Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΣΤ’ - Περὶ ἄλλων τρόπων καὶ ἐννοιῶν τῆς διαφορᾶς τῆς γνώσεως
Προηγούμενο: ΛΟΓΟΣ ΞΕ’ - Περὶ τάξεως τρίτης τῆς γνώσεως ἥτις ἐστὶ τάξις τελειότητος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Ἀνακεφαλαίωσις τῶν τριῶν γνώσεων

Ἡ τάξις ἡ πρώτη τῆς γνώσεως ψυχραίνει τὴν ψυχὴν ἐκ τῶν ἔργων τοῦ δρόμου ὀπίσω τοῦ Θεοῦ. Ἡ δευτέρα θερμαίνει αὐτὴν εἰς τὸν δρόμον τὸν ταχὺν τοῖς ἐν τῷ βαθμῷ τῆς πίστεως. Ἡ τρίτῃ δὲ ἡ τῆς ἐργασίας ἀνάπαυσις, ὅπερ ἐστὶ τύπος τοῦ μέλλοντος, ἐν τῇ ἀδολεσχίᾳ μόνῃ τῆς διανοίας τρυφῶσα ἐν τοῖς μυστηρίοις τῶν μελλόντων. Ἀλλὰ τῷ μηδέπω ὑψωθῆναι τὴν φύσιν τελείως ἐκ τῆς τάξεως τῆς νεκρώσεως καὶ τοῦ βάρους τῆς σαρκὸς καὶ τελειωθῆναι ἐν ἐκείνῃ τῇ πνευματικῇ τῇ ὑψηλοτέρᾳ τῆς ἄλλης τῆς ἐκκλινούσης, ἀδυνατεῖ καὶ πρὸς τὴν τελείωσιν τὴν μὴ ἔχουσαν λεῖψιν λειτουργῆσαι καὶ ἐν τῷ κόσμῳ τῆς νεκρώσεως εἶναι, καὶ ἀφεῖναι τὴν τῆς σαρκὸς φύσιν τελείως, ἕως ἂν ἀκμὴν ἐν αὐτῇ ἀναστρέφηται.

Ἐν μεταβολῇ γίνεται ἐν τούτῳ καὶ ἐν ἐκείνῳ. Καὶ ἅπαξ ὡς πτωχὸς καὶ πένης ἡ ψυχὴ αὐτοῦ λειτουργεῖ ἐν τῇ δευτέρᾳ τάξει τῇ μέσῃ, ἐν τῇ ἀρετῇ τῇ ἐν τῇ φύσει τεθείσῃ ἐνεργηθῆναι διὰ τῆς τοῦ σώματος φύσεως. Καὶ ἐν καιρῷ, κατὰ τοὺς λαβόντας τὸ πνεῦμα τῆς υἱοθεσίας ἐν μυστηρίῳ τῆς ἐλευθερίας, ἀπολαύει τῆς χάριτος τοῦ Πνεύματος, κατὰ τὴν ἀξίαν τοῦ δόντος αὐτήν. Καὶ πάλιν ὑποστρέφει εἰς ταπείνωσιν τῶν ἔργων αὐτῆς, ταῦτα δὲ εἰσι τὰ διὰ τοῦ σώματος. Καὶ αὕτη διαφυλάττει αὐτά, μήπως αἰχμαλώτιση αὐτὴν ὁ ἐχθρὸς ἐν τοῖς δελεάσμασι τοῖς εὑρισκομένοις ἐν τῷ αἰῶνι τούτῳ τῷ πονηρῷ καὶ ἐν τοῖς διαλογισμοῖς τοῖς τεταραγμένοις καὶ ἐκκλινομένοις. Διότι, ὅσον ἐστὶν ὁ ἄνθρωπος κάτωθεν τοῦ καλύμματος τῆς θύρας τῆς σαρκὸς ἐγκεκλεισμένος, οὐκ ἔχει πεποίθησιν. Διότι οὐκ ἐστὶ τελείᾳ ἐλευθερία ἐν τῷ αἰῶνι τῷ ἀτελεῖ. Πᾶσα γὰρ ἐργασία τῆς γνώσεως, εἰς ἐργασίαν καὶ διατριβὴν ἐστίν, ἡ δὲ ἐργασία τῆς πίστεως, οὐκ ἐν τοῖς ἔργοις ἐνεργεῖται, ἀλλ’ ἐν ταῖς ἐννοίαις ταῖς πνευματικαῖς, ἐν ἐργασίᾳ γυμνὴ τῆς ψυχῆς πληροῦται καὶ ὑπεράνωθεν ἐστὶ τῶν αἰσθήσεων. Ἡ γὰρ πίστις λεπτότερα τῆς γνώσεως, καθὼς ἡ γνῶσις τῶν πραγμάτων τῶν αἰσθητῶν. Πάντες γὰρ οἱ ἅγιοι τὴν πολιτείαν ταύτην καταξιωθέντες εὑρεῖν, ὅπερ ἐστὶν ἔκπληξις εἰς Θεόν, ἐν τῇ δυνάμει τῆς πίστεως διάγουσιν ἐν τῇ τροφῇ τῆς πολιτείας ἐκείνης τῆς ὑπὲρ φύσιν.

Πίστιν δὲ λέγομεν, οὐκ ἐν ᾗ πιστεύει τις ἐν τῇ διαφορᾷ τῶν προσκυνητῶν ὑποστάσεων τὲ καὶ θείων καὶ ἐν τῇ οἰκονομίᾳ τῇ θαυμαστῇ τῇ ἐν τῇ ἀνθρωπότητι ἐν τῇ προσλήψει τῆς φύσεως ἡμῶν, εἰ καὶ αὐτῇ ὑψηλὴ ἐστὶ λίαν, ἀλλὰ τὴν πίστιν τὴν ἐκ τοῦ φωτὸς τῆς χάριτος ἀνατέλλουσαν ἐν τῇ ψυχῇ, ἐν τῇ μαρτυρίᾳ τῆς διανοίας στηρίζουσαν τὴν καρδίαν ἀδίστακτον εἶναι ἐν τῇ πληροφορίᾳ τῆς ἐλπίδος τῇ ἀπεχούσῃ ἀπὸ πάσης οἰήσεως καὶ οὐκ ἐν τῇ ἐπιδόσει τῆς ἀκοῆς τῶν ὤτων ἑαυτὴν δεικνύει, ἀλλ’ ἐν τοῖς πνευματικοῖς ὀφθαλμοῖς τὰ μυστήρια τὰ κεκρυμμένα ἐν τῇ ψυχῇ, καὶ τὸν κρυπτὸν καὶ θεῖον πλοῦτον, τὸν κεκρυμμένον ἐκ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῆς σαρκὸς καὶ ἀποκαλυπτόμενον ἐν τῷ Πνεύματι τοῖς ἐν τῇ τραπέζῃ τοῦ Χριστοῦ διαιτωμένοις ἐν τῇ ἀδολεσχίᾳ τῶν νόμων αὐτοῦ, καθὼς εἶπεν «ἐὰν τηρήσητε τὰς ἐντολὰς μου, ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας, ὅπερ ὁ κόσμος οὐ δύναται δέξασθαι», κἀκεῖνος διδάσκει ὑμᾶς πασᾶν τὴν ἀλήθειαν.

Οὗτος δεικνύει τῷ ἀνθρώπῳ τὴν δύναμιν τὴν ἁγίαν, τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ἐν παντὶ καιρῷ, τὴν σκέπην, τὴν ἰσχὺν τὴν νοητὴν τὴν σκεπάζουσαν τὸν ἄνθρωπον πάντοτε καὶ ἀποδιώκουσαν ἄπ’ αὐτοῦ πᾶσαν βλάβην, τοῦ μὴ προσεγγίσαι τῇ ψυχῇ αὐτοῦ ἢ τῷ σώματι. Ἧς τίνος ὁ νοῦς ὁ φωτεινὸς καὶ νοητὸς ἀοράτως τοῖς ὀφθαλμοῖς αἰσθάνεται τῆς πίστεως, ἥτις τοῖς ἁγίοις τῇ πείρᾳ αὐτῆς πλέον γινώσκεται.

Ἐκείνη δὲ ἡ δύναμις αὐτὸς ἐστὶν ὁ Παράκλητος, ἐν τῇ ἰσχύι τῆς πίστεως κατακαίων τὰ μέρη τῆς ψυχῆς, ὡς ἐν πυρί. Καὶ ὁρμᾷ καὶ καταφρονεῖ παντὸς κινδύνου τῇ ἐλπίδι τοῦ Θεοῦ, καὶ ἐν τοῖς πτεροῖς τῆς πίστεως ὑψοῦται ἐκ τῆς ὁρατῆς κτίσεως καὶ ὡς μεθύουσα γίνεται ἀεὶ ἐν τῇ ἐκπλήξει τῆς μερίμνης τῆς κατὰ Θεόν, καὶ ἐν τῇ θεωρίᾳ τῇ ἀσυνθέτῳ καὶ ἐν τῇ κατανοήσει τῇ ἀοράτῳ τῆς θείας φύσεως ἐθίζουσα τὴν διάνοιαν προσέχειν τῇ ἀδολεσχίᾳ τῶν κρυφίων αὐτῆς. Ἕως γὰρ ἂν ἔλθῃ ἐκεῖνο, ὅπερ ἐστὶν ἡ τελείωσις τῶν μυστηρίων, καὶ ἀξιωθῶμεν φανερῶς τῆς ἀποκαλύψεως αὐτῶν, ἡ πίστις λειτουργεῖ μεταξὺ τοῦ Θεοῦ καὶ τῶν ἅγιων μυστήρια ἄῤῥητα.

Ὧν ἀξιωθείημεν, διὰ τῆς χάριτος αὐτοῦ τοῦ Χριστοῦ, ἐνταῦθα μὲν ὡς ἀῤῥαβῶνος, ἐκεῖ δὲ ἐν ὑποστάσει τῆς ἀληθείας, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἀγαπώντων αὐτόν. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΣΤ’ - Περὶ ἄλλων τρόπων καὶ ἐννοιῶν τῆς διαφορᾶς τῆς γνώσεως
Προηγούμενο: ΛΟΓΟΣ ΞΕ’ - Περὶ τάξεως τρίτης τῆς γνώσεως ἥτις ἐστὶ τάξις τελειότητος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος