Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΕ’ - Περὶ πολιτείας θαυμαστοῦ ἀδελφοῦ
Προηγούμενο: ΛΟΓΟΣ ΟΓ’– Περιέχων συμβουλίας πεπληρωμένας ὠφελείας ἃς ἐν τῇ ἀγάπῃ ἐλάλησε τοῖς ἐν ταπεινώσει ἀκούουσιν αὐτοῦ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΔ – Περὶ τοῦ ὑποδείγματος καὶ τῆς παραβολῆς τῆς κατὰ Κυριακὴν καὶ Σάββατον θεωρίας

Ἡ Κυριακῇ μυστήριον ἐστὶ τῆς γνώσεως τῆς ἀληθείας, ἥτις μετὰ σαρκὸς καὶ αἵματος οὐ προσδέχεται, κἂν ὑπέρκειται τῶν ἐνθυμήσεων. Ἐν τούτῳ τῷ αἰῶνι οὐκ ἐστὶν ὀγδόη, οὐδὲ σάββατον ἀληθῶς. Ὁ γὰρ εἰπὼν «κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ», τὴν κατάπαυσιν τοῦ δρόμου ταύτης τῆς ζωῆς ἐδήλωσε. Διότι ὁ τάφος σῶμα ἐστὶ καὶ ἐκ τοῦ κόσμου ἐστίν. Ἓξ ἡμέραι ἐν τῇ γεωργίᾳ τῆς ζωῆς διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τελειοῦνται, καὶ τὸ ἕβδομον ἐν τῷ τάφῳ ὀλοκληροῦται, καὶ τὸ ὄγδοον ἐν τῇ ἐξόδῳ αὐτοῦ.

Ὥσπερ τὰ μυστήρια τῆς Κυριακῆς ἐν παραβολῇ δέχονται ἐνταῦθα οἱ ἀξιούμενοι καὶ οὐκ αὐτὴν τὴν ἡμέραν σωματικῶς, οὕτω καὶ τὰ μυστήρια τοῦ Σαββάτου ἐν παραβολῇ δέχονται οἱ ἀγωνισταί, καὶ οὐκ αὐτὸ τὸ σάββατον ἐν ἀληθείᾳ ὅπερ ἐστὶ κατάπαυσις ἀπὸ παντὸς λυπηροῦ καὶ ἀνάπαυσις τελεία τῶν ὀχληρῶν. Μυστήριον γὰρ δέδωκεν ἡμῖν ὁ Θεός, καὶ οὐχὶ ἐνέργειαν ἀληθινήν, πολιτεύεσθαι ἐνθάδε. Τὸ σάββατον τὸ ἀληθινὸν καὶ ἀσύγκριτον τὸ μνῆμα ἐστί, τὸ ὑπεμφαῖνον καὶ σημαῖνον τὴν τελείαν κατάπαυσιν ἀπὸ τῶν θλίψεων τῶν παθῶν καὶ τῆς γεωργίας τῆς ἐναντιουμένης αὐτῆς. Πᾶσα ἡ ἀνθρωπότης ἐκεῖ Σαββατίζει, ἡ τε ψυχὴ καὶ τὸ σῶμα.

Ἐν ἐξ ἡμέραις ἔταξεν ὁ Θεὸς τὴν σύστασιν τοῦδε τοῦ κόσμου, καὶ συνεστήσαντο τὰ στοιχεῖα, καὶ δέδωκε τὴν σύστασιν αὐτῶν ἀεικινήτῳ κινήσει πρὸς λειτουργίαν, καὶ οὐ μὴ παύσωνται τοῦ δρόμου πρὸ τῆς ἀναλύσεως, καὶ ἐκ τῆς δυνάμεως τούτων, λέγω δὴ τῶν ἀρχεγόνων στοιχείων, συνέστη τὰ σώματα ἡμῶν. Ἀλλ’ οὐδὲ αὐτοῖς δέδωκε κατάπαυσιν τῆς κινήσεως αὐτῶν, οὐδὲ τοῖς ἡμετέροις σώμασι τοῖς ἐξ αὐτῶν γεγενημένοις τοῦ καταπαύειν τῆς γεωργίας. Ὅρον δὲ τῆς καταπαύσεως αὐτῆς ἐν ἡμῖν τέθεικεν, ἕως ἂν ἀκολουθήσωσι τῇ ἰδίᾳ συγγενείᾳ τῇ πρώτῃ, ἥτις ἐστὶ κατάλυσις ἀπὸ τῆς ζωῆς. Οὕτω καὶ τῷ Ἀδὰμ εἶπεν «ἐν ἱδρῶτι τοῦ προσώπου σοῦ φαγῇ τὸν ἄρτον σου». Καὶ μέχρι τίνος; Ἕως ἂν στραφῇς εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ἥτις ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, ἅτινα ἐστὶ μυστήρια τῆς γεωργίας τοῦδε τοῦ βίου, ἐν ὅσῳ ζῇ.

Ἐξ ἐκείνης γὰρ τῆς νυκτός, ἐν ᾗ ἵδρυσέν ὁ Κύριος, μετήλλαξε τὸν ἱδρῶτα ἐξαγαγόντα ἀκάνθας καὶ τριβόλους, εἰς τὸ ἱδρῶσαι ἐν τῇ προσευχῇ ὁμοῦ καὶ ἐν τῇ γεωργίᾳ τῆς δικαιοσύνης

Πεντακισχιλίους καὶ πεντακόσιους χρόνους καὶ περαιτέρω κατέλιπε τὸν Ἀδὰμ μοχθῆσαι ἐν αὐτῇ, διότι μέχρι τότε οὐκ ἦν ἡ τῶν ἁγίων ὁδὸς ἀποκαλυφθεῖσα, καθὼς ἔφησεν ὁ θεῖος Ἀπόστολος, ἐν ἐσχάταις δὲ ἡμέραις ἐπεδήμησε καὶ ἐνετείλατο τῷ αὐτεξουσίῳ μεταλλάξαι ἱδρῶτα ἱδρῶτι, καὶ ἐκ παντὸς οὐκ ἐπέτρεψε κατάπαυσιν, ἀλλὰ μεταλλαγήν, καθότι ἐφιλανθρωπεύσατο εἰς ἡμᾶς διὰ τὸ ἐπίμονον τῆς ἐν τῇ γῇ κακοπαθείας ἡμῶν. Ἐὰν οὖν καταπαύσωμεν τοῦ ἰδρώσθαι ἐν ταύτῃ, ἐξ ἀνάγκης ἀκάνθας θεριοῦμεν. Ἡ γὰρ ἐξ αὐτῆς τῆς προσευχῆς κατάλειψις γεωργία ἐστὶ τῆς σωματώσεως τῆς γῆς, ἥτις ἀκάνθας κατὰ φύσιν ἀνατέλλει. Ἐπ’ ἀληθείας γὰρ τὰ πάθη ἄκανθαι εἰσὶ καὶ ἐκ τοῦ ἐν τῷ σώματι σπόρου εἰς ἡμᾶς ἀνατέλλουσιν. Ἐν ὅσῳ τὴν εἰκόνα τοῦ Ἀδὰμ φέρομεν, ἀνάγκη καὶ τὰ πάθη αὐτοῦ. Ἀδύνατον γὰρ τῇ γῇ ἀργεῖν τοῦ βλαστάνειν βλάστην κατὰ τὴν ἰδίαν φύσιν. Ἔκγονον δὲ τῆς φύσεως ταύτης ἐστὶν ἡ γῆ τῶν σωμάτων ἡμῶν, ὡς ἡ μαρτυρία τοῦ Θεοῦ· «ἡ γῆ ἐξ ἧς ἐλήφθης». Ἐκείνη ἀκάνθας ἀνατελεῖ, αὕτη δὲ ἡ λογικὴ πάθη.

Εἶ ὁ Κύριος ἐν πᾶσι τύπος ἦν ἡμῖν ἐν τῷ μυστηρίῳ ἐν πάσαις ταῖς διαφοραῖς τῆς οἰκονομίας αὐτοῦ, καὶ ἕως ἐνάτης ὥρας τῆς παρασκευῆς οὐ κατέπαυσεν ἀπὸ τοῦ ἔργου καὶ τοῦ μόχθου (ὅπερ ἐστὶ μυστήριον τῆς δι’ ὅλης τῆς ζωῆς ἡμῶν γεωργίας), τῷ δὲ Σαββάτῳ ἐν τῷ τάφῳ κατέπαυσε, ποῦ εἰσὶν οἱ λέγοντες, ὅτι ἐν τῷ βίῳ σάββατον, ἤγουν κατάπαυσις ἀπὸ τῶν παθῶν;

Περὶ δὲ τῆς Κυριακῆς μέγα τὸ εἰπεῖν. Τὸ σάββατον ἡμῶν ἐστὶν ἡ ἡμέρα τῆς ταφῆς ἐκεῖ ἐν ἀληθείᾳ Σαββατίζει ἡ φύσις ἡμῶν. Λοιπὸν καθ’ ἡμέραν ἀνάγκη ἡμῖν ἐπίκειται, ἐκτίλαι ἐξ αὐτῆς τὰς ἀκάνθας, ἕως οὐ αὐτῇ ἡ γῆ ἵσταται. Καὶ οἷα τὸ ἐπίμονον ἡμῶν ἐν τῇ γεωργίᾳ ὑστεροῦσιν αἱ ἄκανθαι. Οὐ γὰρ ὁλοτελῶς κεκαθάρισται ἐκ τούτων. Καὶ εἰ τοῦτο οὕτως ἔχει, ὅτι ἐν τῇ πρὸς καιρὸν ῥᾳθυμίᾳ ἢ τῇ μικρᾷ ἀμελείᾳ πληθύνονται αἱ ἄκανθαι καὶ τὸ πρόσωπον αὐτῆς καλύπτει καὶ τὸν σπόρον σου πνίγει καὶ τὸν κόπον σου ποιεῖ ὡς μὴ ὀντά, λοιπὸν δέον ἐστὶ καθ’ ἡμέραν αὐτὴν καθαρίζειν. Ἡ γὰρ ἐκ τούτου κατάπαυσις, πλήθη ἀκανθῶν αὐξάνει.

Ὧν καθαρισθείημεν χάριτι τοῦ ὁμοουσίου καὶ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῶ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΟΕ’ - Περὶ πολιτείας θαυμαστοῦ ἀδελφοῦ
Προηγούμενο: ΛΟΓΟΣ ΟΓ’– Περιέχων συμβουλίας πεπληρωμένας ὠφελείας ἃς ἐν τῇ ἀγάπῃ ἐλάλησε τοῖς ἐν ταπεινώσει ἀκούουσιν αὐτοῦ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος