Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΑ’ - Περὶ ἐκείνων δι’ ὧν κτήσασθαι τὶς δύναται τὴν ἀλλοίωσιν τῶν κρυπτῶν νοημάτων μετὰ τῆς ἀλλοιώσεως τῆς πολιτείας τῆς ἔξω
Προηγούμενο: Ἐκλογὴ Συντόμων Κεφαλαίων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Ο’ - Περὶ τῶν λόγων τῆς θείας γραφῆς τῶν πρὸς μετάνοιαν ἐρεθιζόντων ὅτι πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων ἐῤῥέθησαν, ἵνα μὴ ἀπόλωνται ἀπὸ Θεοῦ ζῶντος, καὶ ὅτι οὐ δεῖ πρὸς ἀφορμὴν τοῦ ἁμαρτάνειν ἐκλαμβάνειν αὐτοὺς

Τὴν ἀνδρείαν, ἦν οἱ πατέρες ἐν ταῖς θείαις Γραφαῖς αὐτῶν τεθείκασι καὶ τὴν δύναμιν τὴν ἐν ταῖς τῶν ἀποστόλων καὶ προφητῶν γραφαῖς περὶ τῆς μετανοίας, οὐ χρὴ ἡμᾶς ἐκλαμβάνειν πρὸς βοήθειαν τοῦ ἁμαρτάνειν καὶ καταλύειν τὰ ὅρια τοῦ Κυρίου τὰ ἀδιάβατα, ἅτινα ἀπὸ ἀρχαίων ἥμερων διὰ στόματος πάντων τῶν ἁγίων ἐν πάσαις ταῖς γραφαῖς καὶ νομοθεσίαις πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὡρίσθησαν ἐν δυνάμει Θεοῦ.

Ἵνα γὰρ ἐλπίδα μετανοίας σχῶμεν, ἐμηχανήσαντο ὑποκλέπτειν ἐκ τῆς αἰσθήσεως τὸν φόβον τῆς ἀπογνώσεως, ὅπως πρὸς μετάνοιαν τρέχῃ φθάσαι πᾶς ἄνθρωπος, καὶ μὴ ἀδεῶς ἁμαρτάνῃ. Ἰδοὺ γὰρ παντὶ τρόπῳ ἀπεφήνατο ὁ Θεὸς τὸν φόβον ἐν πάσαις ταῖς γραφαῖς καὶ ἔδειξε πὰρ’ αὐτῷ μισητὴν τὴν ἁμαρτίαν.

Ποίῳ γὰρ τρόπῳ ἀπεπνίγη ἡ κατὰ τὰς ἡμέρας τοῦ Νῶε γενεὰ ἐν τῷ κατακλυσμῷ; Οὐχὶ χάριν τῆς λαγνείας, ἡνίκα ἐξεμάνησαν κατὰ τοῦ κάλλους τῶν θυγατέρων τοῦ Κάιν; Οὐκ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον φιλαργυρία, οὐδὲ πόλεμοι; Διατὶ δὲ αἳ πόλεις Σοδόμων πυρίκαυστοι γεγόνασιν; Οὐχ ὅτι δεδώκασιν ἑαυτῶν τὰ μέλη τῇ ἐπιθυμίᾳ καὶ τῇ ἀκαθαρσίᾳ, ὥστε ἐπικρατῆσαι πάντων αὐτῶν κατὰ τὸ ἑαυτοῖς θέλημα εἰς πάσας τὰς ἐναγεῖς καὶ ἀτόπους πράξεις; Οὐχὶ διὰ πορνείαν ἑνὸς ἀνθρώπου πεπτώκασιν εἰς θάνατον ἐν μιᾷ ῥοπῇ εἴκοσι καὶ πέντε χιλιάδες τῶν υἱῶν Ἰσραὴλ τοῦ πρωτοτόκου τοῦ Θεοῦ; Τίνος δὲ χάριν ἐκβέβληται τοῦ Θεοῦ Σαμψῶν ὁ γίγας, ὁ ἐκ μήτρας ἀφορισθεὶς τῷ Θεῷ καὶ ἁγιασθείς, καὶ πρὸ γενέσεως δι’ ἀγγέλου εὐαγγελισθεὶς κατὰ Ἰωάννην τὸν τοῦ Ζαχαρίου, ὁ μεγάλης δυνάμεως καταξιωθεὶς καὶ μεγάλων τεραστίων; Οὐχ ὅτι ἐμίανε τὰ μέλη αὐτοῦ τὰ ἅγια τῇ συνουσίᾳ τῆς πόρνης; Τούτου χάριν οὐκ ἐμακρύνθη ἀπ’ αὐτοῦ ὁ Θεὸς καὶ παρέδωκεν αὐτὸν τοῖς ἐχθροῖς αὐτοῦ; Δαβὶδ δὲ ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ, ὁ διὰ τὰς ἀρετὰς αὐτοῦ ἐκ σπέρματος αὐτοῦ ἀξιωθεὶς προσαγαγεῖν τὴν ἐπαγγελίαν τῶν πατέρων καὶ ἐξ αὐτοῦ ἐκλάμψαι τὸν Χριστὸν εἰς σωτηρίαν πάσης τῆς οἰκουμένης, οὐχὶ διὰ μοιχείαν μιᾶς γυναικὸς ἐτιμωρήθη, ἡνίκα τοῖς ὀφθαλμοῖς ἐθεάσατο τὸ κάλλος αὐτῆς καὶ τὸ βέλος εἰς τὴν ψυχὴν αὐτοῦ ἐδέξατο; Τούτου γὰρ ἕνεκεν ἐπήγειρεν αὐτῷ ὁ Θεὸς ἐκ τοῦ οἴκου αὐτοῦ πόλεμον καὶ ὁ ἐκ τῆς ὀσφύος αὐτοῦ ἐδίωξεν αὐτὸν καὶ ταῦτα μετὰ πολλῶν δακρύων αὐτοῦ μετανοήσαντος, ὥστε τὴν στρωμνὴν αὐτοῦ βρέχειν τοῖς δάκρυσι, καὶ τοῦ Θεοῦ εἰρηκότος αὐτῷ διὰ τοῦ προφήτου, «ὁ Κύριος ἀφεῖλε σου τὸ ἁμάρτημα».

Βούλομαι μνημονεῦσαι καὶ τινῶν πρὸ τούτου. Τίνος χάριν ἐπῆλθεν ἡ ὀργὴ καὶ ὁ θάνατος τῷ οἴκῳ τοῦ ἱερέως Ἠλί τοῦ δικαίου γέροντος, τοῦ τεσσαράκοντα ἔτη ἐν τῇ ἱερωσύνη διαπρέψαντο; Οὐχὶ διὰ τὴν ἀνομίαν τῶν τέκνων αὐτοῦ Ὀφνί καὶ Φινεές; Οὐδὲ γὰρ αὐτὸς ἐπλημμέλησεν, οὐδὲ ἐκεῖνοι τῇ τούτου γνώμη, ἀλλ’ ὅτι οὐκ εἶχε ζῆλον ἀπαιτήσαι τὴν ἐκδίκησιν Κυρίου ἀπ’ αὐτῶν καὶ μᾶλλον τούτους ἠγάπα ἢ τὰ προστάγματα τοῦ Κυρίου. Ἵνα οὖν μὴ ὑπολάβῃ τις, ὅτι εἰς μόνους τοὺς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν ἐν ἀνομίαις ζήσαντας ἐνδείκνυσι τὴν ὀργὴν αὐτοῦ, χάριν τοῦ ἀτόπου τούτου ἁμαρτήματος, ἰδοὺ ἐν τοῖς γνησίοις αὐτοῦ ἐνδείκνυσι τὸν ζῆλον αὐτοῦ, ἐν τὲ ἱερεῦσι καὶ κριταῖς καὶ ἄρχουσι καὶ ἀνθρώποις ἡγιασμένοις αὐτῷ, οἷς τὰς θαυματουργίας ἐνεπίστευσεν.

Ἀποδέδεικται, ὅτι οὐδαμῶς, ὅταν φανῶσι τὰς θεσμοθεσίας αὐτοῦ παραβάντες, παρορᾷ, ὡς γέγραπται ἐν τῷ Ἰεζεκιήλ, «εἶπε τῷ ἀνθρώπῳ, ᾧ ἐντέταλται πορθῆσαι τὴν Ἱερουσαλὴμ τῇ ἀοράτῳ ῥομφαίᾳ, ἀπ’ ἔμπροσθεν τοῦ θυσιαστηρίου μοὺ ἄρξαι, καὶ μὴ ἐλεήσῃς γέροντα μήτε νεώτερον», ἵνα ἐνδείξηται, ὅτι γνήσιοι καὶ προσφιλεῖς αὐτῷ εἰσὶν οἱ ἐν φόβῳ καὶ εὐλαβείᾳ πορευόμενοι ἔμπροσθεν αὐτοῦ καὶ ποιοῦντες τὸ θέλημα αὐτοῦ, καὶ ἅγιοι τοῦ Θεοῦ εἰσὶν ἡ ἐνάρετος πρᾶξις καὶ ἡ καθαρὰ συνείδησις. Τοὺς μέντοι ἐκφαυλίζοντας τὰς ὁδοὺς Κυρίου, καὶ αὐτὸς ἐκφαυλίζει αὐτοὺς καὶ ἀποῤῥίπτει ἀπὸ προσώπου αὐτοῦ καὶ τὴν χάριν αὐτοῦ αἴρει ἀπ’ αὐτῶν. Διατὶ γὰρ ἢ ἀπόφασις ἡ κατὰ τοῦ Βαλτάσαρ ἐξῆλθεν ἐξαίφνης καὶ ὡς ἐν τύπῳ χειρὸς τοῦτον ἐπάταξεν; Οὐχ ὅτι κατετόλμησε τῶν ἀψαύστων ἀναθημάτων, ὧν ἐφήρπασεν ἀπὸ Ἱερουσαλὴμ καὶ εἰς αὐτὰ ἔπιεν αὐτὸς καὶ αἱ παλλακίδες αὐτοῦ; Οὕτω καὶ οἱ ἀφιερώσαντες τὰ ἑαυτῶν μέλη τῷ Θεῷ, καὶ πάλιν τολμῶντες τούτοις εἰς τὰς κοσμικὰς πράξεις κεχρῆσθαι, ἀοράτῳ πληγῇ ἀπόλλυνται.

Οὐκοῦν μή, τῇ προσδοκίᾳ τῆς μετανοίας καὶ ἐν τῇ εὐτολμίᾳ τῇ δεδομένῃ ἡμῖν παρὰ τῶν θείων Γραφῶν, καταφρονήσωμεν τῶν τοῦ Θεοῦ λογίων καὶ ἀπειλῶν καὶ παροργίσωμεν αὐτὸν τῇ ἀτοπίᾳ τῶν πράξεων ἡμῶν καὶ χράνωμεν τὰ μέλη ἡμῶν ἅπερ καθάπαξ ἀφιερώσαμεν δουλεύειν τῷ Θεῷ. Ἰδοὺ γὰρ ἡγιάσθημεν αὐτῷ καὶ ἡμεῖς, ὡς Ἡλίας καὶ Ἐλισσαῖος καὶ οἱ υἱοὶ τῶν προφητῶν καὶ οἱ λοιποὶ τῶν ἁγίων καὶ παρθένων, οἵτινες τὰς μεγάλας θαυματουργίας ἐπετέλουν καὶ πρόσωπον πρὸς πρόσωπον ἐλάλουν τῷ Θεῷ, καὶ ὅσοι μετ’ ἐκείνους, ὡς Ἰωάννης ὁ παρθένος καὶ ὁ ἅγιος Πέτρος καὶ ὁ λοιπὸς κατάλογος τῶν τῆς Καινῆς εὐαγγελιστῶν καὶ κηρύκων, οἵτινες ἀφιέρωσαν ἑαυτοὺς τῷ Κυρίῳ καὶ ἐδέξαντο παρ’ αὐτοῦ τὰ μυστήρια, οἱ μὲν ἐκ στόματος αὐτοῦ, οἱ δὲ δι’ ἀποκαλύψεων, καὶ ἐγένοντο μεσῖται Θεοῦ καὶ ἀνθρώπων καὶ κήρυκες τῆς βασιλείας τῇ οἰκουμένῃ.



Ἑπόμενο: ΛΟΓΟΣ ΟΑ’ - Περὶ ἐκείνων δι’ ὧν κτήσασθαι τὶς δύναται τὴν ἀλλοίωσιν τῶν κρυπτῶν νοημάτων μετὰ τῆς ἀλλοιώσεως τῆς πολιτείας τῆς ἔξω
Προηγούμενο: Ἐκλογὴ Συντόμων Κεφαλαίων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος