Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΕ’ - Περὶ τάξεως τρίτης τῆς γνώσεως ἥτις ἐστὶ τάξις τελειότητος
Προηγούμενο: ΛΟΓΟΣ ΞΓ: Περὶ τάξεως πρώτης τῆς γνώσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΔ’ - Περὶ τάξεως δευτέρας τῆς γνώσεως

Ὅτε δὲ καταλείψας τὶς τὴν τάξιν τὴν πρώτην καὶ ἐν τοῖς διαλογισμοῖς καὶ ταῖς ἐπιθυμίαις στραφῇ τῆς ψυχῆς, ταῦτα τὰ προγεγραμμένα καλὰ ἐργάζεται ἐν τοῖς νοήμασι, τῆς ψυχῆς μετὰ τῶν αἰσθήσεων τῶν ἐν τῷ σώματι ἐν τῷ φωτὶ τῆς φύσεως αὐτῆς. Ταῦτα δὲ εἰσὶ νηστεία, εὐχή, ἐλεημοσύνη, ἀνάγνωσις τῶν θείων Γραφῶν, οἱ τρόποι τῆς ἀρετῆς, πάλη πρὸς τὰ πάθη, καὶ τὰ λοιπά. Πάντα γὰρ τὰ πράγματα τὰ ἀγαθὰ καὶ τὰς διαφορᾶς τὰς καλὰς τὰς ἐν τῇ ψυχὴ θεωρουμένας καὶ τοὺς τρόπους τοὺς θαυμαστούς, τοὺς ἐν τῇ αὐλῇ τοῦ Χριστοῦ διακονουμένους, ἐν τῇ δευτέρᾳ ταύτῃ τάξει τῆς γνώσεως τελειοῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ ἐργασίᾳ τῆς δυνάμεως αὐτῆς. Καὶ αὕτη εὐθύνει τῇ καρδίᾳ τρίβους, πρὸς τὴν πίστιν ἡμᾶς ὁδηγούσας καὶ ἐν αὐτῇ συνάγομεν ἐφόδια τῷ αἰῶνι τῷ ἀληθινῷ.

Ἀκμὴν δὲ καὶ ἕως τούτων σωματικὴ ἐστὶν ἡ γνῶσις καὶ σύνθετος, καὶ ἐν αὕτη ὁδὸς ἐστὶν ἡ ὁδηγοῦσα ἡμᾶς καὶ παραπέμπουσα τῇ πίστει. Ἀλλ’ ἐστὶ καὶ τάξις ὑψηλότερα αὐτῆς καί, ἐὰν τὶς προκόψη, εὑρίσκει ἀναβιβασθῆναι ἐν αὐτῇ ἐν τῇ βοηθείᾳ τοῦ Χριστοῦ. Ὅτε θήσει τὸ θεμέλιον τῆς ἐργασίας αὐτῆς ἐν τῇ ἡσυχίᾳ τῇ ἐκ τῶν ἀνθρώπων καὶ ἐν τῇ ἀναγνώσει τῶν Γραφῶν καὶ τῇ εὐχῇ καὶ τοῖς λοιποῖς ἀγαθοῖς, ἐν οἷς τελειοῦται τὰ τῆς δευτέρας γνώσεως, καὶ ἐν αὐτῇ ἐνεργεῖται πάντα τὰ καλά, ἥτις καλεῖται γνῶσις τῶν πραγμάτων, διότι ἐν τοῖς αἰσθητοῖς πράγμασι διὰ τῶν σωματικῶν αἰσθήσεων τελειοῖ τὸ ἑαυτῆς ἔργον ἐν τῇ τάξει τῇ ἐξωτέρα. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΕ’ - Περὶ τάξεως τρίτης τῆς γνώσεως ἥτις ἐστὶ τάξις τελειότητος
Προηγούμενο: ΛΟΓΟΣ ΞΓ: Περὶ τάξεως πρώτης τῆς γνώσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος