Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ἐκλογὴ Συντόμων Κεφαλαίων
Προηγούμενο: ΛΟΓΟΣ ΞΗ’ - Περὶ φυλακῆς καρδίας καὶ θεωρίας λεπτοτέρας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΞΘ’ - Περὶ διαφόρων ὑποθέσεων καὶ ποία ἐστὶ χρεία ἑκάστου τούτων

Αἴσθησις πνευματικὴ ἐστὶν ἡ ποιωθεῖσα δέξασθαι τὴν δύναμιν τὴν θεωρητικήν, ὡς ἡ κόρη τῶν σωματικῶν ὀφθαλμῶν, τῶν ἐχόντων ἐν αὐτοῖς τὸ φῶς τὸ αἰσθητόν.

Θεωρία νοητὴ ἐστὶ γνῶσις φυσική, ἡ ἑνωθεῖσα τῇ καταστάσει τῆς φύσεως, ἥτις καλεῖται φυσικὸν φῶς.

Δύναμις ἁγία ἐστὶ χάρισμα τοῦ διακριτικοῦ, τοῦ τεθέντος μεταξὺ τοῦ φωτὸς καὶ τῆς θεωρίας.

Φύσεις εἰσὶ τίνα ὄντα μετὰ τῶν διακριτικῶν τῶν ἐκ τοῦ φωτὸς εἰς θεωρίαν.

Πάθη εἰσί καθάπερ οὐσία τις σκληρά, ἅπερ μεσιτεύουσι μεταξὺ τοῦ φωτὸς καὶ τῆς θεωρίας καὶ κωλύουσιν ἐξ αὐτῆς τὴν διάκρισιν τῆς διαφορᾶς τῶν πραγμάτων.

Καθαρότης ἐστὶ τὸ τηλαυγὲς τοῦ νοητοῦ ἀέρος, οὗτινος τῷ κόλπῳ πτεροῦται ἡ φύσις ἡ ἐν ἡμῖν.

Ἐὰν μὴ ὁ νοῦς ὑγιὴς ἧ ἐν τῇ φύσει, οὐκ ἐνεργεῖ αὐτῷ ἡ γνῶσις ὥσπερ ἡ σωματικὴ αἴσθησις, ὅταν ἐξ αἰτιῶν βλαβῇ, ἀποστερεῖται τῆς ὁράσεως.

Ἐὰν δὲ ὁ νοῦς ἧ ὑγιής, ἡ γνῶσις δὲ οὐχ ὑπάρχῃ, οὐκ ἐνεργεῖ ὁ νοῦς ἐκτὸς αὐτῆς τὴν διαφορὰν τῶν πνευματικῶν ὥσπερ ὁ ὀφθαλμὸς ὁ ὑγιὴς μὲν ἐν ἅπασι τοῖς ἑαυτοῦ, ἀμβλυωπῶν δὲ πρὸς τὴν δρᾶσιν πολλάκις τῆς αἰσθήσεως.

Καὶ ἐὰν ταῦτα πεφυλαγμένα ἐν τοῖς ἰδίοις αὐτῶν, χάρις δὲ μὴ ἧ πλησίον αὐτῶν, ἀνενέργητα μένουσι πάντα ἐκ τῆς διακονίας τῶν διακρίσεων, καθὼς ἐν ταῖς ὥραις τῆς νυκτός, διὰ γὰρ τὸ μὴ εἶναι ἥλιον, μένουσιν ἀνεπίσκεπτοι, καὶ ὅτε πάντα ἐῤῥωμένα εἰσὶ καὶ τετελειωμένα ἐν τοῖς ἑαυτῶν, λέγομεν ὁ ὀφθαλμὸς καὶ ἡ δράσις, καὶ ἅτινα πράγματα οὐ διεκρίθησαν ἢ διακρίνονται. Καὶ τοῦτο ἐστὶ τὸ εἰρημένον, «ἐν τῷ φωτὶ σοῦ ὀψόμεθα φῶς».

Ἐὰν δὲ ἡ χάρις τοῦ νοητοῦ ἡλίου πλησίον γένηται καὶ εἰς ὄρεξιν κινῇ καὶ ἐρεθίζῃ καὶ ἐμποιῇ νήφειν, καθαρότης δὲ μὴ ἡ ἐν αὐτῇ, ὥσπερ ἀὴρ κενός, ὅστις οὐ διαυγὴς ἐκ τῆς παχύτητος τῶν νεφῶν καὶ τῶν ὑλῶν τῶν σκοτεινῶν, τῶν εὐχερῶς ἐκτεινομένων πρὸς τὸ φῶς τοῦ ἡλίου, ἐν ᾧ εὐφραινόμεθα ἐν ἡδονῇ ταύτης τῆς θεωρίας.

Τῆς θεωρίας χωλαινούσης ἐκ τῆς διακρίσεως, ἡ φύσις ἤργησεν ἐκ τῆς πράξεως, ἡ ψυχὴ ἐκωλύθη αἰσθέσθαι τῆς ἡδονῆς τοῦ ἡλίου τοῦ δευτέρου τοῦ ἀνατέλλοντος ἐπὶ τὰ πάντα, διὰ τὰ ἐπιτεθέντα σωματικά, ἐν οἷς σκέπονται αἳ ἐλλάμψεις τῆς ἀληθείας, ἵνα μὴ ἔλθωσιν ἐφ’ ἡμᾶς. Λοιπὸν ἐξ ἀνάγκης ζητοῦνται ταῦτα πάντα τὰ ῥηθέντα, καὶ διὰ τὸ δυσκόλως εὑρεῖν ταῦτα ὅλα ἐν ἑνὶ ἀνθρώπῳ χωρὶς λείψεως καὶ αἰτίας, καὶ διὰ τὸ μὴ δύνασθαι τοὺς πολλοὺς πρὸς τελειότητα τίνος τῆς πνευματικῆς γνώσεως φθάσαι. Ἡ στέρησις μὲν ἐστὶν οὕτως ἐκ τῆς ἀνικανότητος τῆς διανοίας καὶ ἐκ τῆς συγχύσεως τοῦ θελήματος καὶ ἐκ τῆς θέσεως τῆς μὴ καθηκούσης τῷ σκοπῷ καὶ ἐκ τῆς ἐλλείψεως τῆς καθαρότητας καὶ ἐκ τοῦ μὴ εὑρεῖν διδάσκαλον καὶ ὁδηγόν, ἐκ τῆς ἀποχῆς τῆς χάριτος («ἀνδρὶ μικρολόγῳ, φησίν, οὐ καλὸς ὁ πλοῦτος, οὐδὲ ἐξουσιάσαι τῶν μεγάλων») ἐκ τοῦ κωλύματος τῶν καιρῶν καὶ τῶν τόπων καὶ τῶν τρόπων.



Ἑπόμενο: Ἐκλογὴ Συντόμων Κεφαλαίων
Προηγούμενο: ΛΟΓΟΣ ΞΗ’ - Περὶ φυλακῆς καρδίας καὶ θεωρίας λεπτοτέρας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος