Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΠΑ — Περὶ διαφορᾶς ἀρετῶν καὶ περὶ τελειότητος παντὸς δρόμου
Προηγούμενο: ΛΟΓΟΣ ΟΘ’ - Περὶ μέμψεως ἀδελφοῦ τινὸς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Π’ - Περιέχων ἡμερήσιον ἀναγκαιότατον ὑπόμνημα καὶ πάνυ χρησιμώτατον τῷ καθημένῳ ἐν τῷ κελλίῳ αὐτοῦ καὶ ἑαυτῷ μόνῳ προσέχειν αἱρουμένῳ

Τὶς τῶν ἀδελφῶν ἔγραψε ταῦτα καὶ ἐτίθει αὐτὰ ἔμπροσθεν αὐτοῦ διηνεκῶς, ἀνεμίμνησκέ τε ἑαυτὸν τούτων καὶ ἔλεγεν· Ἐν ἀφροσύνῃ ἐδαπάνησας τὴν ζωὴν σου, ᾧ κατισχυμένε ἄνθρωπε καὶ παντὸς κακοῦ ἄξιε, ἀλλὰ παραφυλάττου κἂν ἐν ταύτῃ τῇ ἡμέρᾳ τῇ καταλειφθείσῃ ἐκ τῶν ἡμερῶν σου τῶν ἐξεληλυθειῶν κενῶς καὶ ἀπράκτως τῶν ἀγαθῶν καὶ πεπλουτηκυιῶν ἐν τοῖς κακοῖς. Μὴ ἐρωτήσῃς περὶ τοῦ κόσμου μήτε περὶ τῆς διαγωγῆς αὐτοῦ μήτε περὶ τῶν μοναχῶν ἢ τῶν πραγμάτων αὐτῶν καὶ ὅπως εἰσί, μήτε περὶ τῆς ποσότητος τῆς ἐργασίας αὐτῶν, καὶ μὴ φροντίσῃς τινὸς τῶν τοιούτων. Ἐξῆλθες ἐκ τοῦ κόσμου ἐν μυστηρίῳ καὶ ἐλογίσθης ὡς νεκρὸς ἐν Χριστῷ μηκέτι ζήσῃς τῷ κόσμῳ μήτε τοῖς ἐν τῷ κόσμῳ, ἵνα σοῦ προλάβῃ ἡ ἀνάπαυσις καὶ γένῃ ἐν Χριστῷ ζῶν ἐνοῦ ἕτοιμος καὶ ηὐτρεπισμένος πρὸς πᾶν ὄνειδος καὶ πᾶσαν ὕβριν καὶ χλευασμὸν καὶ μέμψιν ἐκ πάντων, καὶ δέξαι ταῦτα πάντα μετὰ χαρᾶς ὡς ἄξιος αὐτῶν ἐν ἀληθείᾳ καὶ ὑπόμεινον πάντα πόνον καὶ πᾶσαν θλῖψιν καὶ κίνδυνον τὸν ἐκ τῶν δαιμόνων, ὧν τὸ θέλημα ἔπραξας μετ’ εὐχαριστίας, καὶ γενναίως φέρε πᾶσαν ἀνάγκην, καὶ τὰ συμβεβηκότα φυσικῶς καὶ τὰς πικρότητας, καὶ ὑπόμεινον ἐν τῇ εἰς Θεὸν πεποιθήσει καὶ τὴν στέρησιν τῶν ἀναγκαίων τοῦ σώματος, τῶν μετ’ ὀλίγον εἰς κόπρον ἐσομένων.

Καὶ ταῦτα πάντα τῇ εἰς Θεὸν ἐλπίδι καταδέξασθαι θέλησον, μὴ ἀναμένων τὴν ἀλλαχόθεν λύτρωσιν ἢ τὴν παρ’ ἄλλου παράκλησιν, ἀλλ’ ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου καὶ ἐν πᾶσι τοῖς πειρασμοῖς σου σεαυτὸν κατάκρινον, ὡς αἴτιον ὄντα τούτων. Μὴ σκανδαλισθῇς ἐν τινι, μηδὲ μέμφου τινὰ τῶν λυπούντων σε. Διότι ἔφαγες ἐκ τοῦ ὁρισθέντος φυτοῦ καὶ ἐκτήσω διάφορα πάθη. Μετὰ χαρᾶς δέξαι τὰς πικρότητας, ἵνα σε τινάξωσι μικρὸν καὶ ὕστερον γλυκανθῆς.

Φεῦ σοι καὶ τῇ δόξῃ σου τῇ δυσώδει διότι ἐγκατέλιπες τὴν σεαυτοῦ ψυχήν, ὡς ἀκατάκριτον, πεπληρωμένην οὖσαν πάσης ἁμαρτίας, καὶ ἄλλους κατέκρινας λόγῳ καὶ διάνοιᾳ. Ἱκανοὶ γὰρ σοι, ἱκανοὶ αὕτη ἡ χοιρώδης βρῶσις, ἐν ᾗ μέχρι τῆς ἄρτι τυγχάνεις ἐνδιαιτώμενος. Τὶ σοὶ καὶ τοῖς ἀνθρώποις, ᾧ ῥυπαρέ; Οὐκ αἰσχύνη συναναστραφῆναι αὐτοῖς, διότι ἀλόγως ἐπολιτεύσω; Ἐὰν πρόσχῃς τούτοις καὶ κατάσχῃς ταῦτα πάντα, ἴσως τῇ συνεργίᾳ τοῦ Θεοῦ σωθήσῃ. Εἰ δὲ μή, ἀπελεύσῃ εἰς τὴν σκοτεινὴν χωρᾶν καὶ εἰς τὰς τῶν δαιμόνων κατασκηνώσεις, ὧν τὸ θέλημα εἰργάσω ἀναιδεῖ προσώπῳ. Ἰδοὺ διεμαρτυράμην σοι ἐν πᾶσι τούτοις. Ἐὰν κινήσῃ κατὰ σου ὁ Θεὸς δικαίως εἰς τὸ ἀμείψασθαί σε ἀντὶ τῶν ὕβρεων καὶ μέμψεων, ὧν ἐλογίσω καὶ ἐλάλησας κατ’ αὐτοῦ χρόνον ὁλόκληρον, ὁ κόσμος ὅλος ἔχει ἀσχοληθῆναι εἰς σέ. Λοιπὸν παῦσαι ἀπὸ τοῦ νῦν καὶ ὑπόμεινον τὰς ἐπερχομένας σοι ἀμοιβάς.

Ἐν πᾶσι τούτοις ὑπεμίμνησκεν ἑαυτὸν ὁ ἀδελφὸς πάσας τὰς ἡμέρας, ἵνα πειρασμοῦ ἐπελθόντος αὐτῷ ἢ θλίψεως, δυνηθῇ ὑπομεῖναι μετ’ εὐχαριστίας καὶ ὠφεληθῆναι.

Γένοιτο δὲ ἡμᾶς μετ’ εὐχαριστίας ὑπομεῖναι τὰ ἐπερχόμενα καὶ ὠφεληθῆναι χάριτι τοῦ φιλανθρώπου Θεοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΠΑ — Περὶ διαφορᾶς ἀρετῶν καὶ περὶ τελειότητος παντὸς δρόμου
Προηγούμενο: ΛΟΓΟΣ ΟΘ’ - Περὶ μέμψεως ἀδελφοῦ τινὸς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος