Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΒ’ - Περιέχων ὑποθέσεις ὠφελίμους πεπληρωμένας τῆς σοφίας τοῦ πνεύματος
Προηγούμενο: ΛΟΓΟΣ Ο’ - Περὶ τῶν λόγων τῆς θείας γραφῆς τῶν πρὸς μετάνοιαν ἐρεθιζόντων ὅτι πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων ἐῤῥέθησαν, ἵνα μὴ ἀπόλωνται ἀπὸ Θεοῦ ζῶντος, καὶ ὅτι οὐ δεῖ πρὸς ἀφορμὴν τοῦ ἁμαρτάνειν ἐκλαμβάνειν αὐτοὺς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΑ’ - Περὶ ἐκείνων δι’ ὧν κτήσασθαι τὶς δύναται τὴν ἀλλοίωσιν τῶν κρυπτῶν νοημάτων μετὰ τῆς ἀλλοιώσεως τῆς πολιτείας τῆς ἔξω

Ὅσον τὶς ἐστὶν ἐν τῇ ἀκτημοσύνῃ, ἡ ἐκδημία τῆς ζωῆς ἀνέρχεται ἐν τῇ αὐτοῦ διανοίᾳ ἀεὶ καὶ ἐν τῇ ζωῇ τῇ μετὰ τὴν ἀνάστασιν ποιεῖ τὴν ἑαυτοῦ μελέτην πάντοτε καὶ τὴν ἑτοιμασίαν ἅπασαν ἐκεῖσε μηχανᾶται ἐν παντὶ καιρῷ καὶ ὑπομονὴν κτᾶται κατὰ πάσης τιμῆς καὶ σωματικῆς ἀναπαύσεως ἐν τῷ λογισμῷ αὐτοῦ σπειρομένης καὶ λογισμὸς ὑπὲρ τῆς καταφρονήσεως τοῦ κόσμου ἐν τῇ διανοίᾳ αὐτοῦ σφύζει καθ’ ὥραν. Καὶ θαῤῥεῖ ἐν τῇ διανοίᾳ αὐτοῦ καὶ κτᾶται κραταιὰν καρδίαν ἐν παντὶ καιρῷ κατὰ παντὸς κινδύνου καὶ φόβου ἐργαζομένου θάνατον ἀλλ’ οὐδὲ ἐκ τοῦ θανάτου φοβεῖται. Διότι ἐν πάσῃ ὥρᾳ αὐτῷ προσέχει, ὡς πλησιάζοντι καὶ αὐτὸν προσδοκᾷ, καὶ ἡ μέριμνα αὐτοῦ ἐῤῥιμμένη ἐστὶν ἔπι τὸν Θεὸν ἐν πάσῃ πεποιθήσει ἀδιστάκτῳ. Καὶ ἐὰν ἀπαντήσωσιν αὐτῷ θλίψεις, γίνεται ὥσπερ τὶς πεπεισμένος καὶ γινώσκων ἀκριβῶς, ὅτι στέφανον προξενοῦσιν αὐτῷ, καὶ ἐν πάσῃ χαρᾷ ὑπομένει αὐτὰς καὶ ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὑποδέχεται αὐτάς. Διότι γινώσκει, ὅτι ὁ Θεὸς αὐτὸς ἐστὶν ὁ οἰκονομήσας αὐτὰς αὐτῷ, διὰ τὰ κέρδη τῶν αἰτιῶν τῶν ἀγνώστων ἐν οἰκονομίᾳ μὴ φανερουμένῃ.

Ἐὰν δὲ συμβῇ αὐτῷ ἐξ αἴτιας τινὸς τι τῶν παρερχομένων κτήσασθαι ἐν τῇ ἐργασίᾳ καὶ μηχανὴ ἐκείνου τοῦ σοφοῦ τῶν κακῶν πάντων, αὐτῇ τῇ ὥρᾳ ὁ πόθος τοῦ σώματος ἄρχεται κινεῖσθαι ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ ζωὴν μακρὰν ἐννοεῖ καὶ λογισμοὶ τῆς ἀναπαύσεως τῆς σαρκὸς ἀναβαίνουσι καὶ ἐξανθοῦσιν ἐν αὐτῷ κατὰ πᾶσαν ὥραν καὶ κατακρατεῖ τὰ τοῦ σώματος καὶ ζητεῖ ἐν ἑαυτῷ εἰ δυνατὸν κατὰ πάντα τρόπον τροπώσασθαι τὰ συνιστῶντα αὐτῷ τὴν ἀνάπαυσιν αὐτοῦ καὶ ἐξέρχεται ἐκ τῆς ἐλευθερίας ἐκείνης τῆς ἀνυποτάκτου τινὸς τῶν λογισμῶν τῶν τοῦ φόβου. Καὶ ἐντεῦθεν ἐν πᾶσι τούτοις τὰς ἐννοίας τὰς ποιούσας τὴν πτόησιν καὶ τὰς αἰτίας τοῦ φόβου ἐννοεῖ καὶ διαλογίζεται, διότι ἐλήφθη ἐξ αὐτοῦ τὸ θάρσος ἐκεῖνο τῆς καρδίας, ὅπερ ἐκτήσατο ὅτε ἦν ὑψηλότερος τοῦ κόσμου ἐν τῇ ἀκτημοσύνῃ αὐτοῦ, ὃ ἐπλούτισεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, διὰ τὸ κληρονόμον εἶναι τοῦ κόσμου κατὰ τὸ μέτρον, ὧν ἐκτήσατο, καὶ τὸν φόβον δέχεται κατὰ τὸν νόμον καὶ τὴν οἰκονομίαν τὴν ὁρισθεῖσαν ἐκ Θεοῦ. Ὁποίω μέρει ἑτοιμαζομένων τῶν μελῶν ἡμῶν εἰς τὴν ἐνέργειαν αὐτοῦ, δοῦλοι γινόμεθα καὶ πειθήνιοι ἐν τῷ δουλεύειν παντὶ φόβῳ κατὰ τὸν λόγον τοῦ Ἀποστόλου.

Πρὸ πάντων τῶν παθῶν ἡ φιλαυτία, πρὸ δὲ πασῶν τῶν ἀρετῶν ἡ τῆς ἀναπαύσεως καταφρόνησις. Ὁ παραβάλλων τὸ σῶμα αὐτοῦ ἐν ἀναπαύσεσιν, ἐν χώρᾳ εἰρήνης θλίβει αὐτό. Ὁ τρυφήσας ἐν νεότητι αὐτοῦ, δοῦλος ἐν τῷ γήρᾳ αὐτοῦ γίνεται καὶ εἰς τὰ τελευταῖα αὐτοῦ στενάζει. Καθάπερ οὐ δύναται ὁ τὴν κεφαλὴν ἔχων εἰς τὸ ὕδωρ ἀναπνεῦσαι τὸν ἀέρα τὸν λεπτὸν τὸν ἐπιχεόμενον ἐν τῷ κόλπῳ τῷ κενῷ τούτῳ, οὕτως οὐ δύναται ὁ βαπτίζων τὴν διάνοιαν ἑαυτοῦ ἐν τῇ ἐνταῦθα μερίμνῃ εἰσδέξασθαι τὴν ἀναπνοὴν τῆς αἰσθήσεως ἐκείνου τοῦ κόσμου τοῦ καινοῦ. Καθάπερ συγχέει ἡ ὀσμὴ τοῦ θανάτου τὴν κρᾶσιν τοῦ σώματος, οὕτως ἡ θεωρία ἡ ἄτοπος τὴν εἰρήνην τῆς διανοίας.

Καθάπερ ἀδύνατον γενέσθαι τὴν ὑγείαν καὶ τὴν νόσον ἐν ἑνὶ σώματι καὶ μὴ φθαρῆναι τὸ θάτερον ἀπὸ τοῦ ἑτέρου, οὕτως ἀδύνατον τὸν πλοῦτον τοῦ ἀργύρου καὶ τὴν ἀγάπην ἐν οἴκῳ γενέσθαι ἑνὶ καὶ μὴ φθαρῆναι τὸ ἐν ὑπὸ τοῦ ἑτέρου αὐτῶν. Καθάπερ ἡ ὕαλος οὐ δύναται ἐν τῷ κρούσματι τῆς γειτνιάσεως τοῦ λίθου σῶα διαμεῖναι, οὕτως οὐδὲ ὁ ἅγιος διαμένων καὶ προσμένων καὶ συνομιλῶν μετὰ γυναικὸς διαμεῖναι ἐν τῇ ἑαυτοῦ καθαρότητι καὶ μὴ σπιλωθῆναι. Καθάπερ ἐκτίλλονται τὰ δένδρα ὑπὸ τῆς ραγδαίας τῶν ὑδάτων καὶ διηνεκοῦς ἐπιῤῥεύσεως, οὕτω καὶ ἡ τοῦ κόσμου ἀγάπη ἐκ τῆς καρδίας ἐν τῇ ἐπιῤῥεύσει τῶν πειρασμῶν ἐπιπιπτόντων τῷ σώματι.

Ὥσπερ καθαίρουσι τὰ φάρμακα τὴν ἀκαθαρσίαν τῶν χυμῶν τῶν πονηρῶν ἐκ τοῦ σώματος, οὕτως ἡ σφοδρότης τῶν θλίψεων καθαιρεῖ τὰ πονηρὰ ἐκ τῆς καρδίας. Καθάπερ οὐ δυνατὸν τὸν νεκρὸν αἰσθέσθαι τῶν πραγμάτων τῶν ζώντων, οὕτω τοῦ μοναχοῦ τοῦ τεθαμμένου ἐν τῇ ἡσυχίᾳ ὡς ἐν τάφῳ ἡ ψυχὴ στερεῖται τοῦ χειμῶνος τοῦ συνήθους ἔχοντος ὑποκαπνίζειν ἐκ τῆς αἰσθήσεως τῶν πραγμάτων τῶν ἐν μέσῳ ἀνθρώπων ἀναστρεφομένων.

Ὥσπερ οὐ δυνατὸν ἀβλαβῆ διαμεῖναι τὸν φειδόμενον τοῦ ἐχθροῦ αὐτοῦ ἐν τῇ παρεμβολὴ τοῦ πολέμου, οὕτως ἀδύνατον καὶ τὸν ἀγωνιστὴν τὴν ψυχὴν ἑαυτοῦ ῥύσασθαι ἐκ τῆς ἀπώλειας τοῦ ἰδίου φειδόμενον σώματος. Ὥσπερ ἡ νεότης ἐκ τῶν φοβερῶν θεαμάτων ἐκπλήττεται καὶ δραμοῦσα ἐπικρατεῖ τὰ κράσπεδα τῶν γονέων αὐτῆς, ἐπικαλούμενη αὐτούς, οὕτως ἡ ψυχὴ καθ’ ὅσον στενοῦται καὶ θλίβεται ἐκ τοῦ φόβου τῶν πειρασμῶν, προστρέχει προσκολληθῆναι τῷ Θεῷ, ἐπικαλουμένη αὐτὸν ἐν δεήσει διηνεκεῖ. Καὶ ὅσον οἱ πειρασμοὶ διαμένουσιν ἀλλεπαλλήλως προσπίπτοντες, πληθύνει τὴν δέησιν καὶ ὅταν ἐν πλατυσμῷ πάλιν γένηται, τῷ μετεωρισμῷ ἑαυτὴν ἐκδίδωσιν.

Ὥσπερ οἱ παραδιδόμενοι εἰς τὰς χεῖρας τῶν κριτῶν τοῦ τιμωρηθῆναι ὑπὲρ τῆς κακίας, ἐὰν ὅταν προσεγγίσωσι ταῖς βασάνοις, ταπεινώσωσιν ἑαυτοὺς καὶ παραχρῆμα ἐξομολογῶνται εἰς τὴν ἀδικίαν αὐτῶν, ἐλαττοῦται ἡ τιμωρία αὐτῶν καὶ ἐν μικραῖς θλίψεσι λυτροῦνται ἐν τάχει, ἐὰν δὲ σκληροὶ πρὸς ἐξομολόγησιν γένωνται ἄδικοι τίνες ἐν αὐτοῖς προστίθενται αὐτοῖς βάσανα καὶ ἐσχάτως ἀκουσίως ἐξομολογοῦνται μετὰ τὰ πολλὰ βάσανα, ἡνίκα καὶ αἱ πλευραὶ αὐτῶν πληρωθῶσι πληγῶν καὶ οὐδὲν ὠφελοῦνταν οὕτω ἡμεῖς ὅταν ὑπὲρ τῶν πλημμελημάτων ἡμῶν, ὧν ἀσκόπως ἐκτησάμεθα, ὑπὸ τοῦ ἐλέους παραδιδώμεθα ταῖς χερσὶ τοῦ δικαιοκρίτου τῶν ἁπάντων καὶ κελευώμεθα κατέναντι τῆς ῥάβδου τῶν πειρασμῶν, ἕως ἂν εὐχερὴς γένηται ἡμῖν ἡ κόλασις ἡ ἐκεῖθεν ἐάν, ὅτε προσεγγίσει ἐν ἡμῖν ἡ ῥάβδος τοῦ κριτοῦ, ταπεινωθῶμεν καὶ μνημονεύσωμεν τῶν ἀδικημάτων καὶ ἐξομολόγησιν ποιησώμεθα ἐνώπιον τοῦ ἐκδικητοῦ, ἐν πειρασμοῖς βραχέσι ταχὺ ῥυσθησόμεθα, ἐὰν δὲ σκληρυνθῶμεν ἐν ταῖς θλίψεσιν ἡμῶν καὶ μὴ ἐξομολογησώμεθα, ὡς αἴτιοι τῶν τοιούτων ὑπάρχοντες καὶ ἄξιοι καὶ πλείονα τούτων παθεῖν, ἀλλ’ ἐπαιτιώμεθα τοὺς ἀνθρώπους, πότε δὲ καὶ τοὺς δαίμονας, καὶ ἐν καιρῷ τὴν δικαιοσύνην τοῦ Θεοῦ, καὶ συνιστῶμεν ἑαυτοὺς ἀθῴους τῶν τοιούτων ἔργων καὶ οὐκ ἐννοῶμεν, ὅτι ὁ Θεὸς ἡμᾶς ἐπὶ πλέον ἐπίσταται καὶ γινώσκει καὶ ὅτι ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ ἐστὶ καὶ ὅτι χωρὶς τῆς ἐντολῆς αὐτοῦ οὐ παιδεύεται ἄνθρωπος, διὰ τοῦτο πάντα τὰ ἐπερχόμενα ἡμῖν λύπην διηνεκῆ ἐμποιεῖ καὶ θλίψεις ἡμῶν σφοδραὶ γίνονται καὶ ἐξ ἄλλης εἰς ἄλλην ὡς ἐν σχοινίῳ παραδιδόμεθα, ἕως ἂν γνῶμεν ἑαυτοὺς καὶ ταπεινωθῶμεν καὶ αἰσθηθῶμεν τῶν ἀνομιῶν ἡμῶν.

Ἐκτὸς γὰρ τοῦ αἰσθηθῆναι ἡμᾶς τούτων ἀδύνατον ἐλθεῖν εἰς κατόρθωσιν. Καὶ ἐσχάτως ἐν πολλαῖς καταπονούμενοι θλίψεσιν, ἀνωφελῆ ποιοῦμεν ἐξομολόγησιν, ὅποτε μὴ γενέσθαι παράκλησιν πέφυκεν. Ἄλλα τοῦτο τὸ αἰσθηθήναι τινὰ τῶν ἁμαρτημάτων αὐτοῦ, ἐν Θεοῦ ἐστὶ γινόμενον χάρισμα καὶ ἐμπῖπτον εἰς τὸ φρόνημα, ὅταν ἴδῃ ὁ Θεὸς ἡμᾶς, ὅτι κατεπονήθημεν ἐν τοῖς πολυτρόποις πειρασμοῖς, ἵνα μὴ ἀπέλθω μὲν ἐν πάσαις ταῖς συμφοραῖς ἡμῶν καὶ ταῖς θλίψεσι, μηδὲν ὠφελούμενοι ἐκ τοῦ κόσμου τούτου.

Καὶ οὐκ ἐστὶν ὅτι ἐκ τῆς τῶν πειρασμῶν δυσκολίας οὐ συνίεμεν, ἀλλ’ ἐκ τῆς ἀγνωσίας. Πολλάκις δὲ τίνες ἐν τοῖς τοιούτοις ὄντες ἐξέρχονται τοῦ κόσμου τούτου ὑπεύθυνοι καὶ μὴ ἐξομολογούμενοι, ἀλλ’ ἀπαρνούμενοι καὶ ἐπαιτιώμενοι. Ὁ δὲ Θεὸς ὁ ἐλεήμων ἐξεδέχετο, εἰ πῶς ταπεινωθῶσιν, ἵνα συγχωρήσῃ αὐτοῖς καὶ ποιήσειεν ἔκβασιν. Καὶ οὐ μόνον τῶν πειρασμῶν αὐτῶν ἐποίει ἂν ἔκβασιν, ἀλλὰ καὶ τὰ παραπτώματα συνεχώρησεν, ἱλεούμενος τῇ ἐξομολογήσει τῇ μικρᾷ τῆς καρδίας. Ὥσπερ τις ἄνθρωπος, προσφορὰν μεγάλην προσφέρων τῷ βασιλεῖ, κτᾶται ὄψιν ἱλαράν, οὕτω τοῦ ἔχοντος δάκρυα ἐν τῇ προσευχῇ αὐτοῦ, ὁ Θεὸς ὁ μέγας ὁ βασιλεὺς τῶν αἰώνων πάντα τὰ μέτρα τῶν παραπτωμάτων συγχωρεῖ καὶ κτᾶσθαι παρ’ αὐτῷ κεχαριτωμένην ὄψιν ποιεῖ. Ὥσπερ πρόβατον τῆς μάνδρας ἐξερχόμενον καὶ ἐν τῷ μετεωρισμῷ τῆς ποιμάνσεως πορευόμενον, παρὰ τῷ φωλεῷ τῶν λύκων ἵστα ἑαυτό, οὕτως ὁ μοναχὸς ὁ ἀφορίζων ἑαυτὸν ἐκ τῆς συναγωγῆς τῶν ἑταίρων αὐτοῦ ἐν ὀνόματι καθίσματος ἡσυχαστικοῦ, καὶ διαμένει ἀπαντῶν καὶ ἀπερχόμενος καὶ προσεγγίζων ταῖς θεωρίαις καὶ τοῖς θεάτρων θεάμασιν ἐν ταῖς πόλεσι διερχόμενος.

Ὥσπερ ἄνθρωπος ἐπὶ τῶν ὤμων ἑαυτοῦ μαργαρίτην βαστάζων πολύτιμον καὶ ἀπερχόμενος ἐν ὁδῷ λῃστευομένῃ καὶ ἐν φήμαις φημιζομένη κακαῖς, ἐν πάσῃ ὥρᾳ ἐν φόβῳ ἐστί, μήπως ἐπιβουλευθῇ, οὕτως ὁ τὸν μαργαρίτην τῆς σωφροσύνης βαστάζων καὶ ὁδεύων ἐν τῷ κόσμῳ, τῇ τῶν ἐχθρῶν ὁδῷ, ἕως ἂν ἔλθῃ ἐν τῇ μονῇ τοῦ μνήματος (ἥτις ἐστὶν ἡ χώρα τῆς πεποιθήσεως) οὐκ ἔχει ἐλπίδα ἐξειλῆσαι τῶν λῃστῶν καὶ τῶν πορθητῶν. Μὴ τάχα ἐκεῖνος ὁ φέρων τὸν μαργαρίτην τὸν πολύτιμον δύναται μὴ φοβηθῆναι; Οὕτως οὐδὲ οὗτος γινώσκει ἐν ποίῳ τόπῳ καὶ ἐκ ποίων καὶ ποίᾳ ὥρᾳ παρακύπτουσίν ἐπ’ αὐτῷ καὶ γυμνοῦσιν ἐξαίφνης αὐτὸν τῆς ἐλπίδος αὐτοῦ, καὶ ἔσται ἐν τῇ θύρᾳ τοῦ οἴκου αὐτοῦ, ὅπερ ἐστὶν ὁ καιρὸς τοῦ γήρως αὐτοῦ ἐκπορθούμενος.

Ὥσπερ ἄνθρωπος πίνων οἶνον ἐν ἡμέρᾳ πένθους καὶ μεθυσκόμενος ἁπάσης λύπης τῶν ἑαυτῶν πόνων ἐπιλανθάνεται, οὕτως ὁ μεθυσθεὶς τῇ ἀγάπῃ τοῦ Θεοῦ ἐν τῷ κόσμῳ τούτῳ ὃς ἐστὶν οἶκος κλαυθμοῦ τῶν πόνων καὶ τῶν λυπῶν ἑαυτοῦ ἁπασῶν καὶ γίνεται ἀναίσθητος ἐξ ὅλων τῶν παθῶν τῆς ἁμαρτίας, διὰ τὴν μέθην ἑαυτοῦ. Οὐ τίνος ἡ καρδία τῇ ἐλπίδι ἐπιστήρικται τοῦ Θεοῦ καὶ ἡ ψυχὴ ζῶον πτερωτὸν κοῦφον ἐστί, καὶ ἐν πάσῃ ὥρᾳ ἡ διάνοια αὐτοῦ ἐκ τῆς γῆς ὑψοῦται καὶ ὑπεράνω τῶν ἀνθρωπίνων ἵπταται ἐν τῇ ἀδολεσχίᾳ τῶν λογισμῶν ἑαυτοῦ καὶ ἐν τοῖς ἀθανάτοις τοῦ ὑψίστου κατατρυφᾷ.

ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΟΒ’ - Περιέχων ὑποθέσεις ὠφελίμους πεπληρωμένας τῆς σοφίας τοῦ πνεύματος
Προηγούμενο: ΛΟΓΟΣ Ο’ - Περὶ τῶν λόγων τῆς θείας γραφῆς τῶν πρὸς μετάνοιαν ἐρεθιζόντων ὅτι πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων ἐῤῥέθησαν, ἵνα μὴ ἀπόλωνται ἀπὸ Θεοῦ ζῶντος, καὶ ὅτι οὐ δεῖ πρὸς ἀφορμὴν τοῦ ἁμαρτάνειν ἐκλαμβάνειν αὐτοὺς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος