Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΞΘ’ - Περὶ διαφόρων ὑποθέσεων καὶ ποία ἐστὶ χρεία ἑκάστου τούτων
Προηγούμενο: ΛΟΓΟΣ ΞΖ’ - Περὶ ὑποθέσεως τῆς ψυχῆς τῆς ζητούσης τὴν βαθεῖαν θεωρίαν τοῦ βυθισθῆναι ἐν αὐτῇ ἀπὸ τῶν σαρκικῶν λογισμῶν τῶν ἀπὸ τῆς μνήμης τῶν πραγμάτων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΗ’ - Περὶ φυλακῆς καρδίας καὶ θεωρίας λεπτοτέρας

Εἰ κατὰ μόνας ὑπάρχεις ἐν τῷ κελλίῳ σου καὶ οὐκ ἐκτήσω ἀκμὴν δύναμιν ἀληθινῆς θεωρίας, μελέτησον ἀεὶ ἐν τῇ μελέτῃ τῶν τροπαρίων καὶ τῶν καθισμάτων καὶ ἐν τῇ μνήμῃ τοῦ θανάτου καὶ ἐν τῇ ἐλπίδι τῶν μελλόντων. Ταῦτα γὰρ συνάγουσι τὸν νοῦν καὶ οὐκ ἀφιᾶσιν αὐτὸν ῥέμβεσθαι, ἕως ἂν ἔλθῃ ἡ ἀληθινὴ θεωρία, ὅτι ἡ δύναμις τοῦ πνεύματος δυνατωτέρα ἐστὶ τῶν παθῶν. Μελέτησον δὲ καὶ εἰς τὴν ἐλπίδα τῶν μελλόντων μετὰ τῆς μνήμης τοῦ Θεοῦ καὶ κατανόησον καλῶς τὸν νοῦν τῶν τροπαρίων καὶ παραφυλάττου ἐκ τῶν πραγμάτων τῶν ἔξωθεν τῶν κινούντων σε εἰς ἐπιθυμίας.

Καὶ τὰ μικρὰ τὰ γινόμενα ὑπὸ σοῦ ἐν τῷ κελλίῳ σου φύλαξον καὶ αὐτὰ μετὰ τούτων καὶ ἐρεύνησον ἀεὶ τοὺς λογισμοὺς σου καὶ εὖξαι, ἵνα κτήσῃ ἐν πάσῃ ἀναστροφῇ σου ὀφθαλμούς. Ἐντεῦθεν ἄρχεται βρύειν σοι ἡ χαρὰ καὶ τότε εὑρίσκεις τὰς θλίψεις γλυκυτέρας τοῦ μέλιτος.

Οὐδεὶς δύναται τὰ πάθη νικῆσαι, εἰ μὴ δι’ ἀρετῶν αἰσθητῶν θεωρουμένων. Τὸν δὲ μετεωρισμὸν τοῦ νοὸς οὐδεὶς δύναται νικῆσαι, εἰ μὴ ἐν τῇ ἀδολεσχίᾳ τῆς γνώσεως τῆς πνευματικῆς. Ὁ νοῦς ἡμῶν κοῦφος ἐστὶ καί, ἐὰν μὴ δεσμευθῇ ἐν τινὶ διαλογισμῷ, οὐ παύσεται ἐκ τοῦ μετεωρισμοῦ. Καὶ χωρὶς τελειώσεως τῶν προειρημένων ἀρετῶν οὐ δυνατὸν κτήσασθαι τὴν φυλακὴν ταύτην.

Ἐὰν γὰρ μὴ νικήσῃ τὶς τοὺς ἐχθρούς, οὐ δύναται ἐν εἰρήνῃ εἶναι, καὶ ἐὰν ἡ εἰρήνη οὐ βασιλεύῃ, πῶς δύναται εὑρεῖν τὰ ἐντὸς τῆς εἰρήνης ἀποκείμενα; Τὰ πάθη γὰρ διάφραγμα εἰσὶ τῶν κρυπτῶν ἀρετῶν τῆς ψυχῆς καί, εἰ μὴ ταῦτα πρῶτον διὰ τῶν φανερῶν καταπέσωσιν, οὐχ ὁρῶνται τὰ ἔσωθεν τούτων. Οὐδὲ γὰρ δύναται τίς, ἔξω τοῦ τείχους ὧν, μετὰ τοῦ ἔνδον συναναστρέφεσθαι. Καὶ οὐδεὶς θεωρεῖ τὸν ἥλιον ἐν τῷ γνόφῳ οὐδὲ τὴν ἀρετὴν τῆς φύσεως τῆς ψυχῆς μετὰ τῆς διαμενούσης ἔτι ταραχῆς τῶν παθῶν.

Εὖξαι τῷ Θεῷ δοῦναι σοι αἰσθηθήναι τῆς ἐφέσεως του Πνεύματος καὶ τῆς ἐπιποθήσεως αὐτοῦ. Ὅταν γὰρ ἔλθῃ σοι αὕτη ἡ αἴσθησις καὶ ἡ ἐπιπόθησις τοῦ Πνεύματος, τότε μέλλεις ἀποστῆναι τοῦ κόσμου καὶ ὁ κόσμος ἀφίσταται ἀπὸ σου. Τούτου δέ, χωρὶς ἡσυχίας καὶ ἀσκήσεως καὶ ὁμιλίας τῆς ἀφωρισμένης ἀναγνώσεως εἰς ταῦτα, ἀδύνατον τίνα αἰσθανθῆναι καί, χωρὶς τούτων, μὴ ζήτει ἐκεῖνα. Ἐὰν γὰρ ζήτησης, στρέφονται μετὰ μικρὸν καὶ γίνονται σωματικά. Ὁ νοῶν νοείτω.

Ἐν ἱδρῶτι εὐδόκησεν ὁ σοφὸς Κύριος φαγεῖν τὸν ἄρτον τοῦτον. Οὐχὶ ἀπὸ κακίας δὲ τοῦτο ἐποίησεν, ἀλλ’ ἵνα μὴ γένηται ἡμῖν ἀπεψία καὶ ἀποθάνωμεν. Ἑκάστη γὰρ ἀρετὴ μήτηρ ἐστὶ τῆς δευτέρας. Ἐὰν οὖν ἁφῆς τὴν μητέρα τὴν γεννῶσαν τὰς ἀρετὰς καὶ ἀπέλθῃς ζητῆσαι τὰς θυγατέρας, πρὸ τοῦ κτήσασθαι τὴν μητέρα αὐτῶν, ἔχιδναι εὑρίσκονται αἱ ἀρεταὶ ἐκεῖναι τῇ ψυχῇ. Ἐὰν μὴ ρίψης αὐτὰς ἀπὸ σαυτοῦ, ταχέως μέλλεις ἀποθανεῖν.



Ἑπόμενο: ΛΟΓΟΣ ΞΘ’ - Περὶ διαφόρων ὑποθέσεων καὶ ποία ἐστὶ χρεία ἑκάστου τούτων
Προηγούμενο: ΛΟΓΟΣ ΞΖ’ - Περὶ ὑποθέσεως τῆς ψυχῆς τῆς ζητούσης τὴν βαθεῖαν θεωρίαν τοῦ βυθισθῆναι ἐν αὐτῇ ἀπὸ τῶν σαρκικῶν λογισμῶν τῶν ἀπὸ τῆς μνήμης τῶν πραγμάτων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος