Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΗ’ - Περὶ φυλακῆς καρδίας καὶ θεωρίας λεπτοτέρας
Προηγούμενο: ΛΟΓΟΣ ΞΣΤ’ - Περὶ ἄλλων τρόπων καὶ ἐννοιῶν τῆς διαφορᾶς τῆς γνώσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΖ’ - Περὶ ὑποθέσεως τῆς ψυχῆς τῆς ζητούσης τὴν βαθεῖαν θεωρίαν τοῦ βυθισθῆναι ἐν αὐτῇ ἀπὸ τῶν σαρκικῶν λογισμῶν τῶν ἀπὸ τῆς μνήμης τῶν πραγμάτων

Πᾶν πρᾶγμα ὑψηλότερον ἄλλον, ἐγκέκρυπται ἐξ ἐκείνου, οὐ ἐστὶν ἀνώτερον. Καὶ τοῦτο, οὐχὶ παραπέτασμα τι ἄλλου σώματος, κέκτηται ἐν τῇ φύσει, τουτέστιν εἰς τὸ δύνασθαι ἀποκαλύψαι τὴν κρυφιότητα αὐτοῦ. Πᾶσα οὐσία νοητὴ τὰς διαφορᾶς τῶν ἴδιων πραγμάτων οὐκ ἔξωθεν αὐτῆς κέκτηται, ἀλλ’ ἔνδοθεν τῶν κινήσεων αὐτῆς περιωρισμένας ἔχει· τουτέστιν εἰς τὸ τηλαυγέστερον δύνασθαι ἀμέσως ὑπεισδῦναι πρὸς ὑποδοχὴν τοῦ πρώτου φωτός, ἢ κατὰ ἑτέραν τάξιν, ἥτις οὐ κέκτηται δηλονότι διαφορὰν ἐν τόπῳ, ἀλλὰ κατὰ τὴν τῆς ὑποδοχῆς τε καὶ ὑπεροχῆς καθαρότητα, ἡ κατὰ τὸ μέτρον τῶν νοῶν πρὸς δύναμιν τῆς ὑποδοχῆς τῶν ἄνω διανύξεων καὶ δυνάμεων.

Νοητὴ πᾶσα οὐσία ἐξ ἐκείνων κέκρυπται τῶν ὑποκάτω αὐτῆς, οὐχὶ δὲ τῇ φύσει ἀπ’ ἀλλήλων, ἀλλὰ ταῖς τῶν ἀρετῶν κινήσεσι. Καὶ τοῦτο λέγω, ἐκ τῶν περὶ τῶν ἁγίων δυνάμεων καὶ τῶν ψυχικῶν ταγμάτων καὶ τῶν δαιμόνων. Τὰ πρῶτα ἀπὸ τῶν μέσων καὶ ταῦτα ἀπὸ τῶν τρίτων τῇ τὲ φύσει καὶ τῷ τόπῳ καὶ ταῖς κινήσεσιν, ἕκαστον τῶν ταγμάτων ἀφ’ ἑαυτοῦ καὶ πρὸς αὐτὸ τῇ γνώσει ἀπ’ ἀλλήλων κεκρυμμένα εἰσιν, εἴτε ὁρῶνται εἴτε μὴ ἀπὸ δὲ τῶν κάτω, τῇ φύσει. Διότι ἡ δράσις τῶν ἀσωμάτων οὐκ ἐστὶν ἔξωθεν αὐτῶν, ὡς τῶν σωματικῶν, ἀλλὰ τὸ ὁρᾷν αὐτοὺς ἀλλήλους ἔσωθεν τῶν κινήσεων αὐτῶν λέγεται εἶναι ταῖς τε ἀρεταῖς καὶ τῷ μέτρῳ τῶν κινήσεων. Τούτου ἕνεκεν ἐὰν ἰσομοιρία τετιμημένοι ὦσι, κἂν ἀπῶσιν ἀπ’ ἀλλήλων, ὁρῶσιν ἀλλήλους, οὐχὶ φαντασίᾳ, ἀλλὰ ἀψευδεῖ ὁράσει καὶ φύσει ἀληθινῇ, πλὴν τῆς αἰτίας τῶν πάντων, ἥτις ὑπέρκειται ταύτης τῆς διαφορᾶς, αὕτη μόνη ἡ προσκυνητή.

Οἱ μέντοι δαίμονες, εἰ καὶ λίαν εἰσὶν ἐναγεῖς, οὐκ εἰσιν ἀπ’ ἀλλήλων κεκρυμμένοι ἐν ταῖς ἑαυτῶν τάξεσι, τὰς δὲ δύο τάξεις, τὰς οὔσας ὑπεράνω αὐτῶν, οὐχ ὁρῶσι. Διότι ἡ πνευματικὴ δράσις τὸ φῶς ἐστὶ τῆς κινήσεως, καὶ αὐτὸ τοῦτο ἐστὶν αὐτοῖς ἔσοπτρον τε καὶ ὄμμα. Ὅταν δὲ σκοτισθῶσιν αἱ κινήσεις, οὐχ ὁρῶσι τὰς ὑπερκειμένας τάξεις. Ἀλλήλους μὲν γάρ, καθότι παχύτεροι εἰσὶ τῶν πνευματικῶν ταγμάτων, κατὰ τὴν ἰδίαν τάξιν ὁρῶσι. Καὶ τὰ τῶν μὲν δαιμόνων οὕτως ἔχει.

Αἱ ψυχαὶ δέ, ἐν ὅσῳ μεμολυσμέναι καὶ σκοτειναὶ εἰσιν, ὁρᾷν οὐ δύνανται, οὔτε ἀλλήλαις οὔτε ἑαυτάς. Ἐὰν γὰρ καθαρθεῖσαι πρὸς τὴν ἀρχαίαν πλάσιν ἐπανέλθωσι, τηλαυγῶς ὁρῶσι τὰς τρεῖς τάξεις ταύτας, φημὶ τὴν τε ὑποκάτω αὐτῶν, καὶ τὴν ἐπάνω, καὶ αὗται ἀλλήλαις. Οὐχ ὅτι ἀλλοιοῦνται σχήματι σωματικῷ καὶ τότε καθορῶσιν, εἴτε ἀγγέλους εἴτε δαίμονας εἴτε ἀλλήλας, ἀλλ’ αὐτῇ τῇ φύσει εἰσορῶσι καὶ πνευματικῇ τάξει.

Ἐὰν δὲ εἴπῃς ἀδύνατον ἐστὶ τοῦτο, τὸ ὀραθήναι δαίμονα ἢ ἄγγελον, ἐὰν μὴ ἀλλοιωθῶσι καὶ σχηματισθῶσι, λοιπὸν οὐχὶ ἡ ψυχὴ ὁρᾷ, ἀλλὰ τὸ σῶμα καὶ οὕτως ἐὰν ᾗ, τὶς χρεία τῆς καθάρσεως; Ἰδοὺ γὰρ καὶ τοῖς μὴ καθαροῖς ἐν καιρῷ φαίνονται οἱ δαίμονες, ὡσαύτως καὶ οἱ ἄγγελοι, ἀλλ’ ὅμως τοῖς σωματικοῖς ὀφθαλμοῖς βλέπουσιν, ὅταν βλέπωσιν, ἔνθα οὐκ ἐστὶ χρεία τῆς καθάρσεως. Ὅμως οὐχ οὕτως ἐστὶν ἡ ψυχὴ ἡ καθαρθεῖσα, ἀλλὰ πνευματικῶς βλέπει ἐν τῷ ὀφθαλμῷ τῆς φύσεως, τουτέστιν ἐν τῷ διορατικῷ, ἤτοι διανοητικῶ.

Καὶ ὅτι αἱ ψυχαὶ ἀλλήλας ὁρῶσι καὶ ἐν σώματι οὖσαι, μὴ θαυμάσῃς. Ἐγὼ γὰρ ἀπόδειξίν σοι ἐναργῆ ἀποδείκνυμι διὰ τὴν τοῦ μαρτυροῦντος ἀλήθειαν, λέγω δὴ τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου, εἰπόντος ἐν τῷ περὶ τοῦ μεγάλου Ἀντωνίου συγγράμματι, ὅτι, φησί, ποτὲ ἱστάμενος ὁ μέγας Ἀντώνιος ἐν προσευχῇ, εἶδε ψυχὴν τίνος ὑψουμένην μετὰ πολλῆς τιμῆς, καὶ τὸν καταξιωθέντα τυχεῖν τῆς τοιαύτης δόξης ἐμακάρισεν. Ἦν δὲ οὗτος ὁ μακάριος Ἀμμοῦν ἀπὸ τῆς Νιτρίας. Ἀπεῖχε δὲ τὸ ὄρος ἐκεῖνο, ἐν ᾧ διέτριβεν ὁ ἅγιος Ἀντώνιος, ἀπὸ Νιτρίας διάστημα δεκατριῶν ἡμερῶν.

Δέδεικται λοιπὸν ἐκ τούτου τοῦ ὑποδείγματος ἐπὶ τῶν τριῶν τάξεων τῶν προειρημένων ὅτι κἂν ἀφιστῶνται ἀπ’ ἀλλήλων, ὁρῶσι ἀλλήλας αἱ πνευματικαὶ φύσεις, καὶ ὅτι οὐ κωλύουσι τὰ διαστήματα καὶ αἱ τῶν σωμάτων αἰσθήσεις τοῦ καθορᾶν ἀλλήλας. Ὁμοίως καὶ αἱ ψυχαί, ὅταν καθαρθῶσιν, οὐ σωματικῶς βλέπουσιν, ἀλλὰ πνευματικῶς· διότι ἡ σωματικὴ θέα φανερὰ ἐστὶ καὶ τὰ ἔμπροσθεν ὁρᾷ, τὰ μέντοι μακρὰν ὄντα, ἄλλης δεῖται ὁράσεως.

Αἱ ἀνωτάτω τάξεις πολλαὶ εἰσὶ κατὰ τὴν ὕπαρξιν ἀναριθμήτως, καὶ κατὰ διαφορὰν καὶ τάξιν ὀνομάζονται. Διὰ τὶ γὰρ ἐκλήθησαν Ἀρχαὶ καὶ Ἐξουσίαι καὶ Δυνάμεις καὶ Κυριότητες; Ἴσως ὡς τετιμημέναι. Καὶ μὴν ὀλιγώτεραι εἰσὶ τῶν ὑποτεταγμένων αὐταῖς, ὡς ἔφησεν ὁ ἅγιος Διονύσιος, ὁ Ἀθηνῶν ἐπίσκοπος. Τῇ ἐξουσίᾳ καὶ τῇ γνώσει μέγιστοι εἰσὶ καὶ μερικωτάτοι πρὸς τὸ μέγεθος τῶν οἰκείων ταγμάτων. Ἐπεὶ ἐπεκτείνονται ἀπὸ τάξεως εἰς τάξιν, ἕως ἂν καταντήσωσι εἰς τὴν ἑνότητα τοῦ μεγάλου καὶ δυνατοῦ παρὰ πάντας, τοῦ κεφαλῆς ὑπάρχοντος καὶ θεμελίου πάσης τῆς κτίσεως.

Κεφαλὴν δὲ λέγω οὐχὶ τὸν κτίστην, ἀλλὰ τὸν προηγούμενον τῶν θαυμάτων τῶν ἔργων τοῦ Θεοῦ. Πολὺ γὰρ ὑποδεέστεροι εἰσὶ τῆς προνοίας τῆς σοφίας τοῦ Θεοῦ, τοῦ πλάστου αὐτῶν τε καὶ ἡμῶν. Καὶ τοσοῦτον εἰσὶν ὑποδεέστεροι ὅσον οἱ τούτοις ὑποκείμενοι τούτων ὑποδεέστεροι. Ὑποδεεστέρους δὲ λέγω τῇ τε ὑψηλότητι καὶ ταπεινότητα οὐκ ἐν τῷ τόπῳ, ἀλλὰ τῇ δυνάμει καὶ τῇ γνώσει, κατὰ τὸ μέτρον ὃ κέκτηνται, ἀκολουθούσης τῆς μείζονος καὶ τῆς ἐλάττονος γνώσεως.

Πάσας γὰρ ταύτας τὰς νοερᾶς οὐσίας ἡ θεῖα Γραφὴ ἐννέα προσηγορίαις πνευματικαῖς ὠνόμασε, καὶ ταύτας μὲν εἰς τρεῖς ἀφώρισε. Πρώτην μὲν εἰς τοὺς Θρόνους τοὺς μεγάλους καὶ ὑψηλοὺς καὶ ἁγιωτάτους καὶ τὰ πολυόμματα Χερουβίμ καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ· δευτέραν δὲ τῇ τάξει εἰς τὰς Κυριότητας καὶ τὰς Δυνάμεις καὶ τὰς Ἐξουσίας· καὶ τρίτην εἰς τὰς Ἀρχὰς καὶ Ἀρχαγγέλους καὶ Ἀγγέλους. Διερμηνεύοντα δὲ ταῦτα τὰ τάγματα ἐκ τῆς ἐβραΐδος, τὰ μὲν Σεραφίμ θερμαντικὰ καὶ καυστικά, τὰ δὲ Χερουβίμ τὰ πολλὰ τῇ γνώσει καὶ τῇ σοφίᾳ, Θρόνοι ὑποδοχὴ Θεοῦ καὶ ἀνάπαυσις.

Ὠνομάσθησαν δὲ τούτοις τοῖς ὀνόμασι ταῦτα τὰ τάγματα ἐκ τῶν ἐνεργειῶν αὐτῶν. Οἱ Θρόνοι, οἱ τίμιοι λέγονται αἱ Κυριότητες, οἱ ἔχοντες ἐξουσίαν κατὰ πάσης βασιλείας· Ἀρχαί, οἱ τὸν αἰθέρα διοικοῦντες Ἐξουσίαι, οἱ ἐξουσιάζοντες τῶν ἐθνῶν καὶ ἑκάστου ἀνθρώπου· Δυνάμεις, οἱ ἰσχυροὶ ἐν δυνάμει καὶ φοβεροὶ ἐν τῇ θεωρίᾳ αὐτῶν Σεραφίμ, οἱ ἁγιάζοντες Χερουβίμ, οἱ βαστάζοντες Ἀρχάγγελοι, οἱ Γρηγόριοι φύλακες Ἄγγελοι, οἱ ἀποστελλόμενοι.

Ἐν τῇ πρώτῃ ἡμέρᾳ ἐκτίσθησαν αἱ ἐννέα νοεροὶ φύσεις ἐν σιωπῇ, καὶ μία ἐν φωνῇ, ὅπερ ἐστὶ τὸ φῶς ἐν δὲ τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ τὴν συναγωγὴν τῶν ὑδάτων ἐποίησεν ὁ Θεὸς καὶ τὴν βλάστησιν τῶν βοτάνων καὶ τῇ τετάρτῃ, τὸν μερισμὸν τοῦ φωτὸς καὶ τῇ πέμπτῃ, τὰ πετεινὰ καὶ ἑρπετὰ καὶ τοὺς ἰχθύας καὶ τῇ ἕκτῃ, τὰ ζῷα καὶ τὸν ἄνθρωπον.

Ἡ θέσις τοῦ κόσμου ὅλου, τὸ μῆκος καὶ τὸ πλάτος. Ἡ ἀρχή, ἡ ἀνατολή, τὸ τέλος, ἡ δύσις τὰ δεξιά, ὁ βοῤῥᾶς, τὰ ἀριστερά, ὁ νότος. Καὶ ὡς κλίνην τὴν γῆν ὅλην ἔθηκε, καὶ τὸν ἀνώτερον οὐρανὸν ὡς δέῤῥιν καὶ καμάραν καὶ κύβον τὸν δὲ δεύτερον οὐρανόν, ὡς τροχὸν κεκολλημένον τῷ πρώτῳ καὶ τὰ ἄκρα τοῦ οὐρανοῦ καὶ τῆς γῆς κεκολλημένα τὸν δὲ ὠκεανόν, ὡς ζώνην περικυκλοῦντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔσωθεν αὐτοῦ ὑψηλὰ ὄρη φθάνοντα ἕως τοῦ οὐρανοῦ· καὶ τὸν ἥλιον ὀπίσω τῶν ὀρέων, διελθεῖν ὅλην τὴν νύκτα· καὶ τὴν θάλασσαν τὴν μεγάλην ἔσωθεν τῶν ὀρέων τούτων, ἥτις κρατεῖ ὡς τὸ ἥμισυ καὶ τέταρτον τῆς ξηρᾶς γῆς.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΗ’ - Περὶ φυλακῆς καρδίας καὶ θεωρίας λεπτοτέρας
Προηγούμενο: ΛΟΓΟΣ ΞΣΤ’ - Περὶ ἄλλων τρόπων καὶ ἐννοιῶν τῆς διαφορᾶς τῆς γνώσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος