Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΖ’ - Περὶ ἑτέρου γέροντος
Προηγούμενο: ΛΟΓΟΣ ΟΕ’ - Περὶ πολιτείας θαυμαστοῦ ἀδελφοῦ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΣΤ’ - Περὶ τοῦ παλαιοῦ γέροντος

Ἄλλοτε πάλιν ἀπῆλθον πρὸς τίνα παλαιὸν γέροντα καλὸν καὶ ἐνάρετον, μεγάλως δὲ με οὗτος ἠγάπα. Καὶ ἦν ἰδιώτης μὲν τῷ λόγῳ, πεφωτισμένος δὲ τῇ γνώσει καὶ βαθὺς τῇ καρδίᾳ, καὶ τὰ ὑπὸ τῆς χάριτος αὐτῷ χορηγούμενα ἐλάλει. Οὐκ ἐξήρχετο συχνῶς ἐκ τοῦ ἰδίου κελλίου, ἀλλ’ εἰς τὰς ἁγίας συνάξεις. Ἦν δὲ προσέχων ἑαυτῷ καὶ ἡσυχάζων.

Τούτῳ εἶπον ποτὲ ἐγώ· Πάτερ, ἐπῆλθε μοι λογισμὸς ἀπελθεῖν ἐν τῇ Κυριακῇ εἰς τὴν στοὰν τῆς ἐκκλησίας, κἀκεῖ καθίσαι καὶ φαγεῖν ἕωθεν, ἵνα πᾶς ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος θεασάμενός με ἐξουθενήσῃ. Πρὸς ταῦτα ἀνταπεκρίθη μοι ὁ γέρων, οὕτω γέγραπται, ὅτι «πᾶς ὁ ποιῶν κοσμικοῖς σκάνδαλον, οὐκ ὄψεται φῶς». Σὲ γὰρ οὐδεὶς ἐπίσταται ἐν τῇ χώρᾳ ταύτῃ, οὐδὲ σου γινώσκουσι τὸν βίον, ἀλλὰ μέλλουσι εἰπεῖν, ὅτι οἱ μοναχοὶ ἀπὸ πρωίας ἐσθίουσι. Καὶ μάλιστα ὅτι εἰσὶν ἐνταῦθα ἀδελφοὶ ἀρχάριοι, οἵτινες εἰσὶν ἀσθενεῖς ἐν τοῖς λογισμοῖς αὐτῶν καὶ πολλοὶ ἐξ αὐτῶν ἔχοντες εἰς σὲ πίστιν καὶ ὠφελούμενοι ἐκ σοῦ, καὶ ὅταν σὲ ἴδωσι τοῦτο κατεργασάμενον, βλαβήσονται.

Οἱ ἀρχαῖοι πατέρες τοιαῦτα ἐποίουν, διὰ τὰς πολλὰς θαυματουργίας, ἃς ἐπετέλουν, καὶ διὰ τὴν τιμήν, ἦν εἶχον, καὶ τὸ μέγα ὄνομα. Ἐποίουν δὲ ταῦτα, ἵνα ἀτιμασθῶσι καὶ ἀποκρύψωσι τὴν δόξαν τῆς πολιτείας αὐτῶν καὶ μακρὰν ποιήσωσιν ἀπ’ αὐτῶν τὰς αἰτίας τῆς ὑπερηφανίας. Σὲ δὲ τὶ τὸ ἀναγκάζον ποιῆσαι τι τοιοῦτον; Οὐκ οἶδας, ὅτι ἐστὶν ἑκάστη πολιτεία τάξις καὶ καιρός; Σοὶ δὲ οὐκ ἐστὶ τοιαύτη πολιτεία ἀφωρισμένη οὔτε τοιοῦτον ὄνομα ὡς γὰρ εἰς τῶν ἀδελφῶν πολιτεύῃ. Καὶ οὔτε σεαυτὸν ὠφελεῖς καὶ ἄλλον βλάπτεις.

Καὶ πάλιν αὕτη ἡ οἰκονομία οὐ πᾶσιν ἐστὶν ὠφέλιμος, μόνοις δὲ τοῖς τελείοις καὶ μεγάλοις διότι ἐν ταύτῃ πέφυκεν ἡ λύσις τῶν αἰσθήσεων. Τοῖς μὲν γὰρ μέσοις καὶ τοῖς ἀρχαρίοις ἐπιζήμιος ἐστί, διότι πολλῆς παραφυλακῆς δέονται καὶ τῆς τῶν αἰσθήσεων ὑποταγῆς. Οἱ δὲ γέροντες διέβησαν τὸν καιρὸν τῆς παραφυλακῆς, καὶ ἐν πᾶσιν οἷς βούλονται κερδαίνουσιν. Οἱ γὰρ ἄπειροι ἔμποροι ἐν τοῖς μεγίστοις πράγμασι, μεγάλας ἑαυτοῖς προξενοῦσι ζημίας, ἐν δὲ τοῖς εὐτελεστέροις πράγμασι ταχέως εἰς τὸ ἔμπροσθεν ἐπεκτείνονται.

Καὶ πάλιν, ὡς ἔφην, παντὶ ἔργῳ ἐστὶ τάξις καὶ πάσῃ διαγωγῇ καιρὸς ἐγνωσμένος. Πᾶς δὲ ὁ πρὸ καιροῦ ἀρχόμενος τῶν ὑπὲρ τὸ μέτρον αὐτοῦ, τὴν βλάβην ἑαυτῷ διπλασιάζει καὶ οὐ κερδαίνει. Εἰ ἐπιθυμεῖς τούτου, ὑπόμεινον τὴν οἰκονομικῶς ἐπερχομένην σοι ἀκούσιον ἀτιμίαν μετὰ χαρᾶς καὶ μὴ θορυβηθῇς μήτε μισήσῃς τὸν ἀτιμάζοντά σε.

Ἤμην ποτὲ ἐν συντυχία μετὰ τοῦ εὐφυοῦς ἐκείνου τοῦ γευσαμένου τοῦ φυτοῦ τῆς ζωῆς, διὰ τοῦ ψυχικοῦ ἱδρῶτος ἀπὸ τῆς πρωίας τῆς νεότητος αὐτοῦ ἕως τῆς ἑσπέρας τοῦ γήρως αὐτοῦ. Καὶ μετὰ τὸ διδάξαι μὲ πολλοὺς λόγους περὶ ἀρετῆς, εἶπε μοὶ οὕτω· «Πᾶσα προσευχή, ἐν ᾗ μὴ μοχθήσῃ τὸ σῶμα καὶ θλιβῇ ἐν αὐτῇ ἡ καρδία, ἔκτρωμα λογίζεται. Χωρὶς γὰρ ψυχῆς ἐστὶν ἐκείνη ἡ προσευχή».

Καὶ πάλιν μοι ἔφη «Μετὰ ἀνθρώπου φιλονεικοῦντος καὶ τὸν λόγον αὐτοῦ στῆσαι θέλοντος καὶ πονηροῦ τὴν διάνοιαν καὶ ἀναιδοῦς εἰς τὰς αἰσθήσεις αὐτοῦ, μήτε δῷς, μήτε λάβῃς παντελῶς, ἵνα μὴ μακρύνης ἀπὸ σοῦ τὴν καθαρότητα, ἦν ἐκτήσω μετὰ πολλοῦ τοῦ κόπου, καὶ ἐμπλήσῃς σου τὴν καρδίαν σκότους καὶ ταραχῆς·».



Ἑπόμενο: ΛΟΓΟΣ ΟΖ’ - Περὶ ἑτέρου γέροντος
Προηγούμενο: ΛΟΓΟΣ ΟΕ’ - Περὶ πολιτείας θαυμαστοῦ ἀδελφοῦ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος