Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ἀνακεφαλαίωσις τῶν τριῶν γνώσεων
Προηγούμενο: ΛΟΓΟΣ ΞΔ’ - Περὶ τάξεως δευτέρας τῆς γνώσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΕ’ - Περὶ τάξεως τρίτης τῆς γνώσεως ἥτις ἐστὶ τάξις τελειότητος

Πῶς οὖν λεπτύνεται τὶς καὶ κτᾶται τὸ πνευματικὸν καὶ ὁμοιοῦται τῇ πολιτείᾳ τῶν ἀοράτων δυνάμεων, τῶν λειτουργουσῶν μὴ τῇ αἰσθητῇ ἐνεργείᾳ τῶν ἔργων, ἀλλὰ τῇ τελειουμένῃ ἐν τῇ τῆς διανοίας φροντίδι, ἄκουσον ὅταν ἡ γνῶσις ὑψωθῇ ἐκ τῶν γηίνων καὶ ἐκ τῆς μερίμνης τῆς ἐργασίας αὐτῶν, καὶ ἄρξηται ἀπόπειραν ποιεῖσθαι τῶν διαλογισμῶν ἑαυτῆς ἐν τοῖς κεκαλυμμένοις ἔσωθεν τῶν ὀφθαλμῶν καὶ τρόπῳ τινι καταφρονήσῃ τῶν πραγμάτων, ἐξ ὧν ἡ σκολιότης τῶν παθῶν γίνεται, καὶ ἁπλώση ἑαυτὴν ἄνω καὶ ἀκολουθήσῃ τῇ πίστει ἐν τῇ μερίμνῃ τοῦ μέλλοντος αἰῶνος καὶ ἐν ταῖς ἐπιθυμίαις ταῖς ἐπαγγελθεῖσαις ἡμῖν καὶ ἐν τῇ ἐξετάσει τῶν κρυπτῶν μυστηρίων, τότε αὕτη ἡ πίστις καταπίνει ταύτην τὴν γνῶσιν καὶ στρέφεται καὶ τίκτει αὐτὴν ἐξ ἀρχῆς, ὡς γενέσθαι αὐτὴν ὅλην ἓξ ὅλου πνεῦμα.

Τότε δύναται πετασθῆναι ἐν ταῖς χώραις τῶν ἀσωμάτων πτέρυξι καὶ ἅψασθαι τοῦ βάθους τῆς θαλάσσης τῆς ἀναφοῦς, διανοούσα τὰς θείας καὶ θαυμαστὰς κυβερνήσεις, τὰς ἐν ταῖς φύσεσι τῶν νοητῶν καὶ αἰσθητῶν, καὶ ἐξετάσαι τὰ μυστήρια τὰ πνευματικά, τὰ ἐν διανοίᾳ ἁπλῇ καὶ λεπτῇ καταλαμβανόμενα. Τότε αἱ αἰσθήσεις αἱ ἔσω ἐξυπνίζονται εἰς ἐργασίαν τοῦ πνεύματος, κατὰ τὴν τάξιν τὴν γινομένην ἐν ἐκείνῃ τῇ διαγωγῇ τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας, διότι τὴν ἀνάστασιν τὴν νοητήν, ὡς ἐν μυστηρίῳ, ἐκ τῶν ὧδε ἐδέξατο, πρὸς μαρτυρίαν ἀληθινὴν τῆς ἀνακαινίσεως τῶν πάντων.

Οὗτοι εἰσὶν οἱ τρεῖς τρόποι τῆς γνώσεως, ἐν οἷς συνάπτεται πᾶς ὁ δρόμος τοῦ ἀνθρώπου ἐν τῷ σώματι, καὶ ἐν τῇ ψυχῇ, καὶ τῷ πνεύματι. Ὅθεν καὶ τὶς ἄρχεται διακρίνειν μέσον τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, καὶ ἕως τοῦ ἐξελθεῖν αὐτὸν ἐκ τοῦ κόσμου τούτου, ἐν τοῖς τρισὶ μέτροις τούτοις ἡ γνῶσις τῆς ψυχῆς αὐτοῦ εἰσέρχεται καὶ τὸ πλήρωμα πάσης ἀδικίας καὶ ἀσεβείας καὶ τὸ τῆς δικαιοσύνης καὶ τοῦ ἅψασθαί τε τοῦ βάθους πάντων τῶν μυστηρίων τοῦ πνεύματος· μία γνῶσις ἐργάζεται ἐν τοῖς ῥηθεῖσι τρισὶ μέτροις καὶ ἐν αὐτῇ ἐστὶ πᾶσα κίνησις νοός, ὅτε ἀνέρχεται ἢ κατέρχεται ἐν τοῖς ἀγαθοῖς ἢ κακοῖς ἢ μέσοις.

Ταῦτα δὲ τὰ μέτρα καλοῦσιν οἱ πατέρες φύσιν, παρὰ φύσιν, καὶ ὑπὲρ φύσιν, καὶ ταῦτα εἰσὶ τὰ τρία πλάγια, ἐν οἷς ἀνάγεται καὶ κατάγεται ἡ μνήμη τῆς ψυχῆς τῆς λογικῆς, καθὼς ἐῤῥέθη. Ὅτι, ὅταν ἐν τῇ φύσει ἐργάζηται τὶς τὴν δικαιοσύνην ἢ ὑπεράνωθεν τῆς φύσεως ἁρπάζεται ἐν τῇ μνήμῃ αὐτῆς, ἐν τῇ θεωρίᾳ τοῦ Θεοῦ ἔσωθεν τῆς φύσεως ἢ ἐξέρχεται βοσκῆσαι χοίρους, ὡς ὁ ἀπολέσας τὸν πλοῦτον τῆς διακρίσεως αὐτοῦ, ὃς εἰργάζετο μετὰ τοῦ πλήθους τῶν δαιμόνων.



Ἑπόμενο: Ἀνακεφαλαίωσις τῶν τριῶν γνώσεων
Προηγούμενο: ΛΟΓΟΣ ΞΔ’ - Περὶ τάξεως δευτέρας τῆς γνώσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος