Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΗ — Περὶ ἐρωτήσεως ἀδελφοῦ τινὸς
Προηγούμενο: ΛΟΓΟΣ ΟΣΤ’ - Περὶ τοῦ παλαιοῦ γέροντος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΖ’ - Περὶ ἑτέρου γέροντος

Ἀπῆλθον ποτὲ εἰς κελλίον τινὸς τῶν πατέρων. Οὐκ ἤνοιγε δὲ οὗτος ὁ ἅγιος τινὶ συχνῶς. Ὡς δὲ εἶδε με ἀπὸ τῆς θυρίδος, ὅτι αὐτὸς ἐγὼ εἰμί, εἶπε μοί, «Βούλει εἰσελθεῖν»; Κἀγὼ ἀντέφην, «Ναί, τίμιε πάτερ». Μετὰ δὲ τὸ εἰσελθεῖν με καὶ εὔξασθαι καὶ καθίσαι καὶ ὁμιλίαν πολλὴν κινηθῆναι, Ἔσχατον ἠρώτησα αὐτόν:

Τὶ ποιῆσαι ἔχω, πάτερ, ὅτι τινὲς ἔρχονται πρὸς με καὶ οὔτε κερδαίνω οὔτε ὠφελοῦμαι ἐκ τῆς συντυχίας αὐτῶν; Αἰδοῦμαι δὲ αὐτοῖς εἰπεῖν, μὴ ἐλθεῖν. Ἀλλὰ καὶ ἀπὸ τῶν συνήθων κανόνων ἐμποδίζουσι με πολλάκις. Καὶ διὰ τοῦτο θλίβομαι. Πρὸς ταῦτα ἀνταπεκρίθη μοι ὁ μακάριος ἐκεῖνος γέρων.

Ἡνίκα τοιοῦτοι τινὲς πρὸς σὲ ἔλθωσιν ἀγαπῶντες τὴν ἀργίαν, ὅταν καθίσωσι μικρόν, ποίησον σεαυτὸν ὅτι θέλεις ἀνίστασθαι εἰς προσευχὴν καὶ εἶπε τῷ εὑρισκομένῳ μετὰ μετανοίας.

Ἀδελφέ, δεῦρο προσευξώμεθα, ὅτι ὁ καιρὸς τοῦ κανόνος μοὺ ἤδη ἔφθασε καὶ οὐ δύναμαι διαβῆναι αὐτόν, διότι βάρος μοι ἐγγίνεται, βουλομένῳ εἰς ἄλλην ὥραν τοῦτον πληρῶσαι, καὶ γίνεται μοι αἰτία ταραχῆς, καὶ ἄνευ ἀναγκαίου τινὸς οὐ δύναμαι ἐᾶσαι αὐτόν. Νυνὶ δὲ οὐκ ἐστὶν ἐπάναγκες καταργῆσαι τὴν προσευχὴν μου.

Καὶ μὴ ἐάσῃς αὐτὸν τοῦ μὴ εὔξασθαι μετὰ σου. Ἐὰν δὲ εἴπῃ, «Πρόσευξαι σὺ κἀγὼ ἀπέρχομαι», ποίησον αὐτῷ μετάνοιαν καὶ εἰπέ· Διὰ τὴν ἀγάπην κἂν τὴν μίαν ταὐτὴν εὐχὴν ποίησον μετ’ ἐμοῦ, ἵνα ὠφεληθῶ ἐκ τῆς εὐχῆς σου. Καὶ ὅταν ἀναστῆτε, μάκρυνον σου τὴν εὐχὴν καὶ ὑπὲρ ὁ εἴωθας ποιεῖν. Ἐὰν γὰρ οὕτω ποίησης αὐτοῖς καθὼς πρὸς σὲ παραγένωνται μαθόντες ὅτι οὐχ ὁμογνωμονεῖς αὐτοῖς οὔτε ἀγαπᾷς τὴν ἀργίαν, ὅπου ἂν ἀκούσωσιν ὅτι ἐκεῖ εἶ, οὐ μὴ προσεγγίσωσι.

Βλέπε οὖν μὴ πρόσωπον λαμβάνων ἀνθρώπου, καταλύσῃς τὸ ἔργον τοῦ Θεοῦ. Ἐὰν δὲ εὑρεθῇ τις τῶν πατέρων ἢ ξένος κεκοπιακώς, ἀντὶ μεγίστης σου εὐχῆς κρίνεται τὸ μετὰ τοιούτου στῆναι. Καὶ ἐὰν ὁ ξένος ἐκ τῶν ἀγαπώντων τὰς ματαιολογίας ἤ, τὸ κατὰ δύναμιν ἀνάπαυσον αὐτὸν καὶ ἀπόλυσον ἐν εἰρήνῃ.

Εἶπε τις τῶν πατέρων θαυμάζω ὅτι ἀκήκοα τινὰς ποιοῦντας ἐν ταῖς κέλλαις αὐτῶν ἐργόχειρον καὶ δυναμένους ἀνελλιπῶς ποιῆσαι καὶ τὸν κανόνα αὐτῶν καὶ μὴ ταράσσεσθαι. Ἔφη δὲ λόγον θαύματος ἄξιον, Ἐν ἀληθείᾳ λέγω, ὅτι, ἐὰν ἀπέλθω πρὸς ὕδωρ, ταράσσομαι ἀπὸ τῆς συνήθειας μοὺ καὶ τάξεως αὐτῆς, καὶ ἐμποδίζομαι τῆς τελειώσεως τοῦ διακριτικοῦ μου.



Ἑπόμενο: ΛΟΓΟΣ ΟΗ — Περὶ ἐρωτήσεως ἀδελφοῦ τινὸς
Προηγούμενο: ΛΟΓΟΣ ΟΣΤ’ - Περὶ τοῦ παλαιοῦ γέροντος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος