Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΣΤ’ - Περὶ τοῦ παλαιοῦ γέροντος
Προηγούμενο: ΛΟΓΟΣ ΟΔ – Περὶ τοῦ ὑποδείγματος καὶ τῆς παραβολῆς τῆς κατὰ Κυριακὴν καὶ Σάββατον θεωρίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΕ’ - Περὶ πολιτείας θαυμαστοῦ ἀδελφοῦ

Ἐν μιᾷ τῶν ἡμερῶν ἀπῆλθον εἰς κέλλαν τινὸς ἀδελφοῦ ἁγίου καὶ ἀνέκλινα ἐμαυτὸν εἰς τόπον τινά, διὰ τὴν ἀσθένειαν μου, ἵνα ἐπιμέλειαν μου ποιήσηται διὰ τὸν Θεὸν οὐ γὰρ εἶχον ἐκεῖσε τίνα γνώριμον. Καὶ ἔβλεπον τοῦτον τὸν ἀδελφὸν νυκτὸς ἀνιστάμενον πρὸ τοῦ καιροῦ καὶ συνήθειαν ἔχοντα πρὸ τῶν ἀδελφῶν εἰς τὸν κανόνα εὑρεθῆναι. Οὗτος ἱκανῶς ἐστιχολόγει καὶ ἐξαίφνης ἑνὸς ἐν τούτῳ ἥν, ἠφίει τὸν κανόνα καὶ ἔπιπτεν ἐπὶ πρόσωπον, καὶ ἐντὸς ἑκατὸν ἢ καὶ περαιτέρω ἔκρουε τὴν κεφαλὴν τῇ γῇ μετὰ θερμότητος τῆς ἐξαφθείσης ἐν τῇ καρδίᾳ αὐτοῦ ὑπὸ τῆς χάριτος· καὶ μετὰ ταῦτα ἀνίστατο καὶ τὸν σταυρὸν τοῦ Δεσπότου ἐφίλει, καὶ πάλιν προσεκύνει καὶ τὸν αὐτὸν σταυρὸν ἐφίλει καὶ αὖθις ἔῤῥιπτεν ἑαυτὸν ἔπι πρόσωπον καὶ ἐν τῇ τοιαύτη συνηθείᾳ ἐπολιτεύετο, ὥστε μὲ μὴ δύνασθαι ἀριθμῷ καταλαβεῖν τὸ πλῆθος τῶν γονυκλισιῶν αὐτοῦ.

Τὶς γὰρ ἠδύνατο ἀριθμῆσαι τὰς μετανοίας τοῦ ἀδελφοῦ ἐκείνου, ἃς καθ’ ἑκάστην νύκτα ἐποίει; Εἰκοσάκις γὰρ ἐφίλει τὸν σταυρὸν μετὰ φόβου καὶ θερμότητος, μετὰ ἀγάπης συγκεκερασμένης εὐλαβείᾳ, καὶ πάλιν ἤρχετο τῆς στιχολογίας· καὶ ἅπαξ ἀπὸ τῆς πολλῆς ἐκκαύσεως τῶν λογισμῶν τῶν ἐξαπτόντων αὐτὸν ἐν τῇ θερμότητι αὐτῶν, ὅτε οὐκ ἠδύνατο φέρειν τὴν ἔξαψιν τῆς φλογὸς ἐκείνης, ἀπὸ τῆς χαρᾶς νικώμενος ἔκραζεν οὐ γὰρ ἴσχυε κατέχειν ἑαυτόν. Ὥστε μὲ πολλὰ θαυμάζειν τὴν χάριν τοῦ ἀδελφοῦ ἐκείνου καὶ τὸν ἀγῶνα αὐτοῦ καὶ τὴν νῆψιν, ἦν εἶχεν εἰς τὸ ἔργον τοῦ Θεοῦ.

Ἕωθεν δέ, μετὰ τὴν πρώτην, ἡνίκα ἐκαθέζετο εἰς τὴν ἀνάγνωσιν, ὅμοιος ἐγίνετο ἀνθρώπῳ αἰχμαλωτισθέντι, καὶ καθ’ ἕκαστον κεφάλαιον, ὁ ἀνεγίνωσκε, πολλάκις ἔπιπτεν ἐπὶ πρόσωπον, καὶ κατὰ πολὺ τῶν στίχων τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν ἀνύψου καὶ τὸν Θεὸν ἐδοξολόγει.

Ἦν δὲ τῆς ἡλικίας αὐτοῦ ὁ χρόνος τεσσαρακοστός, εἶχε δὲ καὶ τὴν βρῶσιν ὀλιγοστὴν καὶ κατάξηρον πάνυ. Καὶ διὰ τὸ πολλάκις βιάζειν τὸ σῶμα αὐτοῦ ὑπὲρ μέτρον καὶ δύναμιν, ἐφαίνετο ὡς σκιά, ὥστε μὲ ἐλεῆσαι αὐτὸν ἐκ τῆς ἀσθενείας τοῦ προσώπου αὐτοῦ, ὅπερ ἐκ τῆς ἀσιτίας τῆς πολλῆς ἐξέλιπε καὶ ἦν μηδὲ δύο δακτύλων ἔχον ποσότητα. Πολλάκις ἔλεγον αὐτῷ, Ἐλέησον σεαυτὸν ἐν τῇ διαγωγῇ σου, ᾧ ἀδελφέ, καὶ ταὐτὴν τὴν ἀγαθὴν πολιτείαν, ἦν ἐκτήσω, καὶ μὴ συμφύρης καὶ ἐκκόψῃς σου τὴν ἀναστροφήν, ἥτις ὁμοία καθέστηκεν ἁλύσει πνευματικῇ, καὶ διὰ πόθον προσθήκης μικροῦ κόπου μὴ ἀπολειφθῇς καὶ σταθῇς τοῦ δρόμου σου ὅλου. Φάγε συμμέτρως, ἵνα μὴ πάντοτε φάγῃς καὶ μὴ ἐκτείνῃς σου τὸν πόδα ὑπὲρ δύναμιν, ἵνα μὴ παντελῶς ἀργήσῃς.

Ὑπῆρχε δὲ ἐλεήμων καὶ πάνυ αἰδήμων, μετὰ ἱλαρότητος ἐλεῶν, καθαρὸς τὴν φύσιν, πειθήνιος πρὸς παράκλησιν, σοφὸς κατὰ Θεόν, καὶ διὰ τὴν καθαρότητα αὐτοῦ καὶ ἱλαρότητα ἠγαπᾶτο παρὰ πάντων. Εἰργάζετο δὲ μετὰ τῶν ἀδελφῶν, ὅτε ἔχρῃζον αὐτοῦ, πολλάκις ἡμέρας τρεῖς καὶ τεσσάρας, καὶ ἀπὸ ἑσπέρας εἰς ἑσπέραν ἤρχετο εἰς τὸ ἴδιον κελλίον. Ἦν γὰρ ἔμπειρος καὶ εἰς πᾶσαν διακονίαν.

Ὅτε δὲ ἐκέκτητο τι, εἰ καὶ ἔχρῃζεν αὐτοῦ, οὐκ ἠδύνατο εἰπεῖν μὴ ἔχειν αὐτό. Καὶ γάρ, ὡς ἐπὶ τὸ πλεῖστον, ὅτε συνειργάζετο τοῖς ἀδελφοῖς, ὡς αἰδούμενος τοῦτο ἐποίει, καὶ ἐβίαζεν ἑαυτόν, μὴ ἔχων ἡδέως ἐξελθεῖν ἐκ τῆς κέλλης.

Τοιαύτη ἦν ἡ πολιτεία καὶ ἡ ἀναστροφῇ τοῦ ἀδελφοῦ ἐκείνου τοῦ ὄντως θαυμαστοῦ. Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΟΣΤ’ - Περὶ τοῦ παλαιοῦ γέροντος
Προηγούμενο: ΛΟΓΟΣ ΟΔ – Περὶ τοῦ ὑποδείγματος καὶ τῆς παραβολῆς τῆς κατὰ Κυριακὴν καὶ Σάββατον θεωρίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος