Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ο’ - Περὶ τῶν λόγων τῆς θείας γραφῆς τῶν πρὸς μετάνοιαν ἐρεθιζόντων ὅτι πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων ἐῤῥέθησαν, ἵνα μὴ ἀπόλωνται ἀπὸ Θεοῦ ζῶντος, καὶ ὅτι οὐ δεῖ πρὸς ἀφορμὴν τοῦ ἁμαρτάνειν ἐκλαμβάνειν αὐτοὺς
Προηγούμενο: ΛΟΓΟΣ ΞΘ’ - Περὶ διαφόρων ὑποθέσεων καὶ ποία ἐστὶ χρεία ἑκάστου τούτων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Ἐκλογὴ Συντόμων Κεφαλαίων

Ἀλήθεια ἐστὶν αἴσθησις κατὰ Θεόν, ἡ ἐν τῇ αἰσθήσει τῶν αἰσθήσεων τοῦ νοῦ τοῦ πνευματικοῦ ἧς πὲρ τινὸς ἐν ἑαυτῷ γεύεται.

Ἀγάπη ἐστὶ καρπὸς τῆς εὐχῆς, ἡ ἐκ τῆς θεωρίας αὐτῆς ὁδηγοῦσα τὸν νοῦν ἀκορέστως εἰς τὸν ἑαυτῆς πόθον, ὅταν ὑπομείνῃ ἐν αὐτῇ χωρὶς ἀκηδίας καὶ ἐν τῷ νῷ ἐν σιγηροῖς ἐνθυμήμασι τῆς διανοίας εὔχεται μόνον ἐμπύρως καὶ μετὰ θερμότητος.

Εὐχὴ ἐστὶ νέκρωσις τῶν ἐννοιῶν τοῦ θελήματος τῆς ζωῆς τῆς σαρκὸς ἴσος γὰρ ἐστὶν ὁ ἀκριβῶς εὐχόμενος τῷ νεκρουμένῳ ἐκ τοῦ κόσμου. Καὶ τοῦτο ἐστὶ τὸ ἀρνήσασθαι τινὰ ἑαυτόν, τὸ καρτερῆσαι διαμένειν ἐν προσευχῇ. Λοιπὸν ἡ ἀγάπη τοῦ Θεοῦ ἐν τῇ ἀρνήσει τῆς ψυχῆς εὑρίσκεται.

Καθάπερ ἐκ τοῦ σπέρματος τοῦ ἱδρῶτος τῆς νηστείας ὁ στάχυς τῆς σωφροσύνης βλαστάνει, οὕτως ἐκ τοῦ κόρου ἡ ἀκολασία καὶ ἐκ τῆς πληρώσεως ἡ ἀκαθαρσία, ἐπὶ γαστρὶ δὲ πεινώσῃ καὶ τεταπεινωμένῃ οὐδέποτε παρακυψουσιν αἰσχρότητος λογισμοί. Πᾶσα βρῶσις βιβρωκομένη πρόσθεσις τῶν ἐν ἡμῖν χυμῶν γίνεται καὶ ἰσχὺς φυσικὴ γίνεται ἐν ἡμῖν, καὶ ὅταν πλησθῶσι τὰ μέλη τὰ ὀργανικὰ ἐκ τῆς τάσεως ὅλου τοῦ σώματος τῆς γινομένης ἐν αὐτοῖς, ἡνίκα συμβῇ ἰδεῖν τὶ σωματικόν, ἢ ἐὰν κινηθῇ ἐν τῇ καρδίᾳ ἀκούσιόν τι, μετὰ τοῦ λογισμοῦ ἐξαίφνης ὕλη ἡδονῆς κινεῖται ἐξ ἐκείνου καὶ διαπέμπεται ἐν ὅλῳ τῷ σώματι.

Καὶ εἶ ἐστὶν ἰσχυρᾷ ἡ διάνοια τοῦ σώφρονος καὶ ἀγνοῦ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς, ἐκ τῆς αἰσθήσεως ἐκείνης τῆς ἐν τοῖς μέλεσιν, εὐθέως ταράσσεται ἡ διάκρισις αὐτοῦ καὶ ὡς ἀπὸ ὑψηλοῦ τίνος τόπου κατέρχεται ἐκ τοῦ ἑαυτοῦ τόπου, ἐν ᾧ ἵσταται. Καὶ ἡ ὁσιότης τῶν λογισμῶν αὐτοῦ κυλίεται καὶ ἡ σωφροσύνη ἡ λαμπρὰ ῥυποῦται ἐν τῇ ἐκταράξει τῶν παθῶν τῶν εἰσελθόντων εἰς τὴν καρδίαν ἐν τῇ ἐκπυρώσει τῶν μελῶν. Καὶ τότε τὸ ἥμισυ τῆς δυνάμεως αὐτοῦ ἐξασθενεῖ, ὥστε εἰπεῖν καὶ τοῦ πρώτου σκοποῦ τῆς ἐλπίδος ἑαυτοῦ ἐπιλαθέσθαι καὶ πρὸ τοῦ εἰσελθεῖν εἰς τὸν ἀγῶνα εὑρίσκεται χωρὶς ἀγῶνος ὑπεύθυνος, καὶ χωρὶς καμάτου τῶν ἑαυτοῦ ἐχθρῶν ὑπεύθυνος γίνεται ὑποκάτωθεν τοῦ θελήματος τοῦ ἀτόνου τῆς σαρκός.

Ταῦτα πάντα ἀναγκάζει ἡ προαίρεσις ἡ μεγάλη τοῦ κόρου τοῦ ἀδιάλειπτου τὸ θέλημα τοῦ ἀγαθοῦ ἀνθρώπου, καὶ ἐὰν διάγῃ καλῶς ἐν τῷ λιμένι τῆς σωφροσύνης, ἀλλὰ ἐκκλίνει παραδοθῆναι εἰς ὅπερ οὐδέποτε ἐβουλήθη ἀνελθεῖν ἐν τῇ καρδίᾳ ἑαυτοῦ. Καὶ ὅταν κοιμηθῇ μόνος, ἡ συναγωγὴ τῶν λογισμῶν τῶν περιεχόντων τὰς ματαίας φαντασίας τε καὶ αἰσχρὰς περικυκλοῦσιν αὐτὸν καὶ ποιοῦσι τὴν στρωμνὴν αὐτοῦ ἐκείνην τὴν καθαρὰν πανδοχεῖον πορνείας καὶ θέατρον τῶν θεωριῶν, ὅταν κοινωνῇ τῇ μὲτ’ αὐτῶν ὁμιλία ἐν τῷ μεθυσμῷ τῶν λογισμῶν καὶ μολύνῃ τὰ ἑαυτοῦ μέλη τὰ ὅσια ἐκτὸς πλησιασμοῦ γυναικός. Ποίᾳ θάλασσα ταράσσεται οὕτω καὶ βράζει ἐκ τοῦ χειμῶνος, ὥσπερ ταράσσεται ὁ νοῦς ὁ καταστὰς ἐν τῇ ἰσχύι τῶν κυμάτων τῶν ἐξυπνιζομένων ἐπ’ αὐτῷ ἐν τῇ θαλάσσῃ τῆς σαρκὸς αὐτοῦ ἐκ τῆς πλησμονῆς τῆς γαστρὸς;

ᾯ σωφροσύνῃ, πόσον λαμπρύνεται τὸ κάλλος σου ἐν τῇ χαμευνίᾳ καὶ ἐν τῷ πόνῳ τῆς πείνης τῆς ἀφαιρούσης ἐκ σοῦ τοῦ ὕπνου, ἐκ τῆς κακοπαθείας τῆς σαρκός, τῆς γενομένης ὥσπερ λάκκος βαθὺς μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἐντέρων, διὰ τὴν ἀποχὴν τῶν βρωμάτων. Πᾶν βρῶμα καὶ πᾶσα ἀνάπαυσις λαμβανόμενα ἔσωθεν ἡμῶν, ὁμοιώματα αἰσχρὰ καὶ εἴδωλα ἀηδῆ πλάττουσι καὶ γεννῶνται ἐξ αὐτῶν καὶ ἐξέρχονται καὶ καθορῶνται ἐν τῷ τόπῳ τῷ κρυπτῷ τῆς διανοίας ἡμῶν καὶ γαργαλίζουσιν ἡμᾶς συγκοινωνῆσαι κρυπτῶς ἐν πράγμασιν αἰσχροῖς. Κένωμα δὲ γαστρός, χωρᾶν ἔρημον ποιεῖ τὸ φρόνημα ἡμῶν, τὸ ἐκ τῶν λογισμῶν ἠρεμοῦν καὶ ἡσυχάζον ἐκ πάντων τῶν ταραχωδῶν λογισμῶν. Ἐκείνη ἡ ἐκ τοῦ κόρου ἐμπεπληγμένη, χώρα ἐστὶ τῶν θεωριῶν καὶ τετράπυλον τῶν φαντασμάτων τῶν ἀτόπων ποιεῖ αὐτήν, κἂν καὶ ἐν ἐρήμῳ ὦμεν μόνοι. «Κόρος, γάρ, φησί, τῶν πολλῶν ἐπιθυμεῖ».

Ὅταν ἀξιωθῇς τῆς χάριτος τῆς θεϊκῆς καὶ τῆς ἀπαθείας τῆς ψυχῆς, σύνες ὅτι οὐκ ἐξ ἐκείνου τοῦ μὴ διαλθείν διὰ σου τοὺς ἀηδεῖς λογισμοὺς ἢ τὴν κίνησιν τῶν λογισμῶν τῶν ἐν τῷ σώματι γινομένων (ἐκτὸς γὰρ αὐτῶν ἀδύνατον τίνα εἶναι), οὐδὲ ἐξ ἐκείνων τῶν εὐχερῶν ὑπὸ σοῦ νικωμένων, ὅτε παντελῶς ἡ διάνοια οὐ μολύνεται, οὐδὲ ταράσσεται, κἂν καὶ λίαν ὑψηλὴ ᾗ αὐτῇ, ἀλλ’ ἐξ ἐκείνων τῶν τῆς ἐνεργείας τῆς κρείττονος τῆς διανοίας οὐκ ἀφίεται ὁ νοῦς πολεμῆσαι μετ’ αὐτῶν καὶ ἀπολέσαι αὐτούς, ἀλλ’ ὅταν παρακύψῃ λογισμός, ἁρπαγῇ ἁρπάζεται ἐκ τῶν ἔγγιστα αὐτῶν ἐν βίᾳ τίνι τῇ ἔξωθεν τοῦ θελήματος οὔσῃ, τῇ ἀπὸ συνηθείας καὶ τῆς χάριτος κατασχούσῃ ζύμην ἐντὸς τῆς καρδίας, ἤπερ ἐστὶν οἶκος τῆς διανοίας.

Ἄλλος ἐστὶν ὁ νοῦς τοῦ ἀγωνιστοῦ, καὶ ἄλλη ἡ τάξις τῆς ἱερωσύνης. Διάνοια, ἥτις ἐν ἐλέει τῷ οὐρανίῳ ἐνεκρώθη τῷ κόσμῳ, ψιλοὺς λογισμοὺς μόνον περὶ τίνων ἔχει, χωρὶς πάλης καὶ ἀγῶνος. Ἡ τελειότης ἡ μετὰ σαρκὸς καὶ αἵματος συνεζευγμένη, βασιλείαν βασιλεύει τῶν ἐκ τῆς σαρκὸς καὶ αἵματος βρυόντων, καὶ οὐχὶ καταργήσει καταργεῖ αὐτοὺς καὶ τοὺς ἰδίους τῆς φύσεως, ἕως ἂν ἀκμὴν ἐν τῇ ζωῇ τῇ ἐκ τῶν στοιχείων σφύζῃ τὸ νόημα τῆς ζωώσεως τοῦ ἀνθρώπου καὶ ἐκ τῶν τεττάρων χυμῶν ὁ θεμέλιος τοῦ νοῦ αὐτοῦ λαμβάνει ἀλλοίωσιν ἐν πάσῃ κινήσει καὶ ῥοπῇ.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Ο’ - Περὶ τῶν λόγων τῆς θείας γραφῆς τῶν πρὸς μετάνοιαν ἐρεθιζόντων ὅτι πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων ἐῤῥέθησαν, ἵνα μὴ ἀπόλωνται ἀπὸ Θεοῦ ζῶντος, καὶ ὅτι οὐ δεῖ πρὸς ἀφορμὴν τοῦ ἁμαρτάνειν ἐκλαμβάνειν αὐτοὺς
Προηγούμενο: ΛΟΓΟΣ ΞΘ’ - Περὶ διαφόρων ὑποθέσεων καὶ ποία ἐστὶ χρεία ἑκάστου τούτων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος