Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΟΘ’ - Περὶ μέμψεως ἀδελφοῦ τινὸς
Προηγούμενο: ΛΟΓΟΣ ΟΖ’ - Περὶ ἑτέρου γέροντος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΗ — Περὶ ἐρωτήσεως ἀδελφοῦ τινὸς

Ἠρωτήθη ποτὲ ὁ αὐτὸς γέρων ἀπὸ τίνος ἀδελφοῦ, τὶ ποιήσω, ὅτι πολλάκις μοι γίνεται τὶ πρᾶγμα οὐ χρείαν ἔχω, ἢ διὰ τὴν ἀσθένειαν ἢ δι’ ἔργον ἢ δι’ ἥντινα οὖν αἰτίαν, καὶ τούτου χωρὶς οὐ δύναμαι πολιτεύσασθαι ἐν τῇ ἡσυχίᾳ, καὶ βλέπων τινὰ τούτου χρείαν ἔχοντα καὶ νικώμενος ὑπὸ τοῦ ἐλέους, δίδωμι τοῦτο αὐτῷ. Πολλάκις δέ, καὶ ὡς αἰτηθεὶς ὑπὸ τίνος, τοῦτο ποιῶ. Καὶ γὰρ ἀναγκάζομαι ὑπὸ τε τῆς ἀγάπης καὶ τῆς ἐντολῆς καὶ παρέχω τῷ αἰτοῦντι τὸ ἐμοὶ χρειῶδες. Καὶ μετὰ ταῦτα ποιοῖ με ἡ τούτου χρεία ἐμπεσεῖν εἰς μέριμναν καὶ ταραχὴν λογισμῶν, εἶθ’ οὕτω σκορπίζει μοὺ τὸν νοῦν ἀπὸ τῆς εἰς τὴν ἡσυχίαν μερίμνης καὶ ἀναγκάζομαι ἴσως ἐξελθεῖν ἐκ τῆς ἡσυχίας καὶ ἀπελθεῖν εἰς ζήτησιν τοῦ αὐτοῦ πράγματος. Ἐὰν δὲ καὶ ὑπομείνω τοῦ μὴ ἐξελθεῖν, ἐν θλίψει πολλῇ καὶ θορύβῳ τῶν λογισμῶν γίνομαι. Οὐκ οἶδα οὖν τίνα τῶν δύο ἐκλέξομαι ἐμαυτῷ, τὴν παύουσάν μου καὶ σκορπίζουσαν τὴν ἡσυχίαν διὰ τὴν ἀνάπαυσιν τοῦ ἀδελφοῦ μου, ἢ παριδεῖν τὴν αἴτησιν καὶ ὑπομένειν ἐν τῇ ἡσυχία;

Πρὸς ταῦτα ἀνταπεκρίθη μοὶ ὁ γέρων, καὶ εἶπε. Πᾶσα ἐλεημοσύνη, ἢ ἀγάπη, ἢ εὐσπλαχνία, ἢ ὁτιοῦν διὰ τὸν Θεὸν νομιζόμενον εἶναι, ἀπὸ τῆς ἡσυχίας κωλῦον σε καὶ αἶρον σου τὸ ὄμμα ἐπὶ τὸν κόσμον καὶ ἐμβάλλον σὲ εἰς μέριμναν καὶ ταράσσον σε ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ ἐκκόπτον τὰς εὐχὰς σου καὶ εἰσάγον σε εἰς θόρυβον καὶ ἀκαταστασίαν λογισμῶν καὶ παῦον σὲ τῆς μελέτης τῶν θείων ἀναγνώσεων, ἥτις ἐστὶν ὅπλον ῥυόμενον ἀπὸ τῶν μετεωρισμῶν καὶ λύον τὴν παραφυλακὴν σου καὶ ποιοῦν σε μετὰ τὸ δεδέσθαι περιπατῆσαι καὶ μετὰ τὸ μονωθῆναι συναναστρέφεσθαι καὶ ἐξυπνίζον ἐπάνω σου τὰ τεθαμμένα πάθη καὶ διαλύον τὴν ἐγκράτειαν τῶν αἰσθήσεων σου καὶ ἐγεῖρον τὴν ἀπὸ τοῦ κόσμου σοῦ θνήξιν καὶ κατάγον σε ἀπὸ τῆς γεωργίας τῆς ἀγγελικῆς, ἧς τὸ ἔργον μία φροντίς, καὶ ἐν τῷ μέρει τῶν κοσμικῶν ἱστῶν σε, ἀπόλοιτο ἐκείνη ἡ δικαιοσύνη.

Τὸ πλήρωμα γὰρ τῆς ὀφειλῆς τῆς ἀγάπης ἐν τῇ ἀναπαύσει τῶν σωματικῶν, τοῦ ἔργου τῶν κοσμικῶν ἐστὶν ἢ καὶ μοναχῶν, ἀλλὰ τῶν ἐνδεεστέρων ὄντων, οὐ τῶν ἐν ἡσυχία διαγόντων ἢ καὶ τῶν ἐχόντων τὴν ἡσυχίαν μεμιγμένην τῇ ὁμονοίᾳ τῇ μετ’ ἀλλήλων, καὶ εἰσερχομένων διηνεκῶς καὶ ἐξερχόμενων. Καὶ τοῦτο τοῖς τοιούτοις καλὸν καὶ ἀξιάγαστον.

Τοῖς μέντοι ἐν ἀληθείᾳ ἐκλεξαμένοις τὴν ἀπὸ τοῦ κόσμου ἀναχώρησιν σώματι καὶ νοΐ, τοῦ στῆσαι τὰς διανοίας αὐτῶν εἰς τὴν μεμονωμένην εὐχήν, εἰς τὴν θνήξιν τῶν παρερχομένων καὶ τῆς θέας καὶ τῆς μνήμης τῶν πραγμάτων, οὐ πρέπει τῇ τῶν σωματικῶν γεωργία καὶ τῇ δικαιοσύνῃ τῶν φανερῶν πραγμάτων, ἵνα δι’ αὐτῶν δικαιωθῶσι τῷ Χριστῷ, ὑπηρετεῖν, ἀλλὰ τῇ νεκρώσει τῶν μελῶν αὐτῶν τῶν ἐπὶ τῆς γῆς, κατὰ τὸ Ἀποστόλου λόγιον, προσφέρειν αὐτῷ θυσίαν τὴν τῶν λογισμῶν καθαρὰν τε καὶ ἄμωμον, ἀπαρχὴν τῆς ἑαυτῶν γεωργίας, καὶ τὴν θλῖψιν τῶν σωμάτων ἐν τῇ ὑπομονῇ τῶν κίνδυνων διὰ τὴν μέλλουσαν ἐλπίδα. Ἡ γὰρ μοναχικὴ πολιτεία τῇ τῶν ἀγγέλων ἐφάμιλλος καθέστηκεν. Οὐ πρέπει δὲ ἡμῖν ἐᾶσαι τὴν ἐπουράνιον γεωργίαν καὶ πραγμάτων ἀντέχεσθαι.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΟΘ’ - Περὶ μέμψεως ἀδελφοῦ τινὸς
Προηγούμενο: ΛΟΓΟΣ ΟΖ’ - Περὶ ἑτέρου γέροντος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος