Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΓ’– Περιέχων συμβουλίας πεπληρωμένας ὠφελείας ἃς ἐν τῇ ἀγάπῃ ἐλάλησε τοῖς ἐν ταπεινώσει ἀκούουσιν αὐτοῦ
Προηγούμενο: ΛΟΓΟΣ ΟΑ’ - Περὶ ἐκείνων δι’ ὧν κτήσασθαι τὶς δύναται τὴν ἀλλοίωσιν τῶν κρυπτῶν νοημάτων μετὰ τῆς ἀλλοιώσεως τῆς πολιτείας τῆς ἔξω
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΒ’ - Περιέχων ὑποθέσεις ὠφελίμους πεπληρωμένας τῆς σοφίας τοῦ πνεύματος

Ἡ πίστις ἡ θύρα ἐστὶ τῶν μυστηρίων. Καθάπερ γὰρ οἱ σωματικοὶ ὀφθαλμοὶ τοῖς αἰσθητοῖς πράγμασιν, οὕτω καὶ ἡ πίστις τοῖς ὀφθαλμοῖς τοῖς κρυπτοῖς. Ἐν τοῖς νοεροῖς ὀφθαλμοῖς ὀφθαλμοὺς μὲν δύο ψυχικοὺς κεκτήμεθα, καθὼς λέγουσιν οἱ πατέρες, καθάπερ τοὺς δύο ὀφθαλμοὺς τοῦ σώματος, καὶ οὐχ ἡ αὐτῇ χρεία τῆς θεωρίας ἐν ἑκάστῳ. Ἐν ἑνὶ μὲν γὰρ ὀφθαλμῷ ὁρῶμεν τὰ κρυπτὰ τῆς δόξης τοῦ Θεοῦ τὰ κεκρυμμένα ἐν ταῖς φύσεσιν, ἤγουν τὴν δύναμιν αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν πρόνοιαν τὴν συναΐδιον τὴν περὶ ἡμᾶς, τὴν καταλαμβανομένην ἐκ τῆς μεγαλειότητος τῆς κυβερνήσεως αὐτοῦ εἰς ἡμᾶς. Ὁμοίως δὲ καὶ τὰ τάγματα τὰ οὐράνια ἐν τούτῳ τῷ ὀφθαλμῷ θεωροῦμεν τὰ σύνδουλα ἡμῶν.

Ἐν δὲ τῷ ἑτέρῳ ὀφθαλμῷ θεωροῦμεν τὴν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας, ὅτε εὐδοκήσει ὁ Θεὸς εἰσάξαι ἡμᾶς εἰς τὰ μυστήρια τὰ πνευματικὰ καὶ τὴν θάλασσαν τῆς πίστεως ἀνοίξει ἐν τῇ διανοίᾳ ἡμῶν.

Χάρις μετὰ χάριν μετὰ τὸ βάπτισμα ἡ μετάνοια ἐδόθη τοῖς ἀνθρώποις. Μετάνοια γὰρ ἐστὶν ἀναγέννησις δευτέρα ἐκ τοῦ Θεοῦ. Καὶ ὅνπερ ἐκ τῆς πίστεως ἀῤῥαβῶνα ἐδεξάμεθα, διὰ τῆς μετανοίας τὸ χάρισμα αὐτοῦ ἐκδεχόμεθα. Μετάνοια ἐστὶν ἡ θύρα τοῦ ἐλέους, ἡ ἀνεῳγμένη τοῖς διώκουσιν αὐτήν. Διὰ τῆς θύρας ταύτης εἰσερχόμεθα πρὸς τὸ θεῖον ἔλεος, καὶ ἐκτὸς ταύτης τῆς εἰσόδου οὐχ εὑρήσομεν ἔλεος. Διότι «πάντες ἥμαρτον», κατὰ τὴν θείαν Γραφήν, «δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι». Ἡ μετάνοια ἐστὶν ἡ χάρις ἡ δευτέρα καὶ τίκτεται ἐν τῇ καρδίᾳ ἐκ τῆς πίστεως καὶ τοῦ φόβου, ὁ φόβος δὲ ἐστὶ ῥάβδος πατρικὴ ἡ κυβερνώσα ἡμᾶς, ἕως ἂν φθάσωμεν εἰς τὸν παράδεισον τῶν ἀγαθῶν, τὸν πνευματικόν, καὶ ὅταν ἐκεῖ φθάσωμεν, ἀφίησιν ἡμᾶς καὶ στρέφεται.

Παράδεισος ἐστὶν ἡ ἀγάπη τοῦ Θεοῦ, ἐν ᾗ ἡ τρυφὴ πάντων τῶν μακαρισμῶν, ὅπου ὁ μακάριος Παῦλος ἐτράφη τροφὴν παρὰ τὴν φύσιν, καὶ ἀφ’ οὗ ἐγεύσατο τοῦ ξύλου τῆς ζωῆς ἐκεῖσε, ἔκραξε λέγων «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Ἐκ τοῦ ξύλου τούτου ἐκωλύθη ὁ Ἀδὰμ διὰ τῆς συμβουλῆς τοῦ διαβόλου.

Τὸ ξύλον τῆς ζωῆς ἐστὶν ἡ ἀγάπη τοῦ Θεοῦ, ἀφ’ ἧς ἐξέπεσεν ὁ Ἀδὰμ καὶ οὐκ ἔτι ἀπήντησεν αὐτὸν ἡ χαρά, ἀλλ’ ἐν τῇ γῇ τῶν ἀκανθῶν ἐργάζετο καὶ ἐκοπία. Οἱ τῆς ἀγάπης τοῦ Θεοῦ στερηθέντες, ἄρτον ἱδρῶτος ἐσθίουσιν ἐν τοῖς ἔργοις αὐτῶν, κἂν εὐθύτητι πορεύωνται, ὃν ὁ πρωτόπλαστος ἐπετράπη φαγεῖν μετὰ τὴν ἔκπτωσιν. Ἕως ἂν εὕρωμεν τὴν ἀγάπην, ἐν τῇ γῇ τῶν ἀκανθῶν ἐστὶν ἡ ἐργασία ἡμῶν καὶ ἐν μέσῳ τῶν ἀκανθῶν σπείρομεν καὶ θερίζομεν, κἂν καὶ ὁ σπόρος ἡμῶν γένηται σπόρος δικαιοσύνης, καὶ ἐν πάσῃ ὥρᾳ κεντούμεθα ἐξ αὐτῶν, καὶ ὁπόσον ἂν δικαιωθῶμεν, ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ζῶμεν

Καὶ ὅταν εὕρωμεν τὴν ἀγάπην, ἄρτον οὐράνιον τρεφόμεθα καὶ ἐνδυναμούμεθα ἄνευ ἔργου καὶ κόπου. Ὁ οὐράνιος ἄρτος ἐστὶν ὁ Χριστός, ὁ κατελθὼν ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ αὕτη ἐστὶν ἡ τροφὴ τῶν ἀγγέλων.

Ὁ εὑρὼν τὴν ἀγάπην, τὸν Χριστὸν ἐσθίει καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν καὶ ἀθάνατος γίνεται ἐκ τούτου. «Ὁ τρώγων, φησίν, ἐκ τοῦ ἄρτου, ὃν ἐγὼ δώσω αὐτῷ, θάνατον οὐκ ὄψεται εἰς τὸν αἰῶνα». Μακάριος ἐστὶν ὁ ἐσθίων ἐκ τοῦ ἄρτου τῆς ἀγάπης, ὃς ἐστὶν Ἰησοῦς. Ὅτι δὲ ὁ ἐσθίων ἐκ τῆς ἀγάπης τὸν Χριστὸν ἐσθίει τὸν ἐπὶ πάντων Θεόν, μαρτυρεῖ Ἰωάννης λέγων, «ὁ Θεὸς ἀγάπη ἐστί».

Λοιπὸν ζωὴν ἐκ τοῦ Θεοῦ καρποῦται ὁ ἐν τῇ ἀγάπῃ ζῶν, καὶ ἐν τῷ κόσμῳ τούτῳ τοῦ ἀέρος ἐκείνου τῆς ἀναστάσεως ὀσφραίνεται ἐκ τῶν ὧδε. Ἐν τούτῳ τῷ ἀέρι τρυφῶσιν οἱ δίκαιοι ἐν τῇ ἀναστάσει. Ἡ ἀγάπη ἐστὶν ἡ βασιλεία, ἦν ἐπηγγείλατο ὁ Κύριος μυστικῶς τοῖς Ἀποστόλοις φαγεῖν ἐν τῇ βασιλείᾳ αὐτοῦ. Τὸ γὰρ ἐσθίετε καὶ πίνετε ἐν τῇ τραπέζῃ τῆς βασιλείας μου τὶ ἐστίν, εἰ μὴ ἀγάπῃ; Ἱκανὴ γὰρ θρέψαι τὸν ἄνθρωπον ἡ ἀγάπη ἀντὶ βρώσεως καὶ πόσεως.

Οὗτος ἐστὶν ὁ οἶνος, ὁ εὐφραίνων καρδίαν ἀνθρώπου. Μακάριος ὁ πιὼν ἐκ τοῦ οἴνου τούτου. Ἐκ τούτου ἔπιον οἱ ἀκόλαστοι καὶ ᾐδέσθησαν, καὶ οἱ ἁμαρτωλοὶ καὶ ἐπελάθοντο τὰς ὁδοὺς τῶν προσκομμάτων, καὶ οἱ μέθυσοι καὶ ἐγένοντο νηστευταῖ, καὶ οἱ πλούσιοι καὶ ἐπεθύμησαν τὴν πτωχείαν, καὶ οἱ πένητες καὶ ἐπλούτησαν τῇ ἐλπίδι, καὶ οἱ ἄῤῥωστοι καὶ ἐγένοντο δυνατοί, καὶ οἱ ἰδιῶται καὶ ἐσοφίσθησαν.

Ὥσπερ οὐ δυνατὸν ἐστὶ περᾶσαι τὴν θάλασσαν τὴν μεγάλην χωρὶς πλοίου καὶ καράβου, οὕτως οὐ δύναται τὶς περᾶσαι χωρὶς φόβου πρὸς τὴν ἀγάπην. Τὴν θάλασσαν τὴν ὀζομένην, τὴν τεθεῖσαν μεταξὺ ἡμῶν καὶ τοῦ νοεροῦ παραδείσου, διὰ καράβου τῆς μετανοίας παρελθεῖν δυνάμεθα τῆς ἐχούσης τοὺς κωπηλάτας τοῦ φόβου. Ἐὰν δὲ οἱ κωπηλάται οὗτοι τοῦ φόβου οὐ κυβερνῶσι τὸ πλοῖον τοῦτο τῆς μετανοίας, δι’ ἧς διερχόμεθα τὴν θάλασσαν τοῦ κόσμου τούτου πρὸς τὸν Θεόν, καταποντιζόμεθα ἐν τῇ ὀζομένῃ θαλάσσῃ. Ἡ μετάνοια ἐστὶ τὸ πλοῖον, ὁ φόβος δὲ ὁ κυβερνήτης αὐτοῦ, ἡ ἀγάπη ὁ λιμὴν ὁ θεϊκός.

Καθίζει οὖν ἡμᾶς ὁ φόβος ἐν τῷ πλοίῳ τῆς μετανοίας καὶ διαβιβάζει ἡμᾶς τὴν θάλασσαν τοῦ βίου τὴν ὀζομένην καὶ πρὸς τὸν λιμένα τὸν θεῖον, ὃς ἐστὶν ἡ ἀγάπη, ὁδηγεῖ ἡμᾶς εἰς ὃν πειρῶσι πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι ἐν τῇ μετανοίᾳ. Καὶ ὅτε φθάσομεν τὴν ἀγάπην, ἐφθάσαμεν εἰς τὸν Θεόν, καὶ ἡ ὁδὸς ἡμῶν ἐτελειώθη, καὶ διέβημεν πρὸς τὴν νῆσον, τὴν ἐκεῖθεν τοῦ κόσμου οὖσαν, ὅπου ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, καὶ ἡμᾶς ἀξίους ποιήσοι τῆς δόξης αὐτοῦ καὶ τῆς ἀγάπης τῆς διὰ τοῦ φόβου αὐτοῦ. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΟΓ’– Περιέχων συμβουλίας πεπληρωμένας ὠφελείας ἃς ἐν τῇ ἀγάπῃ ἐλάλησε τοῖς ἐν ταπεινώσει ἀκούουσιν αὐτοῦ
Προηγούμενο: ΛΟΓΟΣ ΟΑ’ - Περὶ ἐκείνων δι’ ὧν κτήσασθαι τὶς δύναται τὴν ἀλλοίωσιν τῶν κρυπτῶν νοημάτων μετὰ τῆς ἀλλοιώσεως τῆς πολιτείας τῆς ἔξω
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος