Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΠΔ’ - Περὶ τῆς θέας τῆς τῶν ἀσωμάτων φύσεως κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Προηγούμενο: ΛΟΓΟΣ ΠΒ’ - Περὶ τοῦ ὅτι ἀκόπως εἰσέρχεται ἡ ψυχὴ πρὸς κατανόησιν τῆς σοφίας τοῦ Θεοῦ καὶ τῶν κτισμάτων Αὐτοῦ, ἐὰν ἡσυχάσῃ ἀπὸ τὲ τοῦ κόσμου καὶ τῶν μεριμνῶν τῶν βιωτικῶν. Τότε γὰρ δύναται γνῶναι ἑαυτῆς καὶ οὓς ἔχει ἔσωθεν κεκρυμμένους θησαυροὺς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΠΓ’ - Περὶ ψυχῆς καὶ παθῶν καὶ νοὸς καθαρότητος κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν

Ἐρώτησις. Τὶ ἐστὶν ἡ φυσικὴ κατάστασις τῆς ψυχῆς, καὶ τὶ ἐστὶν ἡ παρὰ φύσιν, καὶ τὶ ἐστὶν ἡ ὑπὲρ φύσιν;

Ἀπόκρισις. Ἡ φυσικὴ κατάστασις τῆς ψυχῆς γνῶσις ἐστὶ τῶν κτισμάτων τοῦ Θεοῦ τῶν αἰσθητῶν καὶ τῶν νοητῶν. Ἡ ὑπὲρ φύσιν ἐστὶν ἡ κίνησις τῆς θεωρίας τῆς ὑπερουσίου θεότητος. Ἡ παρὰ φύσιν ἐστὶν ἡ ἐν τοῖς ἐμπαθέσι κίνησις. Καθὼς ἔφη ὁ θεῖος καὶ μέγας Βασίλειος, ὅτι ἡ ψυχή, ὅταν εὑρεθῇ κατὰ φύσιν, ἄνω διάγει, ὅτε δὲ ἔξωθεν τῆς φύσεως αὐτῆς εὑρέθη, εὑρίσκεται κάτω εἰς τὴν γῆν, ὅταν δὲ ἄνω γένηται, ἀπαθὴς εὑρίσκεται ἡνίκα δ’ ἂν κατέλθῃ ἡ φύσις ἐκ τῆς οἰκείας τάξεως, τότε τὰ πάθη ἐν αὐτῇ εὑρίσκεται.

Φανερὸν οὖν λοιπόν, ὅτι τὰ πάθη τὰ ψυχικὰ οὐκ εἰσὶ φύσει ψυχικά. Εἰ καὶ οὕτω κινεῖται ἐν τοῖς πάθεσι τοῦ σώματος τοῖς ψεκτοῖς, ὥσπερ ἐν τῇ πείνῃ καὶ τῇ δίψῃ, ἀλλ’ ἐπειδὴ οὐκ ἐπετέθη αὐτῇ ἐν τούτοις νόμος, οὐ τοσοῦτον μεμπτέα ἐστί, καθὼς ἐν τοῖς λοιποῖς τοῖς ὑποκειμένοις τῇ μέμψει. Ἒσθ’ ὅτε συμβαίνει ἐπιτρέπεσθαί τινα παρὰ τοῦ Θεοῦ πρᾶξαι τι δοκοῦν ἄτοπον, καὶ ἀντὶ τῆς μέμψεως καὶ τῶν ἐλέγχων, ἀγαθαῖς ἀμοιβαῖς ἀμειφθῆναι. Καθὼς ὁ προφήτης Ὠσηέ, ὁ πόρνην γεγαμηκώς, καὶ ὡς Ἡλίας ὁ προφήτης, ὁ ζήλῳ Θεοῦ φονεύσας, καὶ ὡς οἱ μαχαίραις τοὺς ἰδίους γονεῖς ἀποκτείναντες τῇ προστάξει τοῦ Μωϋσέως.

Πλὴν λέγεται φυσικῶς εἶναι τῇ ψυχῇ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν, χωρὶς τῆς τοῦ σώματος φύσεως. Καὶ ταῦτα αὐτῆς τὰ πάθη.

Ἐρώτησις. Πότερον ἡνίκα ἡ τῆς ψυχῆς ἐπιθυμία ἐξαφθῇ ἐν τοῖς θείοις, κατὰ φύσιν ἐστὶν ἢ ὅταν εὑρεθῇ ἐν τοῖς γηίνοις καὶ τοῖς σωματικοῖς; Καὶ διατὶ ζηλοῖ τῆς ψυχῆς ἡ φύσις τῷ θυμῷ; Καὶ πῶς λέγεται φυσικὸς ὁ θυμός; Ἄρα ἐν τῷ θυμοῦσθαι διὰ τίνα σαρκικὴν ἐπιθυμίαν ἢ φθόνον ἢ κενοδοξίαν; Ἢ ἐν τοῖς τοιούτοις ἢ κατὰ τὸ ἐναντίον τούτων; Ἀποκρινέσθω ὁ λέγων, καὶ ἡμεῖς ἀκολουθήσομεν.

Ἀπόκρισις. Πολλὰ λέγει ἡ θεῖα Γραφὴ καὶ τίθησι καταχρηστικῶς ὀνόματα πολλάκις, ἅτινα τοῦ σώματος μὲν ἐστί, κατὰ τῆς ψυχῆς δὲ λέγεται, καὶ πάλιν τὰ τῆς ψυχῆς κατὰ τοῦ σώματος, καὶ οὐ χωρίζει ταῦτα. Ἀλλ’ οἱ συνετοὶ συνιεῖσι τοῦτο. Ὥσπερ τὰ τῆς θεότητος τοῦ Κυρίου, ἅτινα εἴρηνται κατὰ τοῦ παναγίου αὐτοῦ σώματος, πράγματα μὴ συγκρινόμενα τῇ ἀνθρωπίνῃ φύσει, καὶ πάλιν ταπεινὰ εἴρηνται κατὰ τῆς θεότητος αὐτοῦ, ἅτινα ἐστὶ κατὰ τῆς ἀνθρωπότητας. Καὶ πολλοὶ μὴ συνιέντες τὸν σκοπὸν τῶν θείων λόγων ἐνταῦθα ὠλίσθησαν ὀλίσθημα ἀδιόρθωτον. Οὕτω καὶ τὰ τῆς ψυχῆς κατὰ τοῦ σώματος.

Εἰ οὖν ἡ ἀρετὴ ὑγεία ἐστὶ τῆς ψυχῆς φυσικῶς, λοιπὸν τὰ πάθη ἀῤῥώστια ἐστὶ τῆς ψυχῆς, ἐπισυμβάντα καὶ ἐπεισελθόντα τῇ φύσει καὶ ἐξαγαγόντα τῆς ἰδίας ὑγείας. Φανερὸν οὖν, ὅτι ἡ ὑγεία προϋπάρχει ἐν τῇ φύσει τοῦ συμβεβηκότος ἀῤῥωστήματος. Καὶ εἰ ταῦτα οὕτως, ὡς καὶ ἀληθῆ ἐστί, λοιπὸν ἡ ἀρετὴ φυσικῶς ἐστὶν ἐν τῇ ψυχή, τὰ δὲ συμβεβηκότα ἔξωθεν τῆς φύσεως ἐστί.

Ἐρώτησις. Τὰ πάθη τὰ σωματικὰ φυσικῶς λέγεται τῷ σώματι ἢ κατὰ συμβεβηκός; Καὶ τὰ πάθη τῆς ψυχῆς τὰ ὄντα αὐτῇ διὰ τὴν πρὸς τὸ σῶμα σχέσιν, φυσικῶς αὐτῇ λέγονται ἢ καταχρηστικῶς;

Ἀπόκρισις. Τὰ μὲν τοῦ σώματος οὐ θαῤῥεῖ τις λέγειν καταχρηστικῶς, τὰ δὲ τῆς ψυχῆς, ἀφ’ οὐ ἔγνωσται καὶ ὑπὸ πάντων ὡμολόγηται ὅτι φυσικῶς πέφυκε τῇ ψυχῇ ἡ καθαρότης, θαῤῥεῖν δεῖ καὶ λέγειν, ὅτι φυσικῶς αὐτῇ τὰ πάθη οὐδαμῶς. Διότι ἡ νόσος, δευτέρα ἐστὶ τῆς ὑγείας. Τὸ δὲ εἶναι τὴν μίαν φύσιν ἀγαθὴν καὶ πονηράν, ἀδύνατον, ὥστε ἐξ ἀνάγκης ἡ μία προηγεῖται τῆς ἑτέρας, ἐκείνη δὲ ἐστὶν ἡ φυσική, ἡ προϋπάρξασα τῆς ἑτέρας. Διότι πᾶν πρᾶγμα ὃν συμβεβηκός, οὐ λέγεται εἶναι ἐκ τῆς φύσεως, ἀλλ’ ἔξωθεν ἐπεισελθὸν καὶ παντὶ συμβεβηκότι καὶ ἐπεισερχομένω ἀλλοίωσις ἕπεται, ἡ δὲ φύσις οὐκ ἀλλοιοῦται οὔτε μετακινεῖται. Πᾶν πάθος πρὸς ὠφέλειαν ὑπάρχον παρὰ Θεοῦ δεδώρηται, καὶ τὰ σωματικὰ πάθη πρὸς ὠφέλειαν καὶ αὔξησιν αὐτοῦ τέθεινται ἐν αὐτῷ, ὁμοίως καὶ τὰ ψυχικά. Ἀλλ’ ὅταν ἀναγκασθῇ τὸ σῶμα ἔξω γενέσθαι τῆς ἴδιας εὐθηνίας, ἐν τῇ στερήσει τῶν οἰκείων καὶ τῇ ψυχῇ ἀκολουθῆσαι, τότε ἐξασθενεῖ καὶ βλάπτεται. Καὶ ὅταν ἡ ψυχὴ τὰ ὑπάρχοντα αὕτη καταλείψασα, τῷ σώματι ἀκολουθήσῃ, τηνικαῦτα καὶ αὕτη βλάπτεται, κατὰ τὸν θεῖον Ἀπόστολον, λέγοντα, «τὸ πνεῦμα ἐπιθυμεῖ κατὰ τῆς σαρκός, καὶ ἡ σὰρξ κατὰ τοῦ πνεύματος». Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται. Οὐκοῦν μηδεὶς βλασφημείτω τὸν Θεόν, ὅτι αὐτὸς τὰ πάθη καὶ τὴν ἁμαρτίαν ἐπὶ τὴν φύσιν ἡμῶν τέθεικεν. Αὐτὸς μὲν γὰρ ἐν ταῖς φύσεσι τέθεικε τὰ ἑκάστην αὐξάνοντα, ἀλλ’ ὅταν συναινέσῃ μία τῇ ἑτέρᾳ, τότε οὐκ ἐν τοῖς ἰδίοις εὑρίσκεται, ἀλλ’ ἐν τοῖς ἐναντίοις. Εἰ γὰρ ἦσαν τὰ πάθη φυσικῶς ἐν τῇ ψυχῇ, τίνος χάριν ἐβλάπτετο ὑπ’ αὐτῶν; Τὰ γὰρ τῆς φύσεως ἴδια, τὴν φύσιν οὐ λυμαίνεται.

Ἐρώτησις. Καὶ τίνος ἕνεκεν τὰ σωματικὰ πάθη τὰ αὐξάνοντα καὶ ἐνδυναμοῦντα τὸ σῶμα, τὴν ψυχὴν βλάπτουσιν, εἰ ταύτης οὐκ εἴσιν ἴδια; Καὶ τίνος χάριν ἡ ἀρετὴ τὸ σῶμα μὲν κολάζει, τὴν δὲ ψυχὴν αὐξάνει;

Ἀπόκρισις. Οὐχ ὁρᾷς πῶς τὰ ἔξωθεν τῆς φύσεως ὄντα βλάπτει ταὐτήν; Ἑκάστη γὰρ φύσις προσεγγίσασα τοῖς οὖσιν αὐτῇ, εὐφροσύνης πληροῦται, θέλεις δὲ γνῶναι, τὶ ἐστὶ τὸ ἴδιον ἑκάστης τῶν φύσεων τούτων; Ὅρα, ὅτι τὰ βοηθοῦντα ἑκάστη, ἴδια αὐτῆς ἐστί, τὰ δὲ βλάπτοντα, ἀλλότρια καὶ ἔξωθεν ἐπεισελθόντα. Ἐπεὶ οὖν ἔγνωσται, ὅτι τὰ πάθη τούτων ἀλλήλοις ἀντίκεινται, λοιπὸν πᾶν ὁτιοῦν βοηθοῦν τῷ σώματι καὶ ἄνεσιν αὐτῷ δίδωσιν, ὅταν δὲ ἡ ψυχὴ ἐν αὐτῷ συναναστραφῇ, οὐ λέγεται φυσικῶς εἶναι αὕτη τὰ γὰρ τῆς ψυχῆς φυσικῶς ἴδια, θάνατος ἐστὶ τοῦ σώματος, καταχρηστικῶς δὲ ὅμως αὕτη ἀνατίθεται, καὶ διὰ τὴν τοῦ σώματος ἀσθένειαν οὐ δύναται τοῦτο ἐλευθερωθῆναι, ἐν ὅσῳ τοῦτο φορεῖ. Διότι φυσικῶς κεκοινώνηκε τοῖς λυπηροῖς αὐτοῦ, διὰ τὴν ἕνωσιν τῆς κινήσεως αὐτῆς, τὴν μεμιγμένην τῇ κινήσει τοῦ σώματος ἐν τῇ ἀκαταλήπτῳ σοφίᾳ. Ἀλλ’ εἰ καὶ ὄντως ἀλλήλοις κεκοινωνήκασιν, ἀλλ’ ὅμως κεχώρισται κίνησις ἀπὸ κινήσεως, καὶ θέλημα ἀπὸ θελήματος, καὶ πάλιν τὸ σῶμα ἀπὸ τοῦ πνεύματος.

Ἡ δὲ φύσις οὐκ ἀλλοιοῦται, ἀλλ’ ἑκάστη αὐτῶν, εἰ καὶ λίαν κλίνει εἴτε πρὸς τὴν ἁμαρτίαν εἴτε πρὸς τὴν ἀρετήν, ἀλλ’ ὅμως ἑκάστη αὐτῶν τῷ ἰδίῳ θελήματι κινεῖται. Καὶ ὅταν ἡ ψυχὴ ἀρθῇ ἀπὸ τῆς μερίμνης τοῦ σώματος, τότε ὅλη καθόλου διὰ τοῦ πνεύματος ἀνθεῖ τὰς ἑαυτῆς κινήσεις καὶ ἐν μέσῳ τοῦ οὐρανοῦ νήχεται ἐν ἀκαταλήπτοις πράγμασιν οὐ μὲν δὲ συγχωρεῖ τῷ σώματι τοῦ μνημονεύειν τῶν ἰδίων, κἂν οὕτω γένηται. Καὶ ἐὰν πάλιν τὸ σῶμα ἐν ταῖς ἁμαρτίαις εὑρέθη, οἱ διαλογισμοὶ τῆς ψυχῆς οὐ παύονται ἁλλόμενοι ἐν τῇ διανοίᾳ.

Ἐρώτησις. Τὶ ἐστὶν ἡ καθαρότης τοῦ νοῦ;

Ἀπόκρισις. Καθαρὸς ἐστὶ τὸν νοῦν, οὐχ ὁ μὴ γινώσκων τὸ κακόν, ἐπεὶ κτηνώδης ἔσται, οὔτε ὁ ὧν τῇ φύσει ἐν τάξει νηπίων, οὔτε ὁ πρόσωπον λαμβάνων. Ἀλλ’ αὕτη ἐστὶν ἡ καθαρότης τοῦ νοῦ· διαλογισμὸς ἐν θείοις γενόμενος μετὰ τὴν πρᾶξιν τῶν ἀρετῶν. Καὶ οὐ θρασυνόμεθα εἰπεῖν, ὅτι ἄνευ τῆς τῶν λογισμῶν πείρας τοῦτο ἐκτήσατό τις, ἐπεὶ οὐκ ἐνδέδυται σῶμα. Ἡμεῖς γὰρ ἕως τοῦ θανάτου μὴ πολεμηθῆναι τὴν φύσιν ἢ μὴ βληθῆναι, οὐ θαῤῥοῦμεν λέγειν. Πεῖραν δὲ τῶν λογισμῶν λέγω, οὐ τὸ ὑποταγῆναι τούτοις, ἀλλὰ τὸ ἀρχὴν βαλεῖν, τοῦ ἀγωνίσασθαι ἐν αὐτοῖς.

Ἡ κίνησις τῶν λογισμῶν ἐν τῷ ἀνθρώπῳ ὑπὸ τεσσάρων αἰτίων γίνεται. Πρῶτον μὲν ἐκ τοῦ θελήματος τῆς σαρκὸς τοῦ φυσικοῦ· δεύτερον δὲ ἐκ τῆς φαντασίας τῶν αἰσθήσεων τῶν τοῦ κόσμου πραγμάτων, ὧνπερ ἀκούει καὶ βλέπει· τρίτον, ἒκ τῶν προλήψεων καὶ ἐκ τῆς ἐκκλίσεως τῆς ψυχῆς, ὧν ἔχει κατὰ νοῦν· τέταρτον, ἐκ τῶν προσβολῶν τῶν δαιμόνων τῶν πολεμούντων ἡμᾶς εἰς πάντα τὰ πάθη, διὰ τῶν αἰτιῶν ὧν προείπομεν. Διὰ τοῦτο ἕως θανάτου οὐ δύναται ὁ ἄνθρωπος μὴ ἔχειν λογισμοὺς καὶ πόλεμον, ὅσον ἐστὶν ἐν τῇ ζωῇ τῆς σαρκὸς ταύτης. Εἰ γὰρ πρὸ τῆς ἀπαλλαγῆς τοῦ κόσμου καὶ πρὸ θανάτου ἐνδέχεται καταργηθῆναι μίαν τῶν τεσσάρων τούτων αἰτιῶν, ἢ καὶ ἐὰν δυνατὸν ἡ τὸ σῶμα μὴ ζητεῖν τὰ ἀναγκαῖα καὶ μὴ ἀναγκασθῇ ἐπιθυμῆσαι τίνος τῶν κοσμικῶν πραγμάτων, κρίνον σύ.

Εἰ δὲ ἄτοπον ἐστὶν ἐννοῆσαί τι τῶν τοιούτων, ἐπειδὴ ἡ φύσις ἐπιδεὴς ἐστὶ τῶν τοιούτων, λοιπὸν τὰ πάθη κινοῦνται ἐν παντὶ σῶμα φοροῦντι, θέλοντι καὶ μὴ βουλομένῳ. Διὰ τοῦτο ἀναγκαῖον παραφυλάττεσθαι πάντα ἄνθρωπον, οὐ δι’ ἐν λέγω πάθος, τὸ φανερῶς καὶ συνεχῶς ἐν αὐτῷ κινούμενον, οὐδὲ δύο, ἀλλὰ πλείονα, ὡς σῶμα φοροῦντα. Οἱ νικήσαντες τὰ πάθη διὰ τῶν ἀρετῶν, εἰ καὶ ἐνοχλοῦνται ὑπὸ τῶν λογισμῶν καὶ τῶν προσβολῶν τῶν τεσσάρων αἰτιῶν, ἀλλ’ οὐχ ἡττῶνται ὅτι ἔχουσι δύναμιν καὶ ἁρπάζεται ὁ νοῦς αὐτῶν εἰς μνήμας ἀγαθὰς καὶ θείας.

Ἐρώτησις. Τὶ διαφέρει ἡ καθαρότης τοῦ νοῦ τῆς καθαρότητος τῆς καρδίας;

Ἀπόκρισις. Ἄλλη μὲν ἐστὶν ἡ καθαρότης τοῦ νοός, ἕτερα δὲ τῆς καρδίας. Ὁ μὲν γὰρ νοῦς μία ἐστὶ τῶν τῆς ψυχῆς αἰσθήσεων, ἡ δὲ καρδία ἐστὶν ἡ περιέχουσα καὶ κρατοῦσα τὰς ἔνδον αἰσθήσεις, καὶ αὕτη ἐστὶν ἡ ῥίζα. Καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι ἅγιοι. Ἤγουν, ἐὰν καθαρθῇ ἡ καρδία, δῆλον ὅτι καὶ πᾶσαι αἱ αἰσθήσεις καθαίρονται. Ὁ μὲν γὰρ νοῦς ἐὰν ἐπιμέλειαν ποιήσηται τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν ἢ καὶ μοχθήσει μικρὸν ἐν τὲ νηστείαις καὶ ἀγρυπνίαις καὶ ἡσυχίαις, ἐπιλήσεται μὲν τῆς προτέρας διαγωγῆς καὶ καθαρθήσεται, ἡνίκα ἂν μακρυνθῆ ἀπὸ τῆς αἰσχρὰς ἀναστροφῆς, οὐ μὴν δὲ μόνιμον ἕξει τὴν καθαρότητα. Ὥσπερ γὰρ ταχέως καθαίρεται, οὕτω καὶ ταχέως μολύνεται.

Ἡ δὲ καρδία διὰ πολλῶν θλίψεων καὶ στερήσεων καὶ μακρυσμοῦ τῆς κοινωνίας τῆς μετὰ τῶν κατὰ κόσμον κοσμικῶν πάντων καὶ τῆς τούτων ἀπονεκρώσεως, καθαίρεται. Καθαρθεῖσα δὲ ἀπὸ τῶν μικρῶν πραγμάτων, οὐ μολύνεται αὐτῆς ἡ καθαρότης, οὐδὲ ἀπὸ τῶν μεγάλων πολέμων καὶ φανερῶν πτοεῖται, τῶν φοβερῶν λέγω καθότι ἐκτήσατο στόμαχον ἰσχυρόν, δυνάμενον τάχιστα πέψαι πᾶσαν τροφήν, τὴν οὖσαν τοῖς ἀσθενέσιν ἄπεπτον. Οὕτω γὰρ εἴρηται τοῖς ἰατροῖς ὅτι ἑκάστη βρῶσις κρεῶν δύσπεπτος μὲν ἐστί, πολλὴν δὲ δύναμιν ἐμποιεῖ τοῖς ὑγιεινοῖς σώμασιν, ἡνίκα στόμαχος ἰσχυρὸς ταὐτὴν δέξεται.

Οὕτως ἑκάστη καθαρότης ταχέως γινομένη καὶ ἐν μικρῷ χρόνῳ, καὶ ὀλίγῳ κόπῳ ταχέως καὶ ἀπογίνεται καὶ μολύνεται. Ἡ δὲ καθαρότης ἡ γενομένη διὰ πολλῶν θλίψεων καὶ ἡ διὰ μακρὸν χρόνου κτηθεῖσα, ἐκ τινὸς μετρίας προσβολῆς ἐν τίνι μορίω τῶν τῆς ψυχῆς οὐ φοβεῖται. Ὁ Θεὸς γὰρ κρατύνει αὐτήν.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΠΔ’ - Περὶ τῆς θέας τῆς τῶν ἀσωμάτων φύσεως κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Προηγούμενο: ΛΟΓΟΣ ΠΒ’ - Περὶ τοῦ ὅτι ἀκόπως εἰσέρχεται ἡ ψυχὴ πρὸς κατανόησιν τῆς σοφίας τοῦ Θεοῦ καὶ τῶν κτισμάτων Αὐτοῦ, ἐὰν ἡσυχάσῃ ἀπὸ τὲ τοῦ κόσμου καὶ τῶν μεριμνῶν τῶν βιωτικῶν. Τότε γὰρ δύναται γνῶναι ἑαυτῆς καὶ οὓς ἔχει ἔσωθεν κεκρυμμένους θησαυροὺς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος