Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΠΒ’ - Περὶ τοῦ ὅτι ἀκόπως εἰσέρχεται ἡ ψυχὴ πρὸς κατανόησιν τῆς σοφίας τοῦ Θεοῦ καὶ τῶν κτισμάτων Αὐτοῦ, ἐὰν ἡσυχάσῃ ἀπὸ τὲ τοῦ κόσμου καὶ τῶν μεριμνῶν τῶν βιωτικῶν. Τότε γὰρ δύναται γνῶναι ἑαυτῆς καὶ οὓς ἔχει ἔσωθεν κεκρυμμένους θησαυροὺς
Προηγούμενο: ΛΟΓΟΣ Π’ - Περιέχων ἡμερήσιον ἀναγκαιότατον ὑπόμνημα καὶ πάνυ χρησιμώτατον τῷ καθημένῳ ἐν τῷ κελλίῳ αὐτοῦ καὶ ἑαυτῷ μόνῳ προσέχειν αἱρουμένῳ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΠΑ — Περὶ διαφορᾶς ἀρετῶν καὶ περὶ τελειότητος παντὸς δρόμου

Τελειότης παντὸς δρόμου ἐν τοῖς τρισὶ τούτοις ἐστίν. Ἐν τῇ μετανοίᾳ, ἐν τῇ καθαρότητι, καὶ τῇ τελειότητι.

Τὶ δὲ ἐστὶν ἡ μετάνοια; Καταλείψαι τὰ πρότερα καὶ λυπεῖσθαι ὑπὲρ αὐτῶν.

Καὶ τὶ ἐστὶν ἡ καθαρότης; Συντόμως καρδία ἐλεήμων ὑπὲρ πάσης τῆς κτιστῆς φύσεως.

Καὶ τὶ ἐστὶ τελειότης; Βάθος ταπεινώσεως, ὅπερ ἐστὶ κατάλειψις πάντων τῶν ὁρατῶν τε καὶ ἀοράτων (ὁρατῶν μέν, πάντων τῶν αἰσθητῶν, ἀοράτων δέ, τῶν νοητῶν), καὶ ἐκτὸς μερίμνης τῆς ὑπὲρ αὐτῶν.

Ἠρωτήθη πάλιν ἐν ἄλλῳ καιρῷ, τὶ ἐστὶ μετάνοια; Καὶ εἶπε· Καρδία συντετριμμένη καὶ ταπεινωμένη. Καὶ τὶ ἐστὶ ταπείνωσις; Καὶ εἶπε· Διπλῆ νέκρωσις ἑκουσίᾳ ἐκ πάντων.

Καὶ τὶ ἐστὶ καρδία ἐλεήμων; Καὶ εἶπε· Καῦσις καρδίας ὑπὲρ πάσης τῆς κτίσεως, ὑπὲρ τῶν ἀνθρώπων καὶ τῶν ὀρνέων καὶ τῶν ζῴων καὶ τῶν δαιμόνων, καὶ ὑπὲρ παντὸς κτίσματος, καὶ ἐκ τῆς μνήμης αὐτῶν καὶ τῆς θεωρίας αὐτῶν ῥέουσιν οἱ ὀφθαλμοὶ αὐτοῦ δάκρυα. Ἐκ τῆς πολλῆς καρτερίας σμικρύνεται ἡ καρδία αὐτοῦ καὶ οὐ δύναται βαστάξαι ἢ ἄκουσαι ἢ ἰδεῖν βλάβην τινὰ ἢ λύπην μικρὰν ἐν τῇ κτίσει γινομένην. Καὶ διὰ τοῦτο καὶ ὑπὲρ τῶν ἐχθρῶν τῆς ἀληθείας καὶ ὑπὲρ τῶν βλαπτόντων αὐτὸν ἐν πάσῃ ὥρᾳ εὐχὴν μετὰ δακρύων προσφέρει, τοῦ φυλαχθῆναι αὐτοὺς καὶ ἱλασθῆναι αὐτοῖς ὁμοίως καὶ ὑπὲρ τῆς φύσεως τῶν ἑρπετῶν ἐκ τῆς πολλῆς αὐτοῦ ἐλεημοσύνης τῆς κινουμένης ἐν τῇ καρδίᾳ αὐτοῦ ἀμέτρως καθ’ ὁμοιότητα τοῦ Θεοῦ.

Καὶ ἠρωτήθη πάλιν, τὶ ἐστὶν εὐχή; Καὶ εἶπεν· Εὐκαιρίᾳ καὶ σχόλη τῆς διανοίας ἐκ πάντων τῶν ἐνταῦθα καὶ καρδία ἐπιστρέψασα τελείως τὴν ἑαυτῆς ὅρασιν εἰς τὴν ἐπιπόθησιν ἐκείνης τῆς ἐλπίδος τῶν μελλόντων. Ὁ δὲ ἀφωρισμένος ἐκ τούτων σύμμικτον σπόρον σπείρει ἐν τῷ ἑαυτοῦ σπόρῳ, κατὰ τὸν ζευγνύοντα ζεῦγος ἐν βοΐ καὶ ὄνῳ ὁμοῦ. Καὶ πάλιν ἠρωτήθη, πῶς δύναται τὶς κτήσασθαι τὴν ταπείνωσιν; Καὶ εἶπεν· Ἐν τῇ ἀδιαλείπτῳ μνήμῃ τῶν παραπτωμάτων καὶ ἐν ἐλπίδι προσεγγιζούσῃ θανάτῳ καὶ ἐν ἐσθῆτι εὐτελεῖ καὶ ἐν παντὶ καιρῷ προκρίνειν τὸν ἔσχατον τόπον καὶ ἐν παντὶ πράγματι ἐπιτρέχειν τοῖς ἔργοις τοῖς ἐλαχίστοις καὶ καθυβρισμένοις καὶ τῷ μὴ εἶναι ἀνήκοον, καὶ ἐν τῇ ἀδιαλείπτῳ σιωπῇ καὶ τῷ μὴ ἀγαπᾶν συναντῆσαι ταῖς συνάξεσι, καὶ τῷ θέλειν ἑαυτὸν ἀγνώριστον καὶ ἀψήφιστον, καὶ ἐν τῷ μὴ κατέχειν τινὰ τῶν πραγμάτων ἐν ἰδιοῤῥυθμία παντελεῖ, καὶ τῷ μισεῖν τὴν ὁμιλίαν τῶν πολλῶν προσώπων καὶ τῷ μὴ ἀγαπᾶν τὰ κέρδη. Καὶ μετὰ ταῦτα, τῷ ὑπεραίρειν τὴν ἑαυτοῦ διάνοιαν ἐκ πάσης μέμψεως καὶ ἐγκλήσεως παντὸς ἀνθρώπου καὶ τῆς ζηλοτυπίας - καὶ τῷ μὴ εἶναι τὴν χεῖρα αὐτοῦ κατὰ πάντων καὶ ἡ χεὶρ τῶν πάντων κατ’ αὐτοῦ, ἀλλ’ ἐν τοῖς ἑαυτοῦ μόνος μεμονωμένος καὶ τῷ μὴ λαβεῖν μέριμναν τινὸς ἐν τῷ κόσμῳ, πλὴν ἑαυτοῦ, καὶ τὸ σύντομον, ἡ ξενιτεία καὶ ἡ πτωχεία καὶ ἡ τῆς μονώσεως διαγωγή, ταῦτα τίκτουσι τὴν ταπείνωσιν καὶ καθαρίζουσι τὴν καρδίαν.

Τῶν δὲ φθασάντων τὴν τελειότητα τοῦτο ἐστὶ τὸ τεκμήριον. Ἐὰν καθ’ ἡμέραν δεκάκις εἰς καῦσιν παραδοθῶσιν ὑπὲρ τῆς ἀγάπης τῶν ἀνθρώπων, οὐ κορέννυνται ἐκ τούτων. Καθάπερ εἶπεν ὁ Μωϋσής τῷ Θεῷ· «εἰ μὲν ἁφῆς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μή, ἐξάλειψον κάμε ἐκ τῆς βίβλου, ἧς ἔγραψας». Καὶ καθὼς ὁ μακάριος Παῦλος, «ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου», καὶ τὰ ἑξῆς. Καὶ πάλιν, «νῦν χαίρω ἐν ταῖς θλίψεσιν ὑπὲρ ὑμῶν τῶν ἐθνῶν». Καὶ οἱ λοιποὶ δὲ Ἀπόστολοι ἀντὶ τοῦ πόθου τῆς ζωῆς τῶν ἀνθρώπων ἐδέξαντο θάνατον ἐν παντοίοις τρόποις.

Τέλος δὲ τούτων πάντων ὁμοῦ ὁ Θεὸς καὶ Κύριος, διὰ πόθον τῆς κτίσεως τὸν ἑαυτοῦ Υἱὸν διὰ σταυροῦ εἰς θάνατον παρέδωκεν «οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ ἑαυτοῦ Υἱὸν δοῦναι εἰς θάνατον ὑπὲρ αὐτοῦ». Οὐχ ὅτι οὐκ ἠδύνατο ἐν ἄλλῳ τρόπῳ λυτρώσασθαι ἡμᾶς, ἀλλὰ τὴν ἀγάπην ἑαυτοῦ τὴν ὑπερβάλλουσαν ἐν τούτῳ εὑρέθη διδάσκων ἡμᾶς. Καὶ ἐν τῷ θανάτῳ τοῦ μονογενοῦς ἑαυτοῦ Υἱοῦ προσήγγισεν ἡμᾶς πρὸς ἑαυτόν. Καὶ εἰ εἶχε τιμιώτερον αὐτοῦ, ἔδωκεν ἂν ἡμῖν, ὅπως ἐν αὐτῷ εὑρέθη αὐτῷ τὸ γένος ἡμῶν. Καὶ διὰ τὴν ἀγάπην αὐτοῦ τὴν πολλὴν οὐκ εὐδόκησε τὴν ἐλευθερίαν ἡμῶν βιάσασθαι, κἂν δυνατὸς ἦ ποιῆσαι, ἀλλὰ τῇ ἀγάπῃ τοῦ φρονήματος ἡμῶν πλησιάσαι αὐτῷ. Καὶ αὐτὸς ὁ Χριστὸς ὑπήκουσε τῷ Πατρὶ αὐτοῦ, διὰ τὴν ἀγάπην αὐτοῦ τὴν πρὸς ἡμᾶς, τοῦ δέξασθαι καθ’ ἑαυτοῦ τὴν ὕβριν καὶ τὴν λύπην ἐν χαρᾷ, καθὼς λέγει ἡ Γραφῇ «ἄντί τῆς χαρᾶς ἧς εἶχεν, ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας». Διὰ τοῦτο εἶπεν ὁ Κύριος ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο· «τοῦτο τὸ σῶμα μου τὸ ὑπὲρ τοῦ κόσμου διδόμενον εἰς ζωήν, καὶ τοῦτο αἷμα μου τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν». Καὶ ὑπὲρ ἡμῶν φησὶ πάλιν «ἐγὼ ἁγιάζω ἐμαυτόν».

Οὕτω καὶ πάντες οἱ ἅγιοι ταύτην τὴν τελειότητα φθάνουσιν, ὅταν τέλειοι γένωνται, καὶ τῷ Θεῷ ἀφομοιῶνται ἐν τῷ ὑπερεκβλύζειν τὴν ἀγάπην αὐτῶν καὶ τὴν φιλανθρωπίαν εἰς πάντας. Καὶ τοῦτο τὸ σημεῖον ζητοῦσιν ἑαυτοῖς οἱ ἅγιοι ἀφομοιωθῆναι τῳ Θεῷ, ἐν τῷ τελειωθῆναι τῷ ποθῶ τοῦ πλησίον. Οὕτω καὶ οἱ πατέρες ἡμῶν οἱ μονασταί ἐποίουν, ὅταν πρὸς ἐκείνην τὴν τελειότητα καὶ ὁμοίωσιν, τὴν πλήρη ζωῆς τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἐν ἑαυτοῖς ἐλάμβανον πάντοτε.

Μακάριος, φασίν, Ἀντώνιος, οὐδέποτε ἔκρινε καθ’ ἑαυτὸν ποιῆσαι τι ὠφελοῦν αὐτὸν πλέον τοῦ πλησίον αὐτοῦ, ὅτι εἶχε τὴν ἐλπίδα ταὐτήν, ὅτι τὸ κέρδος τοῦ πλησίον αὐτοῦ, ἐστὶν αὐτῷ ἐργασίᾳ ἀρίστῃ.

Καὶ πάλιν ἐῤῥέθη περὶ τοῦ Ἀββᾶ Ἀγάθωνος, ὡς ἔλεγεν ὅτι· Ἤθελον εὑρεῖν λωβὸν καὶ λαβεῖν τὸ σῶμα αὐτοῦ καὶ δοῦναι αὐτῷ τὸ ἐμόν. Εἶδες ἀγάπην τελείαν; Καὶ ἕως πάλιν εἰς ὅπερ ἔξωθεν αὐτοῦ ἦν, οὐκ ἔφερε μὴ ἀναπαῦσαι τὸν πλησίον αὐτοῦ. Καὶ πάλιν εἶχε σμιλίον καὶ εἰσελθὼν ἀδελφὸς πρὸς αὐτὸν καὶ ἐπιθυμήσας αὐτοῦ, οὐκ ἀφῆκεν αὐτὸν ἐξελθεῖν ἐκ τοῦ κελλίου αὐτοῦ χωρὶς αὐτοῦ. Καὶ τὰ λοιπὰ τὰ γραφέντα περὶ τῶν τοιούτων.

Καὶ τὶ λέγω ταῦτα; Πολλοὶ ἐξ αὐτῶν τοῖς θηρίοις καὶ τῷ ξίφει καὶ τῷ πυρὶ παρέδωκαν τὰ σώματα ἑαυτῶν διὰ τὸν πλησίον. Οὐδεὶς δύναται ἐλθεῖν εἰς τὴν τάξιν ταύτης τῆς ἀγάπης, εἰ μὴ τὶς αἰσθηθῆ κρυπτῶς τῆς ἑαυτοῦ ἐλπίδος, καὶ οὐ δύνανται κτήσασθαι τὴν ἀγάπην τῶν ἀνθρώπων οἱ ἀγαπῶντες τοῦτον τὸν κόσμον. Ὅταν τις κτήσηται τὴν ἀγάπην, αὐτὸν τὸν Θεὸν ἐνδύεται μετ’ αὐτῆς. Ἀνάγκη δὲ τὸν κτησάμενον τὸν Θεὸν μὴ πεισθῆναι κτήσασθαι μετ’ αὐτοῦ τι, ἀλλὰ καὶ τὸ σῶμα ἑαυτοῦ ἀποδύσασθαι. Ἐὰν δὲ τὸν κόσμον τοῦτον ἐνδύσηται καὶ τὴν ζωὴν ταὐτὴν ἐν τῷ πόθῳ αὐτοῦ, οὐ μὴ ἐνδύσηται τὸν Θεόν, ἕως οὐκ ἁφὴ αὐτά. Αὐτὸς γὰρ ταῦτα ἐμαρτύρησεν «εἰ τις, λέγων, οὐκ ἀφίησι πάντα καὶ μισεῖ τὴν ἑαυτοῦ ψυχήν, μαθητὴς ἐμοὶ γενέσθαι οὐ δύναται». Καὶ οὐχὶ μόνον τὸ ἀφεῖναι, ἀλλὰ καὶ μισῆσαι αὐτά. Καὶ εἰ τις οὐ δύναται μαθητὴς αὐτοῦ γενέσθαι, πῶς οἰκήσει ἐν αὐτῷ;

Ἐρώτησις. Διατὶ ἢ ἐλπὶς οὕτως ἡδεῖα καὶ ἡ διαγωγὴ αὐτῆς καὶ τὰ ἔργα αὐτῆς ἐλαφρὰ καὶ ταχέως τὰ ἔργα αὐτῆς τῇ ψυχῇ γίνεται;

Ἀπόκρισις. Διὰ τὸ τὴν ἐπιπόθησιν τὴν φυσικὴν ἐξυπνισθῆναι ἐν τῇ ψυχῇ καὶ ποτίσαι αὐτοὺς τὸ ποτήριον τοῦτο καὶ μεθῦσαί αὐτούς. Καὶ παρὰ τοῦτο ἐκ τῆς ὥρας ἐκείνης οὐκ ἔτι τοῦ κόπου αἰσθάνονται, ἀλλὰ ἀναίσθητοι τῶν θλίψεων γίνονται καὶ ἐν παντὶ δρόμῳ τῆς πορείας αὐτῶν οὕτω νομίζουσιν, ὡς εἶναι αὐτοὺς ποιοῦντας τὴν πορείαν ἐν τῷ ἀέρι, καὶ οὐχὶ ἐν τῷ βαδίσματι τῷ ἀνθρωπίνῳ, ἐν τῷ μὴ ὁρᾶσθαι ὑπ’ αὐτῶν τὴν σκληρότητα τῆς ὁδοῦ καὶ μὴ γενέσθαι κατ’ ἐνώπιον αὐτῶν βουνοὺς καὶ χειμάῤῥους, καὶ ἔσται αὐτοῖς τὰ τραχέα εἰς ὁδοὺς λείας, καὶ τὰ ἑξῆς, καὶ διὰ τὸ ἐν πάσῃ ὥρᾳ προσέχειν τῷ κόλπῳ τοῦ Πατρὸς αὐτῶν.

Καὶ αὕτη ἢ ἐλπὶς ὡς ἐν δακτύλῳ δεικνύει αὐτοῖς ἐν πάσῃ ῥοπῇ τὰ μακρὰν ὄντα καὶ ἀόρατα, ὡσανεὶ ἐν αὐτοῖς καθορῶσι παραβολικῶς ἐν τῷ ὀφθαλμῷ τῷ κρυπτῷ τῆς πίστεως. Καὶ διὰ τὸ πυρωθῆναί τὰ μέρη τῆς ψυχῆς, ὡς ἐν πυρί, ἐν τῷ πόθῳ τῶν μακρὰν ὄντων καὶ τὰ ἀπόντα ὡς παρόντα αὐτοῖς λογισθῆναι. Ἐκεῖσε οὖν ἐκτείνεται πᾶν διάστημα τῶν λογισμῶν αὐτῶν, καὶ τὸ πότε φθάσωσιν ἀεὶ ἐπείγονται.

Καὶ ὅτε προσεγγίζουσι πρὸς ἑκάστην ἀρετὴν τοῦ ἐνεργῆσαι αὐτήν, οὐχὶ μερικῶς ἐνεργοῦσιν αὐτήν, ἀλλὰ περιεκτικῶς ὅλας ἐξ ὅλου ἐφάπαξ ἐνεργοῦσι. Διότι τὴν πορείαν αὐτῶν οὐχὶ ἐν τῇ βασιλικῇ ὁδῷ ποιοῦνται, καθὼς πάντες, ἀλλὰ τρίβους συντόμους ἐκλέγονταί οὗτοι οἱ γίγαντες ἑαυτοῖς, ἐν αἷς ἔκδηλοι τίνες πορεύονται συντόμως πρὸς τὰς μονάς. Διότι αὕτη ἡ ἐλπὶς πυροὶ αὐτοὺς ὡς ἐν πυρί, καὶ οὐ δύνανται ἠρεμῆσαι ἐκ τοῦ σφοδροῦ δρόμου τοῦ διηνεκοῦς ἐν τῇ χαρᾷ αὐτῶν. Καὶ γίνεται αὐτοῖς καθὼς καὶ ἐν τῷ μακαρίῳ Ἱερεμία; «εἶπα γὰρ φησὶν οὐ μὴ μνησθῶ αὐτοῦ, οὐδ’ οὐ μὴ λαλήσω τῷ ὀνόματι αὐτοῦ. Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλογίζον καὶ εἰσδῦνον ἐν τοῖς ὀστέοις μου». Οὕτω γίνεται ἐν ταῖς καρδίαις αὐτῶν ἡ μνήμη τοῦ Θεοῦ, τῶν ἐν τῇ ἐλπίδι τῶν ἐπαγγελιῶν αὐτοῦ μεθυόντων.

Αἱ τρίβοι αἱ σύντομοι τῶν ἀρετῶν αἱ περιεκτικαὶ εἰσιν ἀρεταί, διὰ τὸ μὴ ἔχειν αὐτὰς μακρὸν διάστημα ἐν ταῖς τρίβοις ταῖς πολλαῖς τῆς πολιτείας ἐξ ἐκείνης πρὸς ταὐτήν, οὐδὲ τόπον καὶ καιρὸν καὶ σκορπισμὸν ἐκδέχονται, ἀλλ’ εὐθέως ἵστανται καὶ πληροῦσιν αὐτά.

Ἐρώτησις. Τὶ ἐστὶν ἀπάθεια ἡ ἀνθρωπίνη;

Ἀπόκρισις. Ἀπάθεια, οὐχὶ τὸ μὴ αἰσθηθῆναι τῶν παθῶν ἐστίν, ἀλλὰ τὸ μὴ δέξασθαι αὐτά, ἐκ τῶν πολλῶν καὶ ποικίλων ἀρετῶν, ὧν ἐκτήσαντο, τῶν φανερῶν καὶ κρυπτῶν, καὶ ἠσθένησαν ἐν αὐτοῖς τὰ πάθη καὶ οὐ δύνανται εὐχερῶς ἐπαναστῆναι κατὰ τῆς ψυχῆς. Καὶ ἡ διάνοια οὐ χρῄζει πάντοτε προσέχειν αὐτοῖς· διότι ἐν παντὶ καιρῷ πεπληρωμένῃ ἐστὶν ἐν τοῖς νοήμασιν αὐτῆς ἐκ τῆς μελέτης καὶ τῆς ὁμιλίας τῶν ἀρίστων τρόπων, τῶν ἐν τῇ συνέσει κινουμένων ἐν τῷ νοΐ. Καὶ ὅταν ἄρξωνται τὰ πάθη κινεῖσθαι, ἐξαίφνης ἁρπάζεται ἡ διάνοια ἐκ τῆς ἐγγύτητος αὐτῶν ἐν συνέσει τινι παρακυψάση ἐν τῷ νοΐ καὶ ἀπολιμπάνονται αὐτῷ τὰ πάθη ὡς ἀργά.

Καθάπερ εἶπεν ὁ μακάριος Μᾶρκος, νοῦς ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ τὰς πράξεις τῶν ἀρετῶν πληρῶν καὶ τῇ γνώσει πλησιάσας ὀλίγον αἰσθάνεται ἐκ τοῦ μέρους τοῦ κακοῦ καὶ ἀνοήτου τῆς ψυχῆς. Ἡ γνῶσις γὰρ αὐτοῦ ἁρπάζεται εἰς τὸ ὕψος καὶ ἀπαλλοτριοῖ αὐτὸν ἀπὸ πάντων τῶν ἐν τῷ κόσμῳ. Καὶ διὰ τὴν ἐν αὐτοῖς ἁγνείαν καὶ τὴν λεπτότητα καὶ ἐλαφρότητά καἰ ὀξύτητα τοῦ νοὸς αὐτῶν καὶ διὰ τὴν ἄσκησιν πάλιν αὐτῶν, καθαρίζεται αὐτῶν ὁ νοῦς καὶ διαυγὴς ἀποδείκνυται, διὰ τὸ τὴν σάρκα αὐτῶν ξηρανθῆναι, καὶ ἐκ τῆς σχόλης τῆς ἡσυχίας καὶ τῆς πολλῆς διαμονῆς τῆς ἐν αὐτῇ εὐκόλως καὶ ταχέως ἐπιτίθεται ἑκάστῳ καὶ ὁδηγεῖ αὐτοὺς ἡ θεωρία ἡ ἐν αὐτοῖς πρὸς ἔκπληξιν τὴν παρ’ αὐτῇ. Καὶ ἐν τούτῳ πολλοστὸν πληθύνονται ταῖς θεωρίαις καὶ οὐδέποτε ὑστερεῖ ὕλης συνέσεως ἡ διάνοια αὐτῶν καὶ οὐδὲ ἐκτὸς ἐκείνων ποτέ, ὧν τοῦ Πνεύματος ὁ καρπὸς ἐμποιεῖ αὐτοῖς, διαγίνονται.

Καὶ ἐν τῇ συνηθείᾳ τῇ πολυχρονίῳ ἐξαλείφονται αἱ μνῆμαι ἐκ τῆς καρδίας αὐτῶν, αἵτινες κινοῦσι τὰ πάθη ἐν τῇ ψυχῇ, καὶ ἡ ἰσχὺς τῆς ἐξουσίας τοῦ διαβόλου. Ὅταν γὰρ ἡ ψυχὴ μὴ ἐταιρειάση μετὰ τῶν παθῶν ἐν τῇ μελέτῃ ἐν αὐτοῖς, διὰ τὸ εἶναι αὐτὴν ἐξ ἄλλης φροντίδας κεκρατημένην ἀδιαλείπτως, οὐ δύναται ἡ ἰσχὺς τῶν ὀνύχων τῶν παθῶν κατακρατῆσαι τῶν αἰσθήσεων αὐτῆς τῶν πνευματικῶν.

Ἐρώτησις. Τίνα εἰσὶ τὰ ἐξαίρετα τῆς ταπεινώσεως;

Ἀπόκρισις. Καθάπερ ἡ οἴησις διασκορπισμὸς ἐστὶ τῆς ψυχῆς ἐν τῇ φαντασίᾳ αὐτῆς τῇ μετεωριζούση αὐτήν, καὶ οὐκ ἀναχαιτίζουσι αὐτὴν πτερωθῆναι ἐν νεφέλαις τῶν λογισμῶν αὐτῆς, ὥστε κυκλῶσαι ἐν πάσῃ τῇ κτίσει, οὕτω καὶ ἡ ταπείνωσις συνάγει αὐτὴν ἐν ἡσυχίᾳ καὶ συνάπτεται ἐντὸς ἑαυτῆς ἡ ψυχή. Καὶ καθάπερ ψυχὴ οὐκ ἐστὶ γνωστὴ οὐδὲ τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατή, οὕτως ὁ ταπεινόφρων οὐ γινώσκεται μεταξὺ τῶν ἀνθρώπων. Καὶ ὥσπερ ψυχὴ ἐντὸς τοῦ σώματος κεκρυμμένη ἐστὶν ἐκ τῆς θεωρίας καὶ τῆς μίξεως τῆς μετὰ πάντων ἀνθρώπων, οὕτως ὁ ἀληθινὸς ταπεινόφρων οὐχὶ μόνον οὐ θέλει βλέπεσθαι καὶ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων, διὰ τὸν ἀφορισμὸν αὐτοῦ καὶ τὴν ἐκ πάντων ἀπορίαν, ἀλλὰ τοῦτο ἐστὶ τὸ θέλημα αὐτοῦ εἰ δυνατόν, καὶ αὐτὸν ἀφ’ ἑαυτοῦ βαπτίζειν ἑαυτὸν ἐντὸς ἑαυτοῦ καὶ εἰσοικίζειν καὶ εἰσέρχεσθαι ἐν ἡσυχίᾳ καὶ καταλείψαι τὰ νοήματα αὐτοῦ τὰ πρῶτα μετὰ τῶν αἰσθήσεων αὐτοῦ ὅλα ἐξ ὅλου καὶ γενέσθαι ὡς τίνα οὐκ ὄντα ἐν τῇ κτίσει καὶ οὐκ ἐλθόντα εἰς τὸ εἶναι καὶ μηδὲ τῇ ἑαυτοῦ ψυχῇ ὄντα παντελῶς γινωσκόμενον. Καὶ ὅσον ἐστὶν ὁ τοιοῦτος κεκρυμμένος καὶ τεθησαυρισμένος καὶ κεχωρισμένος ἐκ τοῦ κόσμου, ὅλος πρὸς τὸν ἑαυτοῦ Δεσπότην γίνεται.

Ὁ ταπεινόφρων οὐκ ἀναπαύεται ποτὲ ἰδεῖν τὰ συναθροίσματα καὶ τὴν σύγχυσιν τῶν ὄχλων καὶ τὸν σεισμὸν καὶ τὰς φωνὰς καὶ τὸν πλατυσμὸν καὶ τὴν μέριμναν καὶ τὴν τρυφήν, ἐξ ἧς ἡ ἀκρασία οὐδὲ εἰς τοὺς λόγους καὶ εἰς τὰς συντυχίας καὶ φωνὰς καὶ εἰς τὸν διασκορπισμὸν τῶν αἰσθήσεων, ἀλλὰ πλέον πάντων προκρίνει τὸ ἀφειδιᾶσαι ἑαυτὸν ἐν ἡσυχίᾳ μεμονωμένον καὶ κεχωρισμένον ἀπὸ πάσης κτίσεως, φροντίζοντα ἑαυτοῦ ἐν χώρᾳ ἡσύχῳ. Καὶ ἐν πᾶσιν ἡ σμικρότης καὶ ἡ ἀκτημοσύνη καὶ ἡ χρεία καὶ ἡ πτωχεία ποθητὰ εἰσὶ πρὸς αὐτόν, ἤπερ ἐν πράγμασι πολλοῖς καὶ ἔργοις εἶναι ἒπ’ ἀλλήλοις, ἀλλ’ ἐν παντὶ καιρῷ ἐν εὐκαιρίᾳ καὶ ἀμεριμνίᾳ στῆναι, χωρὶς συγχύσεως τῶν ἐνταῦθα, ἵνα μὴ ἐξέλθωσιν οἱ λογισμοὶ αὐτοῦ ἔξωθεν αὐτοῦ. Ὅτι πεπεισμένος ἐστίν, ὅτι, ἐὰν εἰς τὰ πολλὰ πέσῃ, ἐκτὸς συγχύσεως τῶν λογισμῶν γενέσθαι οὐ δύναται ὅτι τὰ πολλὰ πράγματα πολλαὶ μέριμναι εἰσί, καὶ συναγωγὴ ἐστὶ λογισμῶν ποικίλων καὶ συνθέτων.

Καὶ ἐξέρχεται ἐκ τοῦ εἶναι αὐτὸν ὑψηλότερον τῶν μεριμνῶν τῶν γηίνων ἐν τῇ εἰρήνῃ τῶν ἑαυτοῦ λογισμῶν, χωρὶς τῶν μικρῶν χρειῶν τῶν ἐν ἀνάγκη οὐσῶν, καὶ τῆς διανοίας τῆς λαβούσης φροντίδα μονογενῆ ἐν τοῖς λογισμοῖς ἑαυτῆς τοῖς ἀρίστοις. Ἐὰν δὲ κωλυθῆναι αὐτὸν ἐκ τῶν λογισμῶν τῶν ἀρίστων μὴ ἀφῶσιν αἰ χρείαι, ἔρχεται εἰς τὸ βλάπτεσθαι καὶ βλάπτειν. Ἐντεῦθεν ἀνοίγεται θύρα τοῖς πάθεσι καὶ ἀπέρχεται ἡ γαλήνη τῆς διακρίσεως καὶ φεύγει ἡ ταπείνωσις καὶ κλείεται ἡ θύρα τῆς εἰρήνης. Διὰ ταῦτα οὖν πάντα λοιπὸν ἀδιαλείπτως ἑαυτὸν φυλάττει ἐκ τῶν πολλῶν, καὶ ἐν παντὶ καιρῷ εὑρίσκει ἑαυτὸν ἐν γαλήνη καὶ ἀναπαύσει καὶ ἐν εἰρήνη καὶ ἐπιεικείᾳ καὶ εὐλαβείᾳ.

Ἐν ταπεινόφρονι ποτὲ οὐκ ἐστὶ κατέπειξις καὶ ταχύτης καὶ σύγχυσις, οὐδὲ νοήματα θερμὰ καὶ κούφα, ἀλλ’ ἐν παντὶ καιρῷ ἐν ἀναπαύσει ἐστὶ καταλύων. Ἐὰν κολληθῇ ὁ οὐρανὸς τῇ γῇ, ὁ ταπεινόφρων οὐ θροεῖται. Οὐχὶ πᾶς ἡσύχιος ταπεινόφρων, ἕκαστος δὲ ταπεινόφρων, καὶ ἡσύχιος. Ταπεινόφρων μὴ ὧν, συνεσταλμένος οὐκ ἔστι συνεσταλμένους δέ, μὴ ὄντας ταπεινόφρονας, πολλοὺς εὑρήσεις. Τοῦτο ἐστὶν ὅπερ εἶπεν ὁ Κύριος, ὁ πραΰς καὶ ταπεινός· «μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶος εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Ὁ ταπεινόφρων ἐν παντὶ καιρῷ ἐν ἀναπαύσει ἐστίν, ὅτι οὐκ ἐστὶ τι κινοῦν ἢ θροοῦν τὴν διάνοιαν αὐτοῦ. Καὶ ὥσπερ οὐ δύναται τὶς πτοῆσαι ὄρος, οὕτως οὐ πτοεῖται ἡ διάνοια αὐτοῦ. Καὶ εἰ δυνατὸν ῥηθῆναι, καὶ ἴσως οὐκ ἄτοπον ἐστὶ τοῦτο εἰπεῖν, ὅτι ὁ ταπεινόφρων ἐκ τοῦ κόσμου τούτου οὐκ ἐστὶν ὅτι οὔτε ἐν ταῖς λύπαις θροεῖται καὶ ἀλλοιοῦται, οὔτε ἐν εὐφροσύναις θαυμάζεται καὶ ἐξαπλοῦται, ἀλλ’ ὅλη ἡ εὐφροσύνη αὐτοῦ καὶ ἡ ἀγαλλίασις ἡ ἀληθινὴ ἐν τοῖς τοῦ Δεσπότου αὐτοῦ ἐστίν.

Ἀκολουθεῖ δὲ τῇ ταπεινοφροσύνῃ ἡ ἐπιείκεια καὶ τὸ συνάξαι ἑαυτόν, ὅπερ ἐστὶν ἡ σωφροσύνη τῶν αἰσθήσεων, φωνὴ σύμμετρος, σμικρολογία, ἑαυτοῦ καταφρόνησις, ἐσθὴς εὐτελής, βάδισμα οὐ σεσοβημένον, τὸ προσέχειν κάτω, τὸ ὑπερέχειν ἐν ἐλεημοσύνῃ, ταχύτης δακρύων, μεμονωμένη ψυχή, καρδία συντετριμμένη, ἀκινησία θυμοῦ, αἰσθήσεις ἀσκόρπιστοι, σμικρότης πραγμάτων, σμικρότης ἐν πάσῃ χρείᾳ, τὸ βαστάξαι, ἡ ὑπομονῇ, τὸ μὴ πτοεῖσθαι, ἡ ἰσχυρότης τῆς καρδίας ἡ τικτομένη ἐκ τοῦ μίσους τῆς χρονικῆς ζωῆς, ἡ ὑπομονῇ τῶν πειρασμῶν, ἔννοιαι βαρεῖαι καὶ οὐκ ἐλαφραί, σβέσις λογισμῶν, φυλακὴ τῶν μυστηρίων τῆς σωφροσύνης, ἡ αἰδώς, ἡ εὐλάβεια, καὶ ὑπὲρ πάντα ταῦτα, τὸ ἡσυχάσαι πάντοτε, τὸ τὴν ἀγνωσίαν ἀεὶ προσκαλεῖσθαι.

Τῷ ταπεινόφρονι ποτὲ οὐκ ἀνάγκη ἀπαντᾷ ποιοῦσα αὐτὸν ταραχθῆναι ἢ συγχυθῆναι. Ὁ ταπεινόφρων ὅταν ποτὲ μόνος γένηται, αἰδεῖται ἐξ αὐτοῦ. Ἐγὼ θαυμάζω, ὅτι ἐὰν ᾗ τὶς ταπεινόφρων ἐν ἀληθείᾳ, οὐ τολμήσει τοῦ προεύξασθαι τῷ Θεῷ, ὁπόταν προσέγγιση τῇ εὐχῇ, ἢ τοῦ ἀξιωθῆναι αὐτῆς ἢ αἰτήσασθαι τὶ ἄλλο, ἢ γινώσκει τὶ εὔχεται, ἀλλὰ μόνον σιωπὰ ἐν ταῖς πάσαις ταῖς ἑαυτοῦ εὐνοίας, προσδοκῶν μόνον τὸ ἔλεος. Καὶ ποῖον ἄρα θέλημα ἐξέλθῃ περὶ αὐτοῦ ἐκ προσώπου τῆς μεγαλωσύνης τῆς προσκυνητῆς, ἡνίκα τὸ πρόσωπον κλίνει αὐτοῦ εἰς τὴν γῆν καὶ ἡ θεωρία ἡ ἔσω τῆς καρδίας αὐτοῦ ἐπηρμένη ἐπὶ τὴν πύλην τὴν ἁγίαν τῶν ἁγίων τὴν ὑψηλήν, ἔνθα ἐστὶν ἐκεῖνος, οὗτινος ὁ γνόφος σκήνωμα, ὁ ἀμβλύνων τὰ ὄμματα τῶν Σεραφίμ, καὶ ἡ ἀρετὴ αὐτοῦ κατεπείγει τοὺς λεγεῶνας τῆς χοροστασίας αὐτῶν καὶ σιωπὴν ἐπιχέων ἐπὶ πᾶσι τοῖς τάγμασιν αὐτῶν.

Καὶ ἕως τούτου μόνου τολμᾷ εἰπεῖν καὶ προσεύξασθαί· «Κατὰ τὸ θέλημα σου Κύριε, οὕτω γενέσθω ἐν ἐμοί».

Καὶ ἡμεῖς τοῦτο λέγωμεν εἰς ἡμᾶς. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΠΒ’ - Περὶ τοῦ ὅτι ἀκόπως εἰσέρχεται ἡ ψυχὴ πρὸς κατανόησιν τῆς σοφίας τοῦ Θεοῦ καὶ τῶν κτισμάτων Αὐτοῦ, ἐὰν ἡσυχάσῃ ἀπὸ τὲ τοῦ κόσμου καὶ τῶν μεριμνῶν τῶν βιωτικῶν. Τότε γὰρ δύναται γνῶναι ἑαυτῆς καὶ οὓς ἔχει ἔσωθεν κεκρυμμένους θησαυροὺς
Προηγούμενο: ΛΟΓΟΣ Π’ - Περιέχων ἡμερήσιον ἀναγκαιότατον ὑπόμνημα καὶ πάνυ χρησιμώτατον τῷ καθημένῳ ἐν τῷ κελλίῳ αὐτοῦ καὶ ἑαυτῷ μόνῳ προσέχειν αἱρουμένῳ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος