Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΠΓ’ - Περὶ ψυχῆς καὶ παθῶν καὶ νοὸς καθαρότητος κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Προηγούμενο: ΛΟΓΟΣ ΠΑ — Περὶ διαφορᾶς ἀρετῶν καὶ περὶ τελειότητος παντὸς δρόμου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΠΒ’ - Περὶ τοῦ ὅτι ἀκόπως εἰσέρχεται ἡ ψυχὴ πρὸς κατανόησιν τῆς σοφίας τοῦ Θεοῦ καὶ τῶν κτισμάτων Αὐτοῦ, ἐὰν ἡσυχάσῃ ἀπὸ τὲ τοῦ κόσμου καὶ τῶν μεριμνῶν τῶν βιωτικῶν. Τότε γὰρ δύναται γνῶναι ἑαυτῆς καὶ οὓς ἔχει ἔσωθεν κεκρυμμένους θησαυροὺς

Ὅταν μὴ εἰσέλθωσιν ἔξωθεν μέριμναι βιωτικαὶ ἐπὶ τὴν ψυχήν, ἀλλὰ μείνῃ ἐπὶ τὴν φύσιν αὐτῆς, οὐ χρονίζει κοπιάσαι τοῦ εἰσελθεῖν καὶ κατανοῆσαι τὴν σοφίαν τοῦ Θεοῦ· ὅτι ὁ χωρισμὸς αὐτῆς ὁ ἐκ τοῦ κόσμου καὶ ἡ ἡσυχία αὐτῆς φυσικῶς κινοῦσιν αὐτὴν πρὸς κατανόησιν τῶν κτισμάτων τοῦ Θεοῦ, καὶ ἐκ τούτου ὑψοῦται πρὸς τὸν Θεὸν καὶ ἐκπλήττεται θαυμάζουσα καὶ παραμένει τῷ Θεῷ. Ὅταν γὰρ μὴ εἰσέλθῃ ὕδωρ ἔξωθεν ἐπὶ τὴν πηγὴν τῆς ψυχῆς, τὸ ὕδωρ τὸ βρύον τὸ φυσικὸν ἐν αὐτῇ νοήματα βλαστάνει ἐν αὐτῇ τῶν θαυμάσιων τοῦ Θεοῦ διαπαντός.

Ὅταν δὲ εὑρεθῇ ἡ ψυχὴ ἐκτὸς τούτων, ἢ τίνα αἰτίαν ἐκ τίνος ἀλλοτρίας μνήμης ἔλαβεν ἢ αἱ αἰσθήσεις ἐκίνησαν κατ’ αὐτῆς ταραχὴν ἐκ τῆς ἀπαντήσεως τῶν πραγμάτων. Ὅταν δὲ συγκλεισθῶσιν αἱ αἰσθήσεις τῇ ἡσυχίᾳ καὶ μὴ ἐκπηδῆσαι συγχωρηθῶσι καὶ παλαιωθῶσιν αἱ μνῆμαι τῇ ταύτης βοηθείᾳ, τότε θέαση τοὺς φυσικοὺς λογισμοὺς τῆς ψυχῆς, τὶ εἰσὶ καὶ τὶ ἐστὶν ἡ φύσις τῆς ψυχῆς, καὶ ποίους θησαυροὺς κεκρυμμένους ἔχει ἐν ἑαυτῇ. Οἱ δὲ θησαυροὶ εἰσίν, ἡ κατανόησις τῶν ἀσωμάτων, ἡ κινουμένη ἐν ἑαυτῇ ἀφ’ ἑαυτῆς χωρὶς προνοίας καὶ κόπου τοῦ ὑπὲρ αὐτῆς. Οὐκ ἐπίσταται δὲ ὁ ἄνθρωπος, ὅτι τοιοῦτοι λογισμοὶ κινοῦνται ἐν τῇ ἀνθρωπίνῃ φύσει. Τὶς γὰρ ἦν αὐτοῦ διδάσκαλος, ἢ πῶς αὐτὸ κατέλαβεν, ὅπερ καὶ νοηθὲν ἀδύνατον ἄλλοις σαφηνισθῆναι, ἢ τὶς ἦν αὐτῷ ὁδηγὸς πρὸς ὅπερ παρ’ ἄλλου μηδαμῶς μεμάθηκε;

Τοιαύτη τὶς ἐστὶν ἡ φύσις τῆς ψυχῆς. Οὐκοῦν τὰ πάθη προσθήκη ἐστὶν ἐξ αἰτίας ψυχικῆς ἐπεὶ φυσικῶς ἀπαθὴς ἐστὶν ἡ ψυχή. Ὅταν δὲ ἀκούσῃς ἐν τῇ Γραφὴ πάθη ψυχικὰ καὶ σωματικά, γνῶθι, ὅτι πρὸς τὰς αἰτίας εἴρηται. Ἡ γὰρ ψυχὴ φυσικῶς ἀπαθὴς ἐστίν. Οἱ δὲ τῆς ἔξω φιλοσοφίας οὐ παραδέχονται τοῦτο, ὁμοίως δὲ καὶ οἱ τούτοις ἀκόλουθοι. Ἀλλ’ ἡμεῖς οὕτω πιστεύομεν, ὅτι ὁ Θεὸς τὸν κατ’ εἰκόνα ἀπαθῆ πεποίηκε κατ’ εἰκόνα δὲ λέγω, οὐ κατὰ τὸ σῶμα, ἀλλὰ κατὰ τὴν ψυχήν, ἥτις ἐστὶν ἀόρατος. Πᾶσα γὰρ εἰκὼν ἐκ προϋποκειμένης εἰκόνος ἀνιμᾶται, ἀδύνατον δὲ τίνα παραστῆσαι εἰκόνα, μὴ προθεαθέντος αὐτῷ ὁμοιώματος. Ὥστε δεῖ πιστεύειν σε, ὅτι τὰ πάθη, ὡς προείπομεν, τῆς ψυχῆς οὐκ εἰσιν. Εἰ δὲ τις ἀνθίσταται τοῖς εἰρημένοις, ἡμεῖς ἐρωτήσομεν, ὁ δὲ ἀποκρινέσθω.

Ἐρώτησις. Τὶ ἐστὶν ἡ φύσις τῆς ψυχῆς; Ἄρα ἀπαθὴς τις καὶ φωτὸς πλήρης, ἢ ἐμπαθὴς τις καὶ σκοτεινή;

Ἀπόκρισις. Εἰ γὰρ ἦν ποτὲ ἡ φύσις τῆς ψυχῆς διαυγὴς καὶ καθαρὰ τῇ τοῦ μακαρίου φωτὸς ὑποδοχή, ὁμοίως δὲ καὶ ὅταν πρὸς τὴν ἀρχαίαν ἀνέλθῃ τάξιν οὕτως εὑρίσκεται λοιπόν, ὅταν ἐμπαθῶς κινηθῇ, ἔξω τῆς φύσεως αὐτῆς ὁμολογουμένως ἐστίν, ὡς οἱ τῆς Ἐκκλησίας τρόφιμοι διαβεβαιοῦνται. Ὥστε τὰ πάθη ὕστερον τῇ ψυχῇ ἐπεισῆλθε, καὶ οὐ δίκαιον εἰπεῖν τῆς ψυχῆς εἶναι τὰ πάθη, κἂν ἐν τούτοις αὕτη κινῆται.

Φανερὸν οὖν ἐστίν, ὅτι τοῖς ἔξωθεν κινεῖται, οὐχ ὡς ἰδίοις. Καὶ εἰς ἐν τούτοις τοῖς πάθεσι τῆς ψυχῆς κινουμένης ἄνευ τοῦ σώματος, κατὰ τοῦτο λέγονται φυσικά, λοιπὸν ἡ πείνα καὶ ἡ δίψα καὶ ὁ ὕπνος ψυχικὰ ἂν εἴη, ὅτι καὶ ἐν τούτοις πάσχει καὶ συστενάζει τῷ σώματι καὶ τῇ τῶν μελῶν ἐκκοπῇ καὶ τοῖς πυρετοῖς καὶ ταῖς νόσοις καὶ τοῖς παραπλησίοις. Διότι τῇ κοινωνίᾳ συναλγεῖ τῷ σώματι ἡ ψυχή, ὥσπερ δὴ καὶ τὸ σῶμα αὐτῇ καὶ συγκινεῖται τῇ τοῦ σώματος εὐφροσύνη καὶ δέχεται τὰς τούτου θλίψεις.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΠΓ’ - Περὶ ψυχῆς καὶ παθῶν καὶ νοὸς καθαρότητος κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Προηγούμενο: ΛΟΓΟΣ ΠΑ — Περὶ διαφορᾶς ἀρετῶν καὶ περὶ τελειότητος παντὸς δρόμου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος