Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Π’ - Περιέχων ἡμερήσιον ἀναγκαιότατον ὑπόμνημα καὶ πάνυ χρησιμώτατον τῷ καθημένῳ ἐν τῷ κελλίῳ αὐτοῦ καὶ ἑαυτῷ μόνῳ προσέχειν αἱρουμένῳ
Προηγούμενο: ΛΟΓΟΣ ΟΗ — Περὶ ἐρωτήσεως ἀδελφοῦ τινὸς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΟΘ’ - Περὶ μέμψεως ἀδελφοῦ τινὸς

Ἐμέμφθη ποτὲ τις ἀδελφός, ὡς μὴ ποιήσας ἐλεημοσύνην, καὶ μετὰ παῤῥησίας καὶ αὐθαδείας ἀνταπεκρίθη τῷ μεμψαμένῳ αὐτόν, μοναχοῖς οὐχ ὑπόκειται ποιεῖν ἐλεημοσύνην. Καὶ πρὸς αὐτὸν ἀντέφη ο μεμψάμενος· δῆλος ἐστὶ καὶ φανερὸς ὁ μοναχός, οὐχ ὑπόκειται ποιεῖν ἐλεημοσύνην. Ἐκεῖνος γὰρ ἐστίν, ὃς «ἄνακεκαλυμμένω προσώπῳ» δύναται εἰπεῖν τῷ Χριστῷ, ὡς γέγραπται, «ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι», τουτέστιν ἐκεῖνος ὁ μηδὲν ἔχων ἐπὶ τῆς γῆς καὶ μὴ κατεργάζων ἑαυτὸν ἐν τοῖς σωματικοῖς καὶ μὴ ἔχων κατὰ νοῦν τι τῶν ὁρωμένων, μηδὲ μεριμνῶν κτήσασθαί τι, ἀλλὰ καὶ ἐὰν τὶς δῷ τι αὐτῷ, λαμβάνων τὰ πρὸς τὴν χρείαν μόνα, τῶν δὲ ὑπὲρ ταύτην λόγον μὴ ποιούμενος, καὶ ἐστὶν ὡς τὸ πετεινὸν ἐν τῇ ἀναστροφῇ αὐτοῦ. Τῷ τοιούτῳ οὐκ ἐπίκειται ποιῆσαι ἐλεημοσύνην. Πῶς γάρ, ἀφ’ ὧν πραγμάτων ἐλεύθερος ἐστί, δύναται δοῦναι ἑτέρῳ;

Ἀλλὰ μᾶλλον τῷ ἐν τοῖς βιωτικοῖς περισπωμένῳ καὶ ταῖς χερσὶν ἐργαζομένῳ καὶ παρ’ ἄλλων λαμβάνοντι, ἐποφείλεται αὐτῷ δοῦναι ἐλεημοσύνην. Καὶ τὸ ἀμελῆσαι ταύτης ἐναντίωσίς ἐστὶν ἢ ἀσπλαγχνία τῆς τοῦ Κυρίου ἐντολῆς. Εἰ γὰρ ἐν τοῖς κρυπτοῖς οὐ προσεγγίζει τὶς τῷ Θεῷ οὔτε δουλεύειν αὐτῷ οἶδεν ἐν πνεύματι καὶ τῶν φανερῶν οὐ φροντίζει, ἅτινα δυνατὰ αὐτῷ ἐστί, ποίᾳ ἑτέρᾳ ἐλπὶς ἔσται τῷ τοιούτῳ, δι’ ἧς κτήσεται ἑαυτῷ τὴν ζωήν; Ὁ τοιοῦτος ἀσύνετος ἐστίν.

Ἕτερος γέρων εἶπεν· Ἐγὼ θαυμάζω ἐκ τῶν ταρασσόντων ἑαυτοὺς ἐν τῷ ἔργῳ τῆς ἡσυχίας, ὅπως ἄλλους ἀναπαύσωσιν ἐν τοῖς σωματικοῖς. Καὶ πάλιν ἔφη· Οὐ χρὴ ἡμᾶς συμμῖξαι τῷ ἔργῳ τῆς ἡσυχίας μέριμναν τινὸς ἑτέρου πᾶν δὲ ἔργον τιμάσθω ἐν τῷ τόπῳ αὐτοῦ, ἵνα μὴ γένηται ἡ διαγωγὴ ἡμῶν πεφυρμένη. Ὁ γὰρ πολλῶν ἔχων μέριμναν δοῦλος ἐστὶ τῶν πολλῶν, ὁ δὲ πάντα καταλείψας καὶ μεριμνῶν τῆς καταστάσεως τῆς ἑαυτοῦ ψυχῆς, οὗτος φίλος ἐστὶ τοῦ Θεοῦ. Βλέπε ὅτι οἱ ποιοῦντες ἐλεημοσύνην καὶ πληροῦντες τὴν ἀγάπην τῶν πλησίον ἐν τοῖς σωματικοῖς, οὗτοι πολλοὶ εἰσὶν ἐν τῷ κόσμῳ, οἱ δὲ ἐργάται τῆς καθολικῆς καὶ καλῆς ἡσυχίας, οἱ ἀσχολούμενοι ἐν τῷ Θεῷ, μόλις εὑρίσκονται καὶ σπάνιοι εἴσι. Τὶς δὲ ἐκ τῶν ἐν τῷ κόσμῳ ποιούντων ἐλεημοσύνην ἢ δικαιοσύνην ἐν τοῖς σωματικοῖς, ἠδύνατο ἐν τῶν χαρισμάτων φθάσαι, ὧν καταξιοῦνται παρὰ Θεοῦ οἱ ἐν ἡσυχία καθήμενοι;

Καὶ πάλιν εἶπεν· Ἐὰν ἧς κοσμικός, ἐν τῇ διαγωγὴ τῶν κοσμικῶν ἀγαθῶν ἀναστρέφου, εἰ δὲ μοναχὸς εἰ, ἐν τοῖς ἔργοις ἐν οἷς ἀριστεύουσιν οἱ μοναχοὶ διαπρέψαι. Εἰ μέντοι ἐν ἑκατέροις βούλει ἀναστραφῆναι, ἀπὸ τῶν δύο μέλλεις ἐκπεσεῖν.

Ἔργα μοναχοῦ εἰσὶ ταῦτα ἐλευθερία ἀπὸ τῶν σωματικῶν, καὶ ὁ ἐν προσευχαῖς σωματικὸς κόπος, καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν μνήμη τῆς καρδίας. Εἰ οὖν δυνατὸν σοι χωρὶς τούτων αὐταρκεῖσθαι ταῖς κοσμικαῖς ἀρεταῖς, κρίνον σύ.

Ερώτησις. Οὐ δύναται ἄρα μοναχὸς ὁ ἐν τῇ ἡσυχίᾳ κακοπαθῶν τὰς δύο ἀναστροφὰς κτήσασθαι, λέγω δὴ μέριμναν τοῦ Θεοῦ καὶ φέρειν καὶ φροντίδα ἑτέραν ἐν τῇ καρδία;

Ἀπόκρισις. Ἐγὼ μὲν οἶμαι, ὅτι οὐδ’ ὅταν ἁφὴ πάντα ὁ ἐν ἡσυχίᾳ βουλόμενος ἀναστρέφεσθαι καὶ τῆς ἑαυτοῦ καὶ μόνης ψυχῆς φροντίζῃ, δύναται ἀνελλιπῶς ἐν τῷ ἔργῳ τῆς ἡσυχίας πολιτεύσασθαι, κἂν ἔξω γένηται τῆς βιωτικῆς μερίμνης, πόσῳ μᾶλλον ἐὰν καὶ ἄλλου φροντίσῃ; Κατέλιπεν ὁ Κύριος ἑαυτῷ ἐν τῷ κόσμῳ τοὺς δουλεύοντας αὐτῷ καὶ ἐπιμελουμένους τῶν τέκνων αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ τοὺς ἔμπροσθεν ἑαυτοῦ λειτουργοῦντας. Οὐ γὰρ ἐν μόνοις τοῖς πράγμασι τῶν ἐπιγείων βασιλέων διαφορᾶς τάξεων ἐστὶν ἰδεῖν, ἐνδοξότερων ὄντων τῶν κατὰ πρόσωπον τοῦ βασιλέως ἱσταμένων ἀεὶ καὶ τοῖς μυστηρίοις αὐτῷ κοινωνούντων, τῶν ὄντων ἐν τοῖς ἐξωτικοῖς πράγμασιν ἀλλὰ καὶ ἐν τοῖς τοῦ ἐπουρανίου βασιλέως ἐστὶ ταῦτα ἰδεῖν, πόσην παῤῥησίαν κέκτηνται οἱ ἐν τῇ ὁμιλίᾳ μὲτ’ αὐτοῦ μυστηριάζοντες διὰ τῆς προσευχῆς πάντοτε καὶ πόσου πλούτου ἐπουρανίου τε καὶ ἐπιγείου καταξιοῦνται, καὶ πόσην ἐνδείκνυται τὴν αὐτῶν ἐξουσίαν κατὰ πάσης τῆς κτίσεως, ὑπὲρ ἐκείνους τοὺς διὰ κτισμάτων καὶ βιωτικῶν πραγμάτων δουλεύοντας τῷ Θεῷ καὶ ἐν τῇ ἀγαθοεργίᾳ αὐτῶν εὐαρεστοῦντας αὐτῷ, εἰ καὶ τοῦτο μέγιστον καὶ καλὸν πάνυ.

Δεῖ οὖν ἡμᾶς οὐκ ἐκ τούτων τῶν ἐν τοῖς ἔργοις τοῦ Θεοῦ ἐλλιπὼν ὄντων τύπον λαβεῖν, ἀλλ’ ἐκ τῶν ἀθλητῶν καὶ ἀγωνιστῶν ἁγίων τῶν καλῶν πολιτευσαμένων καὶ ἐκείνων τῶν καταλειψάντων τὰ βιωτικὰ καὶ ἐν γῆ γεωργησάντων τὴν ἐπουράνιον βασιλείαν ἐκείνων τῶν καθάπαξ ἀπωσάντων τὰ γήινα καὶ ἐκτεινάντων τὰς χεῖρας πρὸς τὰς τοῦ οὐρανοῦ πύλας.

Ἐν τίνι εὐηρέστησαν οἱ ἀρχαῖοι ἅγιοι τῷ Θεῷ, οἵτινες προωδοποιήσαντο τὴν ὁδὸν ἡμῖν τῆς πολιτείας ταύτης; Ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Θηβαῖος, ὁ θησαυρὸς τῶν ἀρετῶν, ἡ πηγὴ τῆς προφητείας, ἄρα ἐν τοῖς σωματικοῖς ἀναπαύων τοὺς ἀδελφοὺς ἔσωθεν τοῦ ἐγκλειστηρίου αὐτοῦ εὐηρέστησε τῷ Θεῷ, ἡ ἐν προσευχῇ καὶ ἡσυχίᾳ; Ὅτι μὲν γὰρ καὶ ἐν ἐκείνοις πολλοὶ πάλιν εὐηρέστησαν αὐτῷ, οὐκ ἀντιλέγω· ἀλλ’ ἐνδεέστερον τῶν διὰ προσευχῆς καὶ τῆς τῶν πάντων καταλείψεως. Ἡ γὰρ βοήθεια τῶν ἐν ἡσυχία διαγόντων καὶ εὐδοκιμούντων τοῖς ἰδίοις ἀδελφοῖς, φανερὰ τὶς ἐστί, λέγω δὴ τὸ βοηθῆσαι ἡμῖν λόγῳ ἐν καιρῷ ἀνάγκης, ἢ τὸ προσφέρειν ὑπὲρ ἡμῶν ἐντεύξεις.

Ἐκτὸς γὰρ τούτων, μνήμη ἢ μέριμνα τίνος ἕνεκεν τῶν βιωτικῶν, ἐὰν καθεύδῃ ἐν καρδίᾳ τῶν ἐν ἡσυχίᾳ καθημένων, οὐκ ἐστὶ τῆς πνευματικῆς σοφίας. Τὸ γὰρ «ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ», καὶ τὰ τοῦ πλησίον καὶ τὰ τῷ Θεῷ τὰ ὀντὰ αὐτῶν ἑκάστῳ, οὐ τοῖς ἡσυχάζουσιν εἴρηται, ἀλλὰ τοῖς ἔξω πολιτευομένοις. Τοῖς γὰρ τῇ ἀγγελικὴ τάξει ἀναστρεφομένοις λέγω δὴ τῇ τῆς ψυχῆς μερίμνῃ, ἐν τοῖς βιωτικοῖς εὐαρεστεῖν αὐτῷ οὐκ ἐντέταλται, τουτέστι φροντίζειν ἐργοχείρου ἢ λαβεῖν ἀπὸ τίνος καὶ δοῦναι ἑτέρῳ. Ὥστε οὐ δεῖ τὸν μοναχὸν ἔχειν μέριμναν τίνος κινοῦντος καὶ καταβιβάζοντος τὸν νοῦν αὐτοῦ ἀπὸ τῆς στάσεως αὐτοῦ τῆς πρὸ προσώπου τοῦ Θεοῦ.

Ἐὰν δὲ τις, ἀντιλέγων, μνημονεύσῃ τοῦ θείου Παύλου τοῦ Ἀποστόλου, ὡς ὅτι ἐκεῖνος εἰργάζετο ταῖς ἰδίαις χερσὶ καὶ ἐποίει ἐλεημοσύνας, ἐροῦμεν αὐτῷ, ὅτι ὁ Παῦλος καὶ μόνος ἠδύνατο πάντα, ἄλλον δὲ Παῦλον οὐκ οἴδαμεν γενόμενον καὶ δυνάμενον πρὸς πάντα κατ’ ἐκεῖνον. Δεῖξον γὰρ μοι σὺ ἕτερον τοιοῦτον Παῦλον, κἀγὼ σοὶ πείθομαι. Λοιπὸν τὰ οἰκονομικῶς γινόμενα μὴ ἀγάγῃς ἐν τῷ μέσῳ τῶν καθολικῶν πραγμάτων. Ἕτερον γὰρ ἐστὶ τὸ ἔργον τοῦ εὐαγγελίου, καὶ ἑτέρα ἡ πρᾶξις τῆς ἡσυχίας.

Σὺ δέ, εἰ βούλει κρατῆσαι τῆς ἡσυχίας, γενοῦ ὡς τὰ Χερουβίμ, τὰ μηδενὸς φροντίζοντα βιωτικοῦ καὶ μὴ ἤγου τίνα εἶναι ἄλλον ἐν τῇ γῇ, πλὴν σοῦ καὶ τοῦ Θεοῦ, οὐ φροντίζεις, ὡς ἐδιδάχθης ὑπὸ τῶν πατέρων σου τῶν πρὸ σοῦ γεγονότων. Ἐὰν γὰρ μὴ σκληρύνῃ τις τὴν ἰδίαν καρδίαν καὶ βεβαίως συνέχῃ τὸ ἔλεος αὐτοῦ, ἵνα γένηται μακρὰν ἀπὸ τῆς πάντων μερίμνης τῶν κάτω, ἤγουν τῆς τε διὰ τὸν Θεὸν καὶ διὰ τι βιωτικόν, καὶ ἐν τῇ προσευχῇ καὶ μόνῃ ἐν τοῖς ὡρισμένοις αὐτῷ καιροῖς ἐμμένῃ, ἐλευθερωθῆναι τῆς ταραχῆς καὶ τῆς μερίμνης καὶ ἐν ἡσυχίᾳ γενέσθαι οὐ δύναται.

Ὅταν οὖν ἔλθῃ σοι ἐνθύμησις τοῦ φροντίζειν τινὸς λόγῳ ἀρετῆς, ὥστε σκεδάσαι ἀπὸ σοῦ τὴν οὖσαν σοι γαλήνην ἐν τῇ καρδίᾳ, εἶπε αὐτῇ «Καλὴ ἐστὶν ἡ τῆς ἀγάπης ὁδὸς καὶ τὸ διὰ Θεὸν ἔλεος, ἀλλὰ κἀγὼ διὰ τὸν Θεὸν οὐ θέλω αὐτήν».

Στῆθι μοι, πάτερ, ἔφησε τις μοναχός, ὅτι διὰ τὸν Θεὸν τρέχω ὀπίσω σου. Κἀκεῖνος ἀντέφη· Κἀγὼ διὰ τὸν Θεὸν φεύγω ἐκ σου. Ο ἀββᾶς Ἀρσένιος οὔτε πρὸς ὠφέλειαν οὔτε πρὸς ἄλλο τι διὰ τὸν Θεὸν ὑπήντα τινί. Ἄλλος διὰ τὸν Θεὸν ὅλην τὴν ἡμέραν ἐλάλει καὶ πάντας τοὺς ἐρχομένους ξενικοὺς ἐδέχετο. Ἐκεῖνος δὲ ἀντὶ τούτου ἐξελέξατο τὴν σιγὴν καὶ τὴν ἡσυχίαν, καὶ διὰ τοῦτο μετὰ τοῦ θείου Πνεύματος ἐν μέσῳ τῆς θαλάσσης τοῦ παρελθόντος βίου ἐλάλει, καὶ μετὰ γαλήνης μεγίστης διέπλει ἐν τῷ πλοίῳ τῆς ἡσυχίας, ὡς φανερῶς ὠράθη τοῖς ἀγωνισταῖς, τοῖς ἐξερευνήσασι παρὰ τοῦ Θεοῦ περὶ τούτου.

Καὶ γὰρ ὁ τῆς ἡσυχίας ὄρος οὗτος ἐστί· σιωπὴ ἀπὸ πάντων. Ἐὰν δὲ ἐν τῇ ἡσυχίᾳ εὑρέθης πεπληρωμένος ταραχῆς καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν θορυβήσῃς τὸ σῶμα καὶ τὴν ψυχὴν ἐν φροντίδι τινῶν, ποίαν ἡσυχίαν τηνικαῦτα ἄγεις, φροντίζων πολλῶν, ἵνα ἀρέσῃς τῷ Θεῷ; Κρῖνον σύ. Ἄνευ γὰρ τῆς τῶν πάντων καταλείψεως καὶ τοῦ μακρυσμοῦ ἀπὸ πάσης φροντίδας, τὴν πολιτείαν τῆς ἡσυχίας κατορθώσασθαι ἐπονείδιστον ἡμῖν εἰπεῖν ἐστί.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα.



Ἑπόμενο: ΛΟΓΟΣ Π’ - Περιέχων ἡμερήσιον ἀναγκαιότατον ὑπόμνημα καὶ πάνυ χρησιμώτατον τῷ καθημένῳ ἐν τῷ κελλίῳ αὐτοῦ καὶ ἑαυτῷ μόνῳ προσέχειν αἱρουμένῳ
Προηγούμενο: ΛΟΓΟΣ ΟΗ — Περὶ ἐρωτήσεως ἀδελφοῦ τινὸς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος