Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΔ – Περὶ τοῦ ὑποδείγματος καὶ τῆς παραβολῆς τῆς κατὰ Κυριακὴν καὶ Σάββατον θεωρίας
Προηγούμενο: ΛΟΓΟΣ ΟΒ’ - Περιέχων ὑποθέσεις ὠφελίμους πεπληρωμένας τῆς σοφίας τοῦ πνεύματος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΓ’– Περιέχων συμβουλίας πεπληρωμένας ὠφελείας ἃς ἐν τῇ ἀγάπῃ ἐλάλησε τοῖς ἐν ταπεινώσει ἀκούουσιν αὐτοῦ

Οὐκ ἔστιν ἔννοια ἀγαθή, μὴ οὖσα ἐκ τῆς χάριτος τῆς θείας, ἐμπίπτουσα ἐν τῇ καρδίᾳ, καὶ οὐκ ἐστὶ λογισμὸς πονηρὸς προσεγγίζων τῇ ψυχῇ, εἰ μὴ πρὸς πειρασμὸν καὶ πεῖραν.

Ἄνθρωπος φθάσας γνῶναι τὸ μέτρον τῆς ἀσθενείας αὐτοῦ, οὗτος ἔφθασε τὸ τέλειον τῆς ταπεινώσεως. Ὁ ὁδηγῶν τὰ χαρίσματα τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, καρδία ἐστὶ κινουμένη πρὸς εὐχαριστίαν ἀδιάλειπτον. Ὁ ὁδηγῶν τὸν πειρασμὸν πρὸς τὴν ψυχήν, ἡ ἔννοια ἐστὶ τοῦ γογγυσμοῦ, ἡ κινουμένη ἀεὶ ἐν τῇ καρδίᾳ. Πάσας τὰς ἀσθενείας τῶν ἀνθρώπων βαστάζει ὁ Θεός, ἄνθρωπον δὲ ἀεὶ γογγύζοντα οὐχ ὑπομένει, ἐὰν μὴ παίδευση αὐτόν. Ψυχὴ ἡ ἀπέχουσα ἐκ πάσης ἐλλάμψεως τῆς γνώσεως, ἐν ταῖς τοιαύταις ἐννοίαις εὑρίσκεται

Στόμα διαπαντὸς εὐχαριστοῦν, εὐλογίαν δέχεται παρὰ τοῦ Θεοῦ, καὶ καρδία διαμένουσα ἐν εὐχαριστία, ἐμπίπτει ἐν αὐτῇ ἡ χάρις.

Πρὸ τῆς χάριτος τρέχει ἡ ταπείνωσις καὶ πρὸ τῆς παιδείας τρέχει ἡ οἴησις.

Ὁ ἐν τῇ γνώσει ὑπερηφανευόμενος παραχωρεῖται πεσεῖν εἰς βλασφημίαν, καὶ ὁ ἐν τῇ ἀρετῇ τῆς πράξεως ἐπαιρόμενος, ἐν τῇ πορνείᾳ παραχωρεῖται πεσεῖν, καὶ ὁ ἐν τῇ σοφίᾳ αὐτοῦ ἐπαιρόμενος, ἐν ταῖς σκοτειναῖς παγίσι τῆς ἀγνοίας ἐμπεσεῖν παραχωρεῖται. Ἄνθρωπος ἀπέχων ἐκ πάσης μνήμης τοῦ Θεοῦ, οὗτος ἐστὶν ὁ βαστάζων ἐν τῇ καρδίᾳ αὐτοῦ κατὰ τοῦ πλησίον μέριμναν ἐν τῇ μνήμῃ τῇ πονηρᾷ. Ὁ τιμῶν πάντα ἄνθρωπον ἐν τῇ μνήμῃ τοῦ Θεοῦ, οὗτος εὑρίσκει βοήθειαν παρὰ παντὸς ἀνθρώπου ἐν τῷ νεύματι τοῦ Θεοῦ, ἐν τῷ κρυπτῷ.

Ὁ ἀπολογούμενος ὑπὲρ τοῦ ἀδικουμένου, εὑρίσκει τὸν Θεὸν ὑπέρμαχον αὐτοῦ.

Ὁ παρέχων τὸν βραχίονα ἑαυτοῦ εἰς βοήθειαν τοῦ πλησίον αὐτοῦ, λαμβάνει τὸν βραχίονα τοῦ Θεοῦ εἰς βοήθειαν ἑαυτοῦ.

Ὁ κατηγορῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ κακία αὐτοῦ, εὑρίσκει τὸν Θεὸν κατήγορον ἑαυτοῦ.

Ὁ διορθούμενος τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ ταμείῳ αὐτοῦ, τὴν ἰδίαν κακίαν ἰᾶται, καὶ ὁ κατηγορῶν τίνα ἐν συναθροίσματι, ἐνισχύει τὰ ἴδια τραύματα. Ὁ θεραπεύων τὸν ἀδελφὸν αὐτοῦ κρυπτῶς, τὴν ἰσχὺν τῆς ἀγάπης αὐτοῦ ἔκδηλον ποιεῖ καὶ ὁ καταισχύνων αὐτὸν ἐν ὀφθαλμοῖς τῶν ἑταίρων αὐτοῦ, τὴν ἰσχὺν τοῦ ἐν αὐτῷ φθόνου ἀποδεικνύει.

Φίλος ἐν κρυπτῷ ἐλέγχων, ἰατρὸς σοφὸς ἐστίν, ὃ δὲ ἐν ὀφθαλμοῖς πολλῶν ἰατρεύων, ὀνειδίζων ἐστὶν ἐν ἀληθείᾳ.

Σημεῖον τῆς συμπαθείας ἐστὶ συγχώρησις παντὸς ὀφλήματος, καὶ σημεῖον τοῦ πονηροῦ φρονήματος ἀντιλογία πρὸς τὸν πταίσαντα.

Ὁ πρὸς ὑγείαν προσφέρων τὴν παιδείαν, ἐν τῇ ἀγάπῃ παιδεύει, ὁ δὲ ἐκζητῶν ἐκδίκησιν, κενὸς ἐστὶν ἐκ τῆς ἀγάπης.

Ὁ Θεὸς παιδεύει ἐν τῇ ἀγάπῃ οὐκ ἀμυνόμενος, μὴ γένοιτο, ἀλλ’ ἵνα ἰαθῇ ἡ εἰκὼν αὐτοῦ ζητεῖ καὶ οὐ φυλάττει τὴν ὀργὴν εἰς καιρόν. Οὗτος ὁ τρόπος τῆς ἀγάπης ἐκ τῆς εὐθύτητας ἐστὶ καὶ ἐμπαθῶς εἰς ἄμυναν οὐκ ἐκκλίνει.

Δίκαιος σοφός, τῷ Θεῷ ἐστὶν ὅμοιος· οὐ γὰρ παιδεύει παντελῶς ἄνθρωπον, ἀμυνόμενος αὐτὸν εἰς τὴν κακίαν αὐτοῦ, ἀλλ’ ἡ ἵνα διορθωθῇ ὁ ἄνθρωπος ἢ ἄλλοι φοβηθῶσιν ἡ δὲ μὴ ὁμοιοῦσα ταύτῃ οὐκ ἐστὶ παιδεία.

Ὁ δι’ ἀνταπόδοσιν ποιῶν τὸ ἀγαθόν, ταχέως τρέπεται, ὁ δὲ τῇ δυνάμει τῆς γνώσεως ἑαυτοῦ θαυμάζων ἐν τῇ θεωρίᾳ τὴν γνῶσιν τὴν οὖσαν ἐν τῷ Θεῷ, οὗτος, εἰ καὶ κατακόπτεται σαρκί, οὐδὲ ἐν τῇ διανοίᾳ ἑαυτοῦ ἐπαίρεται, οὐδὲ ἐκ τῆς ἀρετῆς ἐκκλίνει ποτέ.

Ὁ φωτίζων τὴν διάνοιαν ἑαυτοῦ πρὸς τὴν ἐπάξιον τοῦ Θεοῦ ἀμοιβήν, οὗτος πρὸς τὸ βάθος τῆς ταπεινοφροσύνης κατήντησε ψυχῇ τε καὶ σώματι.

Πρὸ τοῦ γὰρ ἐγγίσαι τις τῇ γνώσει, ἀνέρχεται καὶ κατέρχεται ἐν τῇ πολιτείᾳ αὐτοῦ, ὅτε δὲ προσεγγίσει τῇ γνώσει,ὅλος ἐπάρσει ἐπαίρεται, καὶ ὅσον ὑψωθῇ, οὐ τελειοῦται ἡ ἀνάβασις τῆς γνώσεως αὐτοῦ, ἕως ἂν ἔλθῃ ἐκεῖνος ὁ αἰὼν τῆς δόξης καὶ λάβῃ τὸν πλοῦτον αὐτοῦ πάμπαν.

Ὅσον γὰρ τελειοῦται ἄνθρωπος πρὸς τὸν Θεόν, τοσοῦτον ὀπίσω αὐτοῦ πορεύεται, ἐν δὲ τῷ ἀληθινῷ αἰῶνι, τὸ πρόσωπον ἑαυτοῦ δεικνύει αὐτῷ, οὐχ ὅ,τὶ ἐστι.

Ὅσον γὰρ οἱ δίκαιοι εἰσέλθωσιν ἐν τῇ θεωρίᾳ αὐτοῦ, τὴν εἰκόνα ὡς ἐν ἐσόπτρῳ θεωροῦσιν, ἐκεῖσε δὲ τὴν φανέρωσιν τῆς ἀληθείας θεωροῦσιν.

Τὸ πῦρ τὸ ἐν ξηροῖς ξύλοις ἀναφθὲν δυσχερῶς σβεσθήσεται, καὶ ἡ θέρμη τοῦ Θεοῦ ἡ γινομένη καὶ ἐμπίπτουσα ἐν τῇ καρδίᾳ τοῦ ἀποταξαμένου τῷ κόσμῳ, ἡ πυρπόλησις αὐτῆς οὐ σβεσθήσεται καὶ ἐστὶ τοῦ πυρὸς δριμυτέρα.

Ὁ οἶνος, ὅταν ἡ δύναμις αὐτοῦ εἰσέλθῃ εἰς τὰ μέλη, ἐπιλανθάνεται ὁ νοῦς τὴν ἀκρίβειαν τῶν πάντων, καὶ ἡ μνήμη τοῦ Θεοῦ, ὅτε κρατήσει νομὴν εἰς τὴν ψυχήν, ἀπόλλυσι πᾶσαν μνήμης ὁράσεως ἐκ τῆς καρδίας.

Διάνοια εὑροῦσα τὴν σοφίαν τοῦ πνεύματος, ὡς ἄνθρωπος εὑρίσκων πλοῖον ἐν τῇ θαλάσσῃ, καὶ ὅταν καθήσῃ ἐν αὐτῷ, διαβιβάζει ἑαυτὸν ἐκ τῆς θαλάσσης τοῦ κόσμου τούτου καὶ φθάσαι ποιεῖ τὴν νῆσον τοῦ μέλλοντος αἰῶνος. Οὕτως ἐστὶν ἡ αἴσθησις τοῦ μέλλοντος αἰῶνος ἐν τῷ κόσμῳ τούτῳ, ὡς νῆσος μικρὰ ἐν τῇ θαλάσσῃ, καὶ ὁ προσεγγίζων αὐτῇ οὐκέτι κοπιᾷ ἐν τοῖς κύμασι τῆς φαντασίας τοῦ αἰῶνος τούτου.

Ὁ ἔμπορος, ὅταν τελειωθῇ ὁ κλῆρος αὐτοῦ, σπουδάζει ἀπελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· καὶ ὁ μοναχός, ὅσον ἀκμὴν ὑπολείπεται ὁ καιρὸς τῆς πράξεως αὐτοῦ, λυπεῖται χωρισθῆναι ἐκ τοῦ σώματος τούτου, καὶ ὅταν αἰσθηθή ἐν τῇ ψυχὴ αὐτοῦ, ὅτι ἐξηγόρασε τὸν καιρὸν καὶ ἔλαβε τὸν ἀῤῥαβῶνα αὐτοῦ, ἐπιθυμεῖ τὸν μέλλοντα αἰῶνα.

Ὁ ἔμπορος ὅσον ἐστὶν ἐν τῇ θαλάσσῃ, ὁ φόβος ἐν τοῖς μέλεσιν αὐτοῦ ἐστί, μήπως ἐπαναστῶσιν αὐτῷ τὰ κύματα καὶ βυθισθῇ ἡ ἐλπὶς τῆς ἐργασίας αὐτοῦ· καὶ ὁ μοναχὸς ὅσον ἐστὶν ἐν τῷ κόσμῳ, ὁ φόβος κατακρατεῖ τῆς πολιτείας αὐτοῦ, μήπως ἐξυπνισθῇ κατ’ αὐτοῦ ὁ χειμὼν καὶ ἀπολεσθεῖ τὸ ἔργον αὐτοῦ τὸ ἐκ τῆς νεότητος αὐτοῦ ἕως γήρως αὐτοῦ. Ὁ ἔμπορος τὴν χέρσον θεωρεῖ, καὶ ὁ μοναχὸς τὴν ὥραν τοῦ θανάτου.

Ὁ ναύτης τοὺς ἀστέρας βλέπει, ὅταν διαβαίνῃ ἐν μέσῳ τῆς θαλάσσης, καὶ πρὸς τοὺς ἀστέρας κατευθύνει τὸ πλοῖον αὐτοῦ, ἕως ἂν φθάσῃ τὸν λιμένα· καὶ ὁ μοναχὸς εἰς τὴν εὐχὴν βλέπει, διότι διορθοῖ αὐτὸν καὶ κατευθύνει αὐτοῦ τὴν πορείαν πρὸς ὁποῖον λιμένα εὐθύνει ἡ πολιτεία αὐτοῦ ἐν τῇ εὐχῇ τῇ καθ’ ὥραν.

Ὁ ναύτης ὁρᾷ τὴν νῆσον, ἐν ἡ δήσει τὸ πλοῖον αὐτοῦ, καὶ ἐκεῖθεν ἐφοδιάζεται καὶ εὐθύνεται πάλιν εἰς ἄλλην νῆσον. Οὕτως ἐστὶν ἡ πορεία τοῦ μονάχου ὅσον ἐστὶν ἐν τῇ ζωῇ ταύτῃ ἀπὸ νήσου εἰς νῆσον διαβαίνει, ἤτοι ἀπὸ γνώσεως εἰς γνῶσιν, καὶ ἐν τῇ ἀλλαγὴ τῶν νήσων, ἤτοι τῶν γνώσεων, προκύπτει, ἕως ἂν ἀνέλθῃ ἐκ τῆς θαλάσσης καὶ πρὸς τὴν πόλιν τὴν ἀληθινὴν ἐκείνην καταφθάσῃ ἡ πορεία αὐτοῦ, ἐν ἧ οἱ οἰκοῦντες ἐν αὐτῇ οὐκ ἐμπορεύονται πάλιν, ἀλλ’ ἕκαστος ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναπαύεται.

Μακάριος ὅστις ἡ ἐμπορία αὐτοῦ οὐ συνεχύθη ἐν τῷ κόσμῳ τούτῳ τῷ ματαίῳ, ἔσωθεν τῆς μεγάλης θαλάσσης ταύτης. Μακάριος ὅστις τὸ πλοῖον αὐτοῦ οὐκ ἐκλάσθη, καὶ φθάσει ἐν χαρᾷ πρὸς τὸν λιμένα.

Ὁ νηχόμενος, γυμνὸς καταδύνει ἐν τῇ θαλάσσῃ, ἕως ἂν εὕρῃ τὸν μαργαρίτην καὶ ὁ σοφὸς μοναχὸς γυμνὸς διαπορεύεται ἐν τῷ βίῳ, ἕως ἂν εὕρῃ ἐν ἑαυτῷ τὸν μαργαρίτην Ἰησοῦν Χριστόν, καὶ ὅταν εὕρῃ αὐτόν, οὐκ ἔτι κτᾶται σὺν αὐτῷ τὶ τῶν ὄντων.

Ὁ μαργαρίτης ἐν τοῖς ταμείοις φυλάττεται καὶ ἡ τρυφὴ τοῦ μοναχοῦ ἔσωθεν τῆς ἡσυχίας συντηρεῖται.

Ἡ παρθένος ἐν ταῖς συναγωγαῖς καὶ ἐν τοῖς πλήθεσι τῶν λαῶν καταβλάπτεται καὶ ἡ διάνοια τοῦ μοναχοῦ ἐν ταῖς τῶν πολλῶν συντυχίαις. Τὸ ὄρνεον ἐκ παντὸς τόπου πρὸς τὴν καλλιὰν αὐτοῦ τρέχει τοῦ ποιῆσαι τέκνα· καὶ ὁ μοναχὸς ὁ ἔχων διάκρισιν ταχύνει εἰς τὸ σκήνωμα ἑαυτοῦ, τοῦ ποιῆσαι ἐν αὐτῷ καρπὸν ζωῆς.

Ὁ ὄφις ὅταν θλασθῆ ὅλον τὸ σῶμα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ τηρεῖ. Καὶ ὁ σοφὸς μοναχὸς παραφυλάττεται ἐν παντὶ καιρῷ τὴν πίστιν αὐτοῦ, ἥτις ἐστὶ ἀρχὴ τῆς ζωῆς αὐτοῦ.

Νεφέλη καλύπτει ἥλιον, καὶ λόγοι πολλοὶ τὴν ψυχὴν τὴν ἀρξαμένην φωτίζεσθαι ἐν τῇ θεωρίᾳ τῆς εὐχῆς καλύπτουσι.

Τὸ ὄρνεον τὸ καλούμενον Ἐρωδιός, ἐν ἐκείνῳ τῷ καιρῷ εὐφραίνεται καὶ ἀγαλλιᾶται κατὰ τὸν λόγον τῶν σοφῶν, ὅταν ἀφορίσῃ ἑαυτὸν ἐκ τῆς οἰκουμένης καὶ πορευθῇ εἰς ἔρημον τόπον καὶ οἰκήσῃ ἐν αὐτῷ· οὕτω καὶ ἡ ψυχὴ τοῦ μονάζοντος ἐν ἐκείνῳ τῷ καιρῷ δέχεται τὴν οὐράνιον χαράν, ὅταν μακρυνθῆ ἐκ τῶν ἀνθρώπων καὶ ἀπέλθῃ καὶ οἰκήσῃ εἰς τὴν χώραν τῆς ἡσυχίας καὶ προσδοκήσῃ τὸν καιρὸν τῆς ἐξόδου αὐτοῦ. Ἐῤῥέθη περὶ τοῦ ὀρνέου τοῦ λεγομένου σειρῆνας, ὅτι ἕκαστος ἀκούων τοῦ μέλους τῆς φωνῆς αὐτοῦ, οὕτως αἰχμαλωτίζεται ὀπίσω αὐτοῦ ἐν τῇ ὁδοιπορίᾳ τῆς ἐρήμου, ὡς ἐπιλανθάνεσθαι ἐν τῇ ἡδύτητι τοῦ μέλους καὶ αὐτῆς τῆς ζωῆς καὶ πίπτειν καὶ ἀποθνῄσκειν. Τούτῳ ἀπεικάζεται τὸ πρᾶγμα τῆς ψυχῆς. Ὅταν γὰρ ἐμπέσῃ ἡ γλυκύτης ἡ οὐράνιος ἐν αὐτῇ, ἒκ τοῦ μέλους τῆς ἡδύτητος τῶν λογίων τοῦ Θεοῦ τῶν ἐμπιπτόντων ἐν αἰσθήσει ἐν τῷ νοΐ, οὕτως ὅλη ἀπέρχεται ὀπίσω αὐτῆς, ὡς ἐπιλανθάνεσθαι τῆς ζωῆς ταύτης τῆς σωματικῆς καὶ στερεῖσθαι τὸ σῶμα τῶν ὀρέξεων αὐτοῦ καὶ ὑψοῦσθαι αὐτὴν πρὸς τὸν Θεὸν ἒκ τῆς ζωῆς ταύτης.

Δένδρον ἐὰν μὴ ἀποβάλῃ ἑαυτοῦ τὰ πρότερον φύλλα πρῶτον, οὐκ ἐκφέρει τοὺς νεαροὺς κλάδους· καὶ μοναχός, ἕως ἂν μὴ ἀποῤῥίψειεν ἀπὸ τῆς καρδίας αὐτοῦ τὴν μνήμην τῶν προτέρων ἑαυτοῦ, οὐκ ἐκφέρει νεαροὺς καρποὺς καὶ κλάδους ἐν Ἰησοῦ Χριστῷ.

Ὁ ἄνεμος λιπαίνει τοὺς καρπούς, καὶ ἡ μέριμνα τοῦ Θεοῦ τοὺς καρποὺς τῆς ψυχῆς.

Μύαξ, ἐν ᾧ ὁ μαργαρίτης τίκτεται, κτίζεται ἐν αὐτῷ εἶδος τὶ σπινθῆρος ἒκ τῆς ἀστραπῆς καὶ ἒκ τοῦ ἀέρος δέχεται τὴν ὕλην, καθὼς ἐστὶ λόγος, καὶ ἕως τότε σὰρξ ἐστὶ ψιλή· καὶ ἡ καρδία τοῦ μονάχου ἕως ἂν δέξηται τὴν ὕλην τὴν οὐράνιον ἐν συνέσει, τὸ ἔργον αὐτῆς ψιλὸν ἐστὶ καὶ οὐκ ἔχει ἔσωθεν τῶν μυάκων τὸν καρπὸν τῆς παρακλήσεως.

Ὁ κύων ὁ λείχων τὸ ῥινίον, ἐκ τοῦ αἵματος ἑαυτοῦ πίνει, καὶ οὐκ οἶδε τὴν βλάβην αὐτοῦ ἒκ τῆς γλυκύτητας τοῦ ἰδίου αἵματος· καὶ ὁ μοναχὸς ὁ κλίνων πιεῖν κενοδοξίαν, ἐκ τῆς ζωῆς αὐτοῦ συμπίνει, καὶ οὐκ αἰσθάνεται τῆς βλάβης αὐτοῦ ἒκ τῆς γλυκύτητος τῆς πρὸς ὥραν γινομένης.

Ἡ δόξα ἡ κοσμικῇ πέτρᾳ ἐστὶν ἐν τῇ θαλάσσῃ σκεπαζομένη ὑπὸ τῶν ὑδάτων, καὶ οὐ γινώσκεται τῷ ναύτῃ, ἕως ἂν ἐπιστῇ ἐν αὐτῇ τὸ πλοῖον κάτωθεν καὶ πληρωθῇ ὕδατος· οὕτως ἡ κενοδοξία ποιεῖ εἰς τὸν ἄνθρωπον, ἕως ἂν βυθίσῃ καὶ ἀπολέσῃ αὐτόν. Ἐῤῥέθη περὶ αὐτῆς τοῖς πατράσιν, ὅτι ἐν τῇ κενοδόξῳ ψυχῇ στρέφονται πάλιν τὰ πάθη τὰ ἅπαξ ἡττηθέντα καὶ ἐξελθόντα ἐξ αὐτῆς.

Νεφέλη μικρὰ σκεπάζει τὸν κύκλον τοῦ ἡλίου, καὶ ὁ ἥλιος μετὰ τὴν νεφέλην λίαν ἐστὶ θερμός. Καὶ ἀκηδία μικρὰ σκεπάζει τὴν ψυχήν, καὶ ἡ χαρὰ ἡ μετ’ αὐτὴν μεγάλη ἐστί.

Τοῖς λόγοις τῶν μυστηρίων τῶν ἐν τῇ θείᾳ Γραφῇ, χωρὶς εὐχῆς καὶ αἰτήσεως βοηθείας παρὰ τοῦ Θεοῦ, μὴ προσέγγισης, ἀλλὰ λέγε Κύριε, δὸς μοὶ λαβεῖν αἴσθησιν τῆς δυνάμεως τῆς ἐν αὐταῖς. Κλεῖδας τῶν νοημάτων τῶν ἀληθινῶν τῶν ἐν ταῖς θείαις Γραφαῖς τὴν εὐχὴν λογίζου εἶναι.

Ὅταν θελήσῃς προσεγγίσαι τῷ Θεῷ τῇ καρδίᾳ σου, πρῶτον ἐν τοῖς σωματικοῖς κόποις δεῖξον αὐτῷ τὸν πόθον σου. Ἐκ τούτων ἐστὶν ἡ ἀρχὴ τῆς πολιτείας - μεγάλως γὰρ προσεγγίζει ἡ καρδία τῷ Θεῷ ἐν τῇ ἐνδείᾳ τῆς χρείας ἐν τῇ ἀσκήσει τοῦ ἑνὸς εἴδους τῆς τροφῆς, καὶ ἀκολουθεῖ τοῖς ἔργοις. Καὶ γὰρ καὶ ὁ Κύριος ἐκ τούτου ἐποίησε τὸν θεμέλιον τῆς τελειώσεως.

Λόγισαι δὲ τὴν ἀργίαν ἀρχὴν σκοτώσεως τῆς ψυχῆς, σκότωσιν δὲ ἐπὶ σκοτώσει τὰς συντυχίας τῶν λόγων. Ἀφορμὴ δὲ τοῦ προτέρου, τὸ δεύτερον. Ἐὰν γὰρ οἱ λόγοι τῆς ὠφελείας οἱ ἀμέτρως γινόμενοι σκότωσιν ἐμποιοῦσι, πόσῳ μᾶλλον τὰ μάταιά; Εὐτελίζεται γὰρ ἡ ψυχὴ ἐν τῷ πλήθει τῆς ὁμιλίας τῆς πολλῆς, κἂν ἡ παρασκευὴ αὐτῆς εἰς τὸν φόβον τοῦ Θεοῦ ἦ. Λοιπὸν ἡ σκότωσις τῆς ψυχῆς ἐκ τῆς ἀταξίας τῆς πολιτείας γίνεται.

Τὸ μέτρον καὶ ὁ ὄρος ἐν τῇ πολιτείᾳ φωτίζουσι τὴν διάνοιαν καὶ τὴν σύγχυσιν ἀποδιώκουσι. Ἡ σύγχυσις τῆς διανοίας ἢ ἀπὸ τῆς ἀταξίας σκότωσιν ἐμποιεῖ τῇ ψυχῇ, καὶ ἡ σκότωσις θόλωσιν. Ἡ εἰρήνη ἐκ τῆς καλῆς τάξεως γίνεται καὶ τὸ φῶς ἐκ τῆς εἰρήνης γεννᾶται ἐν τῇ ψυχῇ, καὶ ἐκ τῆς εἰρήνης ὁ καθαρὸς ἀὴρ ἐν τῇ διανοίᾳ αὐγάζει.

Καὶ πρὸς τὸ μέτρον τοῦ πελασμοῦ τῆς καρδίας πρὸς τὴν σοφίαν τοῦ πνεύματος ἐκ τῆς τοῦ κόσμου ἀποξενώσεως, τοσοῦτον δέχεται τὴν χαρὰν παρὰ τοῦ Θεοῦ καὶ διάκρισιν τῆς σοφίας τοῦ πνεύματος ἐκ τῆς τοῦ κόσμου αἰσθάνεται ἐν τῇ ψυχῇ ἑαυτοῦ· ὅτι ἐν τῇ σοφίᾳ τοῦ πνεύματος ἡ σιωπὴ κατακρατεῖ ἐν τῇ ψυχῇ, ἐν δὲ τῇ κοσμικῇ σοφίᾳ ἡ πηγὴ τοῦ μετεωρισμοῦ.

Καὶ μετὰ τὴν εὕρεσιν τῆς πρώτης σοφίας πληροῦσαι ταπεινοφροσύνης πολλῆς καὶ ἐπιεικείας καὶ εἰρήνης τῆς βασιλευούσης πάντων τῶν λογισμῶν σου. Ἐντεῦθεν καὶ τὰ μέλη σου παύσονται καὶ ἡσυχάσουσιν ἐκ τῆς ταραχῆς καὶ τοῦ στρηνιασμοῦ. Μετὰ δὲ τὴν εὕρεσιν τῆς δευτέρας σοφίας κτᾶσαι τὴν ὑπερηφανίαν ἐν τῷ φρονήματί σου καὶ λογισμοὺς παρηλλαγμένους ἀῤῥήτους καὶ ταραχὴν τοῦ νοὸς καὶ ἀναίδειαν τῶν αἰσθήσεων καὶ γαυρίασιν.

Μὴ νομίσῃς, ὅτι παῤῥησιασθήσεται ἐν προσευχῇ ἐνώπιον τοῦ Θεοῦ ἄνθρωπος δεδεμένος ἐν τοῖς σωματικοῖς. Ψυχὴ σκνιπευομένη στερεῖται τῆς σοφίας, ἡ δὲ ἐλεήμων σοφισθήσεται παρὰ τοῦ Πνεύματος. Ὥσπερ ἔλαιον εἰς φαῦσιν τῆς λαμπάδος, οὕτως ἡ ἐλεημοσύνη τρέφει τὴν γνῶσιν ἐν τῇ ψυχῇ.

Ἡ κλεῖς τῆς καρδίας τῶν θείων χαρισμάτων ἐν τῇ ἀγάπῃ τοῦ πλησίον δίδοται, καὶ κατὰ τὸ μέτρον τῆς λύσεως τῆς καρδίας ἐκ τοῦ δεσμοῦ τοῦ σώματος κατὰ τοσοῦτον ἀνοίγεται ἔμπροσθεν αὐτοῦ ἡ θύρα τῆς γνώσεως. Διάβασις τῆς ψυχῆς ἀπὸ κόσμου εἰς κόσμον ἡ ὑποδοχὴ τῆς συνέσεως ἐστί. Τὶ ὡραία καὶ ἐπαινετὴ ἐστὶν ἡ ἀγάπη τοῦ πλησίον, ἐὰν μὴ ἡ μέριμνα αὐτῆς περισπάσῃ ἡμᾶς ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ; Τὶ ἡδεῖα ἐστὶν ἡ συντυχία τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν, ἐὰν δυνηθῶμεν φυλάξαι μετ’ αὐτῆς καὶ τὴν μετὰ τοῦ Θεοῦ;

Λοιπόν, καλὸν ἐστὶ φροντίσαι καὶ περὶ τούτων, ἕως ἂν ἐπιτρέπῃ τὸ ἁρμόζον τοῦτο δὲ ἐστὶ τὸ μὴ πεσεῖν, προφάσει τούτου, τῆς κρυπτῆς ἐργασίας καὶ πολιτείας καὶ ἀδιαλείπτου ὁμιλίας τῆς πρὸς τὸν Θεόν. Ἡ γὰρ σύγχυσις τοῦ δευτέρου, ἐκ τῆς τοῦ πρώτου συστάσεως. Οὐχ ἱκανοὶ δὲ ὁ νοῦς πρὸς δύο ὁμιλίας.

Ἡ θεωρία τῶν κοσμικῶν σύγχυσιν τῇ ἀποταξαμένῃ αὐτοὺς ψυχῇ ποιεῖ διὰ τὸ ἔργον τοῦ Θεοῦ. Καὶ τῶν μὲν πνευματικῶν ἀδελφῶν ἡ ἀδιάλειπτος ὁμιλία βλάπτει, τῶν δὲ κοσμικῶν ἡ θεωρία ἡ ἐξώτερα καὶ μόνη.

Τὴν πρᾶξιν τὴν σωματικὴν οὐ κωλύει ἡ ἀπάντησις τῶν αἰσθήσεων, ὁ δὲ θέλων ἐκ τῆς εἰρήνης τῆς διανοίας τρυγήσα! Τὴν χαρὰν ἐν τῇ ἐργασίᾳ τῶν κρυπτῶν καὶ ἐκ τῶν φωνῶν, χωρὶς θεωρίας, ταράσσεται εἰς τὴν ἀνάπαυσιν τῆς καρδίας αὐτοῦ.

Ἡ νέκρωσις ἡ ἐσωτέρα χωρὶς τῆς ἀργίας τῶν αἰσθήσεων οὐχ ἵσταται, καὶ ἡ σωματικὴ πολιτεία ἐξυπνισμὸν τῶν αἰσθήσεων θέλει, ἡ δὲ ψυχικὴ πολιτεία τὸν ἐξυπνισμόν τῆς καρδίας.

Ὥσπερ ἐν τῇ φύσει κρείττων ἐστὶν ἡ ψυχὴ τοῦ σώματος, οὕτω κρεῖσσόν ἐστι τὸ ἔργον τῆς ψυχῆς τοῦ σώματος. Καὶ ὥσπερ ἐν πρώτοις προηγήσατο ἡ πλάσις τοῦ σώματος τοῦ ἐμφυσήματος, οὕτω καὶ τὰ σωματικὰ ἔργα προηγεῖται τοῦ ἔργου τῆς ψυχῆς.

Μεγάλη δύναμις ἡ μικρὰ πολιτεία ἡ ἀεὶ διαμένουσα, καὶ σταγὼν ἁπαλὴ διαμένουσα τὴν πέτραν τὴν σκληρὰν κοιλαίνει.

Ὅταν προσεγγίσῃ ἀναστῆναι ἐν σοὶ ὁ πνευματικὸς ἄνθρωπος, ἡ νέκρωσις ἡ ἐκ πάντων ἐξυπνίζεται ἐν σοὶ καὶ θερμαίνεται ἡ χαρὰ ἐν τῇ ψυχῇ σοῦ τῇ ἀνομοίῳ τῆς κτίσεως καὶ συγκλείονται οἱ λογισμοὶ σου ἐντὸς σου ἐν τῇ ἡδύτητι τῇ ἐν τῇ καρδίᾳ σου.

Καὶ ὅταν μέλλῃ ὁ κόσμος ἀναστῆναι ἐν σοι, ὁ μετεωρισμὸς τῆς διανοίας πληθύνεται ἐν σοὶ καὶ τὸ φρόνημα τὸ μικρὸν τε καὶ ἄστατον. Κόσμον δὲ καλῷ τὰ πάθη, ἅπερ κυίσκει ὁ μετεωρισμός, καὶ ὅταν τεχθῶσι καὶ τελειωθῶσι, γίνονται ἁμαρτίαι καὶ ἀποκτείνουσι τὸν ἄνθρωπον. Ὥσπερ οὐ γεννῶνται τέκνα χωρὶς μητρός, οὕτως οὐ γεννῶνται τὰ πάθη χωρὶς τοῦ μετεωρισμοῦ τῆς διανοίας, καὶ οὐδὲ τελείωσις τῆς ἁμαρτίας χωρὶς τῆς ὁμιλίας τῶν παθῶν.

Ὅταν πληθυνθῇ ἡ ὑπομονὴ ἐν ταῖς ψυχαῖς ἡμῶν, σημεῖον ἐστίν, ὅτι ἐλάβομεν ἐν τῷ κρυπτῷ τὴν χάριν τῆς παρακλήσεως. Ἡ ἰσχὺς τῆς ὑπομονῆς ἰσχυρότερα ἐστὶ τῶν ἐννοιῶν τῆς χαρᾶς τῶν ἐμπιπτουσῶν ἐν τῇ καρδίᾳ.

Ἡ ζωὴ ἐν Θεῷ, ἡ κατάπτωσις τῶν αἰσθήσεων ἐστίν. Ὅτε δὲ ζήσει ἡ καρδία, καταπίπτουσιν αἱ αἰσθήσεις. Ἡ ἀνάστασις τῶν αἰσθήσεων ἐστὶν ἡ νέκρωσις τῆς καρδίας. Καὶ ὅταν αὗται ἀναστῶσι, σημεῖον ἐστὶ τῆς νεκρώσεως τῆς καρδίας ἀπὸ τοῦ Θεοῦ.

Ἐκ τῶν ἀρετῶν τῶν μεταξὺ τῶν ἀνθρώπων πραττομένων οὐ λαμβάνει ἡ συνείδησις τὴν εὐθύτητα.

Ἀρετή, ἦν δι’ ἄλλων πράττει τις, οὐ δύναται καθάραι τὴν ψυχήν, πρὸς γὰρ μισθὸν ἔργων λογίζεται ἐνώπιον τοῦ Θεοῦ. Ἦν δὲ ἐν ἑαυτῷ ποιήσει ἄνθρωπος, πρὸς τελείαν λογίζεται ἀρετὴν καὶ τελειοῖ τὰ ἀμφότερα καὶ πρὸς ἀνταπόδοσιν λογίζεται καὶ καθαρότητα ἐμποιεῖ. Διὰ τοῦτο χωρίσθητι τοῦ πρώτου καὶ ἀκολούθησον τῷ δευτέρῳ. Ἐκτὸς γὰρ μερίμνης τῆς ἐν τούτῳ, τὸ καταλείψαι τὸ ἄλλο, ἔκπτωσις φανερὰ ἐκ τοῦ Θεοῦ. Τὸ δεύτερον δέ, καὶ τὸν τόπον τοῦ πρώτου ἀναπληροῖ χωρὶς ἐνεργείας αὐτοῦ.

Ἡ ἀνάπαυσις καὶ ἡ ἀργία, ἀπώλεια ψυχῆς ἐστὶ καὶ πλείω τῶν δαιμόνων δύνανται βλάψαι αὗται. Τὸ σῶμα τὸ ἀσθενές, ὅταν καταναγκάσῃς εἰς ἔργα περισσότερα τῆς δυνάμεως αὐτοῦ, σκότωσιν ἐπὶ σκοτώσει ἐντίθης τῇ σῇ ψυχῇ καὶ σύγχυσιν αὐτῇ μᾶλλον ἐπιφέρεις. Τὸ δὲ σῶμα τὸ ἰσχυρόν, ἐὰν τῇ ἀναπαύσει καὶ τῇ ἀργίᾳ ἐκδῷς, πᾶσα κακία τελειοῦται ἐν τῇ ψυχῇ τῇ οἰκούσῃ ἐν αὐτῷ, καὶ ἐὰν τις μεγάλως ἐπιθυμῇ τὸ ἀγαθόν, ἀλλὰ μετὰ μικρὸν καὶ αὐτὴν τὴν ἔννοιαν τοῦ ἀγαθοῦ, ἦν εἶχεν, αἴρει ἀπ’ αὐτοῦ.

Ὅταν ἡ ψυχὴ μεθυσθῇ ἐν τῇ χαρᾷ τῆς ἐλπίδος αὐτῆς καὶ ἐν τῇ εὐφροσύνῃ τοῦ Θεοῦ, ἀναισθητεῖ τὸ σῶμα τῶν θλίψεων, κἂν ἀσθενὲς ἧ βαστάζει γὰρ διπλοῦν βάρος καὶ οὐκ ἀτονεῖ, ἀλλὰ συναπολαύει καὶ συνεργεῖ τὸ σῶμα ἐν τῇ τρυφῇ τῆς ψυχῆς, καὶ ἐὰν ἢ ἀσθενές, ὅταν εἰσέλθῃ ἡ ψυχὴ εἰς ἐκείνην τὴν χαρὰν τοῦ Πνεύματος.

Ἐὰν φυλάξῃς τὴν γλῶσσαν σου, ᾧ ἀδελφέ, δίδοταί σοι παρὰ Θεοῦ ἡ χάρις τῆς κατανύξεως τῆς καρδίας, τοῦ θεάσασθαι ἐν αὐτῇ τὴν ψυχὴν σου, καὶ ἐν ταύτῃ εἰσέρχῃ εἰς τὴν χαρὰν τοῦ πνεύματος. Ἐὰν δὲ ἡ γλῶσσα σου νικήσῃ σε, πίστευσόν μοι εἰς ὅπερ λέγω σοι, ὅτι οὐδέποτε δυνήσῃ ἐξειλῆσαι ἐκ τῆς σκοτώσεως.

Ἐὰν μὴ ἔχῃς καρδίαν καθαράν, ἔχε κἂν στόμα καθαρόν, ὡς ὁ μακάριος Ἰωάννης εἶπεν. Ὅταν θελήσῃς νουθετῆσαι τίνα εἰς τὸ ἀγαθόν, πρῶτον ἀνάπαυσον αὐτὸν σωματικῶς, καὶ τίμησον αὐτὸν ἐν λόγῳ ἀγάπης. Οὐδὲν γὰρ οὕτως αἰδεῖσθαι πείθει τὸν ἄνθρωπον καὶ μεταλλαγῆναι ποιεῖ ἀπὸ τῆς κακίας αὐτοῦ ἐπὶ τὰ βελτίονα, εἰ μὴ τὰ σωματικὰ ἀγαθὰ καὶ ἡ τιμὴ ἥνπερ θεωρεῖ ἀπὸ σοῦ.

Ὅσον γὰρ εἰς τὸν ἀγῶνα τὸν ὑπὲρ τοῦ Θεοῦ εἰσέλθῃ τίς, τοσοῦτον παῤῥησιάζεται ἡ καρδία αὐτοῦ ἐν τῇ εὐχῇ αὐτοῦ. Καὶ ὅσον ἐκ πολλῶν ἑλκυσθῇ ὁ ἄνθρωπος, στερεῖται τῆς βοηθείας τοῦ Θεοῦ.

Μὴ λυποῦ εἰς τὰς πηρώσεις τοῦ σώματος διότι ὁ Θεὸς ἀναλαμβάνει αὐτὰς ἀπὸ σοῦ τελείως. Μὴ φοβοῦ θάνατον διότι ὁ Θεὸς ἡτοίμασε τοῦ ποιῆσαί ἐπάνωθεν αὐτοῦ.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΟΔ – Περὶ τοῦ ὑποδείγματος καὶ τῆς παραβολῆς τῆς κατὰ Κυριακὴν καὶ Σάββατον θεωρίας
Προηγούμενο: ΛΟΓΟΣ ΟΒ’ - Περιέχων ὑποθέσεις ὠφελίμους πεπληρωμένας τῆς σοφίας τοῦ πνεύματος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος