Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΖ’ - Περὶ ὑποθέσεως τῆς ψυχῆς τῆς ζητούσης τὴν βαθεῖαν θεωρίαν τοῦ βυθισθῆναι ἐν αὐτῇ ἀπὸ τῶν σαρκικῶν λογισμῶν τῶν ἀπὸ τῆς μνήμης τῶν πραγμάτων
Προηγούμενο: Ἀνακεφαλαίωσις τῶν τριῶν γνώσεων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΣΤ’ - Περὶ ἄλλων τρόπων καὶ ἐννοιῶν τῆς διαφορᾶς τῆς γνώσεως

Ἡ γνῶσις ἀναστρεφομένη ἐν τοῖς ὁρατοῖς, ἡ ἐν ταῖς αἰσθήσεσι δεχόμενη τὴν διδαχὴν αὐτῶν, φυσικὴ ὀνομάζεται, ἡ δὲ ἐν τῇ δυνάμει τῶν νοητῶν καὶ ἔσωθεν ἑαυτῆς ἐν ταῖς φύσεσι τῶν ἀσωμάτων, πνευματικὴ ὀνομάζεται, διότι τὴν αἴσθησιν ἐν τῷ πνεύματι δέχεται καὶ οὐκ ἐν ταῖς αἰσθήσεσι. Καὶ ταύταις ταῖς δυσὶ γνώσεσιν ἔξωθεν γίνονται τῇ ψυχῇ εἰς κατανόησιν αὐτῶν. Ἡ δὲ ἐν τῇ θείᾳ γενομένῃ ὑπὲρ τὴν φύσιν ὀνομάζεται καὶ ἄγνωστος μᾶλλον καὶ ἀνωτέρα τῆς γνώσεως.

Ταύτης δὲ θεωρίαν οὐκ ἐν ὕλῃ τῇ ἔξωθεν αὐτῆς κατὰ τὰς πρώτας δέχεται ἡ ψυχή, ἀλλ’ ἀύλως ἑαυτῆς ἔσωθεν ἐν δωρεᾷ εὐθέως καὶ ἀνελπίστως φανεροῦται, καὶ ἀποκαλύπτεται ἐκ τῶν ἔνδον, διότι «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστί», καὶ οὐκ ἐστὶν ἐν τόπῳ ἐλπιζομένη, «οὐδὲ ἐν παρατηρήσει ἔρχεται», κατὰ τὸν λόγον τοῦ Χριστοῦ, ἀλλ’ ἔσωθεν τῆς εἰκόνος τῆς διανοίας τῆς κρυπτῆς ἀποκαλύπτεται ἀναιτίως, χωρὶς τῆς ὑπὲρ αὐτῆς μελέτης. Διότι οὐχ εὑρίσκει ἐν αὐτῇ ὕλην ἡ διάνοια.

Ἑρμηνεῖαι αυτών.

Ἡ πρώτη γνῶσις ἐκ τῆς διηνεκοῦς μελέτης καὶ ἐκ τῆς σπουδῆς τῆς μαθήσεως ἐγγίνεται, ἡ δευτέρα δὲ ἐκ τῆς ἀγαθῆς πολιτείας καὶ τῆς πίστεως τῆς διανοίας ἡ τρίτη δὲ τῇ πίστει καὶ μόνη κεκλήρωται, διότι ἐν αὐτῇ καταργεῖται ἡ γνῶσις καὶ τὰ ἔργα περαίωσιν λαμβάνει καὶ αἳ αἰσθήσεις γίνονται περισσοὶ εἰς χρείαν. Ὅσον οὖν ἐκ τούτου τοῦ ὅρου ἡ γνῶσις κατέρχεται, τιμᾶται, καὶ καθ’ ὅσον κατέρχεται, πλέον τιμᾶται μᾶλλον. Καὶ ὅταν φθάσῃ τὴν γῆν καὶ τὰ γήϊνα, ἡ γνῶσις ἐστὶν ἢ δεσπόζουσα τῶν πάντων καὶ ἐκτὸς αὐτῆς ἕκαστον πρᾶγμα χωλὸν ἐστὶ καὶ ἀργόν. Ὅτε δὲ ὑψώσει ἡ ψυχὴ τὴν θεωρίαν αὐτῆς ἄνω καὶ ἁπλώσει τὰς ἐννοίας αὐτῆς ἐν τοῖς ἐπουρανίοις καὶ ἐπιθυμήσει τὰ μὴ τοῖς τοῦ σώματος ὀφθαλμοῖς δρώμενα καὶ ὧν οὐκ ἐν ἐξουσία ἡ σάρξ, τότε ἐν τῇ πίστει συνίστανται πάντα.

Ἦν καὶ δωρήσαιτο ἡμῖν ὁ Κύριος Ἰησοῦς Χριστός, ὁ ὧν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΖ’ - Περὶ ὑποθέσεως τῆς ψυχῆς τῆς ζητούσης τὴν βαθεῖαν θεωρίαν τοῦ βυθισθῆναι ἐν αὐτῇ ἀπὸ τῶν σαρκικῶν λογισμῶν τῶν ἀπὸ τῆς μνήμης τῶν πραγμάτων
Προηγούμενο: Ἀνακεφαλαίωσις τῶν τριῶν γνώσεων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος