δοκεῖ.

Τοῦτο τὸ μέτρον τῆς γνώσεως τῆς ἀδολεσχούσης τῇ ἑαυτῆς πρόνοια τὰ πάντα εἶναι οἴεται, κατὰ τοὺς λέγοντας, ὡς οὐκ ἔστι κυβέρνησις τούτων τῶν ὁρωμένων. Ὅμως ἐκτὸς τῆς διηνεκοῦς μερίμνης καὶ τοῦ φοβεῖσθαι ὑπὲρ τοῦ σώματος τυγχάνειν οὐ δύναται. Διὰ τοῦτο κατέχει αὐτὸν ἡ μικροψυχία καὶ ἡ λύπη καὶ ἡ ἀπόγνωσις καὶ ὁ τῶν δαιμόνων φόβος καὶ ἡ ἐκ τῶν ἀνθρώπων δειλία καὶ ἡ τῶν λῃστῶν φήμη καὶ ἀκοαὶ τῶν θανάτων καὶ ἡ τῶν νοσημάτων φροντὶς καὶ ἡ μέριμνα τῆς ἐνδείας καὶ τῆς λείψεως τῆς χρείας καὶ ὁ φόβος τοῦ θανάτου καὶ ὁ φόβος τῶν παθῶν καὶ τῶν πονηρῶν θηρίων, καὶ τὰ λοιπὰ τὰ τούτοις ὅμοια, τὰ κατὰ τὴν θάλασσαν τὴν ὑπὸ τῶν κυμάτων ταραττομένην ἐν πάσῃ ὥρᾳ τῆς νυκτὸς καὶ τῆς ἡμέρας καὶ βρύουσαν κατ’ αὐτῶν. Διότι οὐκ οἶδε ῥίψαι τὴν μέριμναν αὐτῆς ἐπὶ τὸν Θεὸν ἐν τῇ πεποιθήσει τῆς εἰς αὐτὸν πίστεως. Διὰ τοῦτο ἐν μηχανήμασι καὶ ἐν πανουργίαις ἐν ἅπασι τοῖς ἑαυτῆς ἀναστρέφεται. Ὅταν δὲ ἀργήσωσιν οἱ τρόποι τῶν μηχανημάτων αὐτῆς ἐν μιᾷ προφάσει τινι καὶ μὴ θεώρηση τὴν μυστικὴν πρόνοιαν, μάχεται μετὰ τῶν ἀνθρώπων τῶν ἐμποδιζόντων αὐτὴν καὶ ἐναντιουμένων αὐτῇ. Ἐν αὐτῇ τῇ γνώσει πεφυτευμένον ἐστὶ τὸ ξύλον τῆς γνώσεως τῶν καλῶν καὶ πονηρῶν, τὸ ἐκριζοῦν τὴν ἀγάπην, καὶ αὕτη ἐξετάζει τὰ βραχέα ἐγκλήματα τῶν ἄλλων ἀνθρώπων καὶ τὰς αἴτιας καὶ τὰς ἀσθενείας αὐτῶν, καὶ παρασκευάζει τὸν ἄνθρωπον εἰς τὸ δογματίζειν καὶ ἀντιλέγειν τοῖς λόγοις καὶ δολιεύεσθαι ἐν μηχανήμασι καὶ πανουργίαις πονηραῖς καὶ ἐν τοῖς λοιποῖς τρόποις τοῖς καθυβρίζουσι τὸν ἄνθρωπον. Αὕτη ἐγγίνεται καὶ ταύτῃ ἐστὶ φυσίωσις καὶ ὑπερηφανία· ὅτι ἑαυτῇ ἀνατίθησι πᾶν πρᾶγμα καλὸν καὶ οὐκ ἐπὶ τὸν Θεὸν ἀναφέρει.

Ἡ πίστις δὲ τῇ χάριτι λογίζεται τὰ ἔργα αὐτῆς. Διὰ τοῦτο καὶ ἐπαρθῆναι οὐ δύναται, καθὼς γέγραπται «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί μὲ Χριστῷ»· καὶ πάλιν, «οὐκ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί». Καὶ ὅπερ εἶπεν ὁ μακάριος Ἀπόστολος, ὅτι «ἡ γνῶσις φυσιοῖ», περὶ τῆς γνώσεως ταύτης εἴρηκε, τῆς μὴ συγκεκραμένης τῇ πίστει καὶ τῇ ἐλπίδι τῇ εἰς Θεόν, καὶ οὐχὶ περὶ τῆς γνώσεως τῆς ἀληθείας εἶπε. Μὴ γένοιτο.

Ἡ γνῶσις τῆς ἀληθείας ἐν ταπεινώσει τελειοῖ τὴν ψυχὴν τῶν κτωμένων αὐτήν, ὡς τὸν Μωυσέα καὶ τὸν Δαβὶδ καὶ τὸν Ἠσαίαν καὶ τὸν Πέτρον καὶ τὸν Παῦλον καὶ τοὺς λοιποὺς ἁγίους τοὺς ἀξιωθέντας αὐτῆς τῆς γνώσεως τῆς τελείας, κατὰ τὸ μέτρον τῆς ἀνθρωπίνης φύσεως. Καὶ ἐκ τῶν παρηλλαγμένων θεωριῶν καὶ τῶν ἀποκαλύψεων τῶν θείων καὶ ἐκ τῆς θεωρίας τῆς ὑψηλῆς τῶν πνευματικῶν καὶ ἐκ τῶν ἀῤῥήτων μυστηρίων καταπίνεται ἡ γνῶσις αὐτῶν πάντοτε ἐκ τῶν ὁμοίων τούτων, καὶ σποδὸν καὶ χοῦν ἀριθμεῖται ἡ ψυχὴ αὐτῶν ἐν τοῖς ἑαυτῶν ὀφθαλμοῖς.

Ἡ δὲ ἑτέρα γνῶσις πρεπόντως φυσιοῦται ὅτι ἐν τῇ σκοτίᾳ πορεύεται καὶ ἐκ τῆς ὁμοιότητας τῶν ἐπὶ γῆς δοκιμάζεται τὰ ὄντα αὐτῇ, καὶ οὐ γινώσκει ὅτι ἐστὶ τὶ κρεῖττον αὐτῆς. Καὶ πάντες δὲ ὑπὸ τῆς ἐπάρσεως ἁρπάζονται, διὰ τὸ εἶναι αὐτοὺς ἐν τῇ γῇ καὶ ἐν τῇ σαρκὶ τὴν αὐτῶν πολιτείαν ζυγοστατεῖν καὶ εἰς τὰ ἔργα αὐτῶν ἐπερείδεσθαι, ἀλλὰ μὴ εἰς τὰ ἀκατάληπτα διαλογίζεσθαι ἐν τῷ νοΐ αὐτῶν. Ἕως ἂν ἐν τούτοις τοῖς κύμασιν ὦσιν ἐμπλέοντες, τοῦτο πάσχουσιν.

Οἱ δὲ ἅγιοι τὴν ἀρετὴν τὴν ἔνδοξον τῆς θεότητος ἐκτελοῦσι. Καὶ ἡ ἐργασία αὐτῶν ἄνω ἐστὶ καὶ οὐκ ἐκκλίνει τὸ φρόνημα αὐτῶν μεριμνῆσαι περὶ τῶν εὑρέσεων καὶ τῶν ματαίων. Οἱ γὰρ ἐν τῷ φωτὶ πορευόμενοι οὐ δύνανται πλανηθῆναι. Διὰ τοῦτο πάντες οἱ πλανηθέντες ἐκ τοῦ φωτὸς τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ἐκκλίναντες ἀπὸ τῆς ἀληθείας, ἐν ταύταις ταῖς τρίβοις διαπορεύονται.

Αὕτη ἡ τάξις τῆς γνώσεως ἡ πρώτη, ἐν ᾗ τις τῇ ἐπιθυμίᾳ τῆς σαρκὸς κατακολουθεῖ. Ταύτην ψέγομεν καὶ ἐναντίον οὐ μόνον τῇ πίστει, ἀλλὰ καὶ πάσῃ ἀρετῆς ἐργασία, ἀποφαινόμεθα.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΔ’ - Περὶ τάξεως δευτέρας τῆς γνώσεως
Προηγούμενο: ΛΟΓΟΣ ΞΒ — Περὶ τῶν τριῶν τῆς γνώσεως τρόπων καὶ τῆς διαφορᾶς τῆς ἐργασίας αὐτῶν καὶ τῶν νοημάτων αὐτῶν. Καὶ περὶ τῆς πίστεως τῆς ψυχῆς καὶ τοῦ πλούτου τοῦ μυστικοῦ, τοῦ ἐγκεκρυμμένου αὐτῇ καὶ πόσον διαφέρει ἡ γνῶσις τοῦ κόσμου τούτου ἐν τοῖς τρόποις αὐτῆς τῆς ἁπλότητος τῆς πίστεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος