Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΠΣΤ’ - Περὶ διαφόρων ὑποθέσεων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Προηγούμενο: ΛΟΓΟΣ ΠΔ’ - Περὶ τῆς θέας τῆς τῶν ἀσωμάτων φύσεως κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΠΕ’ - Περὶ διαφόρων ὑποθέσεων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν

Ἐρώτησις. Ποίῳ δεσμῷ συνδέδεται ἡ καρδία τοῦ ἀνθρώπου τοῦ μὴ τρέχειν εἰς τὰ κακά;

Ἀπόκρισις. Ἐν τῷ ἀκολουθῆσαι διαπαντὸς τῇ σοφίᾳ καὶ πλεονεκτῆσαι ἐν τῇ διδαχῇ τῆς ζωῆς. Ἄλλος γὰρ δεσμὸς ἰσχυρότερος τῇ ἀταξίᾳ τῆς διανοίας οὐκ ἐστίν.

Ἐρώτησις. Ἕως πότε ὁ ὄρος τοῦ στέρξαι τῷ κατακολουθοῦντι τῇ σοφίᾳ, καὶ ἐν τίνι τελειοῦται ἡ μάθησις αὐτῆς;

Ἀπόκρισις. Ὄντως ἀδύνατον φθάσαι ἐν πορεία τὸν ὅρον τοῦτον ὅτι καὶ οἱ ἅγιοι ἐλλιπεῖς εἰσὶ πρὸς τὴν τελειότητα αὐτῆς. Τῆς γὰρ ὁδοιπορίας τῆς σοφίας οὐκ ἐστὶ πέρας. Ἕως δὲ τούτου ὑψοῦται, ἕως οὐ ἂν ἑνώσῃ τῷ Θεῷ τὸν ἀκολουθοῦντα αὐτῇ. Καὶ τοῦτο σημεῖον αὐτῆς, ὅτι ἀπέραντος ἐστὶν ἡ κατανόησις αὐτῆς ὅτι ἡ σοφία αὐτὸς ἐστὶν ὁ Θεός.

Ἐρώτησις. Ποίᾳ ἐστὶν ἡ πρώτη τρίβος καὶ ἀρχή, ἥτις ποιεῖ ἡμᾶς πλησιάσαι τῇ σοφίᾳ;

Ἀπόκρισις. Τὸ ἐν πάσῃ δυνάμει καταδιώξω τοῦ Θεοῦ τὴν σοφίαν καὶ σπουδάσαι ἐν τῇ καταδιώξει αὐτοῦ ὁλοψύχως ἕως τέλους καὶ αὐτὴν τὴν ζωὴν αὐτοῦ, ἡνίκα δέῃ, ἀποδύσασθαι καὶ ῥίψαι αὐτὴν ἐξ ἑαυτοῦ μὴ ἀμελῆσαι διὰ τὴν ἀγάπην τοῦ Θεοῦ.

Ἐρώτησις. Τὶς ἐστὶν ὁ ἀξίως ὀνομαζόμενος συνετός;

Ἀπόκρισις. Ὁ ἐν ἀληθείᾳ συνιείς, ὅτι τῆς ζωῆς ταύτης ὄρος ἐστίν, αὐτὸς ἐστὶν ὁ δυνάμενος ὅρον ποιῆσαι ταῖς πλημμελείαις αὐτοῦ. Ποῖα γὰρ γνῶσις ἢ σύνεσις μείζων ταύτης, τοῦ σοφίσασθαι τίνα τὸ ἐξελθεῖν ἐκ ταύτης τῆς ζωῆς ἐν ἀφθαρσίᾳ, μὴ ἔχοντα μέρος μεμιασμένον ἐκ τῆς γλυκύτητας αὐτῆς. Ἐὰν γὰρ ἄνθρωπος τὶς λεπτύνων τὰ νοήματα αὐτοῦ, εἰσελθεῖν εἰς τὰ μυστήρια ὅλων τῶν φύσεων, καὶ πλούτων ἐν ἐφευρέσει καὶ κατανοήσει ἐν πάσῃ γνώσει, καὶ ἡ ψυχὴ αὐτοῦ ῥερυπωμένη τῷ ῥύπῳ τῆς ἁμαρτίας, καὶ οὐκ ἐκτήσατο μαρτυρίαν ἐν ἐλπίδι ψυχῆς αὐτοῦ, ἀλλὰ δοκεῖ καλῶς φθάσαι εἰς τὸν λιμένα τῆς πεποιθήσεως, οὐκ ἔχει ὁ κόσμος ἀφρονέστερον αὐτοῦ. Ἕως γὰρ τῆς ἐλπίδος τοῦ κόσμου τούτου μόνον μετήνεγκεν αὐτὸν τὰ ἔργα αὐτοῦ ἐν τῷ πρὸς αὐτὸν ἀδιαλείπτῳ δρόμῳ.

Ἐρώτησις. Ποῖος ἐστὶν ὁ ἰσχυρότερος ἐν τῇ ἀληθείᾳ;

Ἀπόκρισις. Ὁ εὐδοκῶν ἐν θλίψεσι προσκαίρως, ἐν αἷς κέκρυπται ἡ ζωὴ καὶ ἡ δόξα τῆς νίκης αὐτοῦ, καὶ οὐ ἐπεθύμησε τὸν πλατυσμόν, ἐν ᾧ κέκρυπται ἡ ὀσμὴ τῆς αἰσχύνης, τὸ ἐν παντὶ καιρῷ ποτίζοντα τὸν εὑρίσκοντα αὐτὸν ποτήριον στεναγμοῦ.

Ἐρώτησις. Τὶ βλάπτει ἄρα ἐν τῇ ὁδοιπορίᾳ τῇ πρὸς Θεόν, ἐὰν τὶς ἐκκλίνῃ ἐκ τῶν ἀγαθῶν ἔργων διὰ τοὺς πειρασμούς;

Ἀπόκρισις. Οὐκ ἐνδέχεται τίνα πλησιάσαι τῷ Θεῷ χωρὶς θλίψεως καὶ οὐ φυλάττεται ἡ δικαιοσύνη αὐτοῦ ἀναλλοίωτος χωρὶς αὐτῆς. Καὶ ἐὰν κόψῃ τὰ ἔργα τὰ αὐξάνοντα αὐτήν, κόπτει καὶ τὰ φυλάσσοντα αὐτήν, καὶ ὡς θησαυρὸς ἀφύλακτος εὑρίσκεται καὶ ὡς ἀθλητὴς γυμνωθεὶς τῶν ὁπλῶν αὐτοῦ καὶ ὥσπερ ναῦς εὑρίσκεται μὴ ἔχουσα τὰ σκεύη αὐτῆς καὶ ὡς παράδεισος ἐκκοπείσης αὐτοῦ τῆς πηγῆς τοῦ ὕδατος.

Ἐρώτησις. Τὶς ἐστὶν ὁ πεφωτισμένος ἐν τοῖς νοήμασιν αὐτοῦ;

Ἀπόκρισις. Ὅστις ἔφθασεν εὑρεῖν τὴν πικρότητα τὴν κεκρυμμένην ἐν τῇ γλυκύτητι τοῦ κόσμου καὶ ἐκώλυσε τὸ στόμα αὐτοῦ, τοῦ μὴ πιεῖν ἐκ τούτου, καὶ κλείων τὰς θύρας τῶν αἰσθήσεων αὐτοῦ, ἵνα μήποτε εἰσέλθῃ ἐν αὐτῷ ὁ πόθος τοῦ βίου τούτου καὶ κλέψῃ ἐξ αὐτοῦ τοὺς κρυπτοὺς θησαυροὺς αὐτοῦ.

Ἐρώτησις. Τὶ ἐστὶν ὁ κόσμος, καὶ πῶς γινώσκομεν αὐτὸν καὶ τὶ βλάπτει τοὺς ἀγαπῶντας αὐτόν;

Ἀπόκρισις. Ὁ κόσμος πόρνη ἐστίν, ἥτις τῇ ἐπιθυμίᾳ τοῦ κάλλους αὐτῆς ἕλκει τοὺς ὁρῶντας εἰς τὸν πόθον αὐτῆς, καὶ ὃ κρατηθεὶς μερικῶς τῷ πόθῳ αὐτοῦ καὶ περιπλακεὶς αὐτῷ, οὐ δύναται ἐξειληθήναι ἐκ τῶν χειρῶν αὐτοῦ, ἕως ἂν ἀποδύσῃ αὐτὸν τὴν ζωὴν αὐτοῦ. Καὶ ὅταν γυμνώσῃ αὐτὸν ἐκ πάντων καὶ ἐκφέρῃ αὐτὸν ἐκ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ τοῦ θανάτου αὐτοῦ, τότε γνωρίζει αὐτὸν ὁ ἄνθρωπος πλάνου ὄντως καὶ ἀπατεῶνα.Ὅταν δὲ τὶς ἀγωνίσηται ἐξελθεῖν ἐκ τοῦ σκότους τοῦ κόσμου τούτου, ἕως ἂν ᾗ κεκρυμμένος ἐν αὐτῷ, οὐ δύναται ἰδεῖν τὰς περιπλοκὰς αὐτοῦ. Καὶ οὕτως ὁ κόσμος οὐ μόνον τοὺς μαθητὰς αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ καὶ τοὺς δεδεμένους ἔνδον αὐτοῦ κρατεῖ, ἀλλὰ καὶ τοὺς ἀκτήμονας καὶ ἀσκητὰς καὶ τοὺς κλάσαντας τὰ δεσμὰ αὐτοῦ καὶ προσάπαξ γενομένους ἐπάνωθεν αὐτοῦ ἰδοὺ ἤρξατο θηρεύειν αὐτοὺς εἰς τὰ ἔργα αὐτοῦ ἐν τισὶ τρόποις καὶ καταπατεῖ αὐτοὺς καὶ τίθησιν αὐτοὺς κάτωθεν τῶν ποδῶν αὐτοῦ.

Ἐρώτησις. Τὶ ποιοῦμεν τῷ σώματι, ὅταν περικυκλώσῃ αὐτῷ ἡ ὀδύνη καὶ τὸ βάρος, ὅτι συγχαυνούνται αὐτῷ τὸ θέλημα τὸ ἐκ τῆς ἐπιθυμίας τοῦ ἀγαθοῦ καὶ τῆς πρώτης ἰσχύος αὐτοῦ;

Ἀπόκρισις. Τοῦτο γίνεται πολλάκις ἐπὶ τισιν ὅτι τὸ ἥμισυ αὐτῶν ἐξῆλθεν ὀπίσω τοῦ Κυρίου, καὶ τὸ ἥμισυ αὐτῶν ἔμεινεν ἐν τῷ κόσμῳ καὶ ἡ καρδία αὐτῶν οὐκ ἐκόπη ἐκ τῶν ἐνταῦθα, ἀλλὰ διεμερίσθησαν καθ’ ἑαυτούς. Καὶ ποτὲ μὲν ἔμπροσθεν βλέπουσι, ποτὲ δὲ ὀπίσω καί, ὡς νομίζω ἐγώ, ὅτι ὁ σοφὸς τοὺς οὕτω μεμερισμένους καὶ προσεγγίζοντας τῇ ὁδῷ τοῦ Θεοῦ παραινεῖ λέγων «μὴ προσέλθῃς αὐτῷ ἐν δύο καρδίαις», ἀλλ’ ὡς ὁ σπείρων καὶ ὡς ὁ θερίζων πρόσελθε αὐτῷ. Καὶ ὁ Κύριος τοὺς ἀποτασσομένους οὐ τελείως τῷ κόσμῳ, ἀλλὰ μεμερισμένους ὀντάς, καὶ τῷ λόγῳ ἢ μᾶλλον τῷ λογισμῷ εἰς τὰ ὀπίσω στρεφομένους ἐκ τῆς προφάσεως τοῦ φόβου τῶν θλίψεων, εἰδώς, καὶ ὅτι τὴν ἐπιθυμίαν τῆς σαρκὸς ἀκμὴν οὐκ ἔῤῥιψαν ἀπ’ αὐτῶν, ὅτε ἠθέλησεν ἀποῤῥῖψαι τὴν χαύνωσιν τῆς διανοίας ἐξ αὐτῶν, λόγον αὐτοῖς ὡρισμένον εἶπεν «Ὅστις θέλει ὀπίσω μοὺ ἐλθεῖν, πρῶτον ἀπαρνησάσθω ἑαυτόν», καὶ τὰ ἑξῆς.

Ἐρώτησις. Καὶ ἄρα τὶ ἐστὶ τὸ ἀπαρνήσασθαι ἑαυτόν;

Ἀπόκρισις.

α. Ἵνα, ὥσπερ ὁ ἑτοιμασθεὶς ἐν τῷ σταυρῷ ἀνελθεῖν, μόνην τὴν ἔννοιαν λαμβάνει τοῦ θανάτου ἐν τῷ λογισμῷ αὐτοῦ, καὶ οὕτως ἐξέρχεται, ὡς ἄνθρωπος μὴ ἐνθυμούμενος πάλιν ἔχειν μέρος ζωῆς ἐν τῇ ζωῇ ταύτῃ τοῦ παρόντος αἰῶνος, οὕτω καὶ ὁ τὸ εἰρημένον πληρῶσαι βουλόμενος. Ὁ γὰρ σταυρός, πρὸς πᾶσαν θλῖψιν ἕτοιμον ἐστὶ θέλημα. Καὶ ὅτε ταῦτα πάλιν ἠθέλησε διδάξαι διατὶ οὕτως ἐστίν, εἶπεν «ὁ θέλων ζῆσαι ἐν τῷ κόσμῳ τούτῳ, ἀπολέσει ἑαυτὸν ἐκ τῆς ζωῆς τῆς ἀληθινῆς, ὁ δὲ ἀπολύων ἑαυτὸν ὧδε ἕνεκεν ἐμοῦ, εὑρήσει ἑαυτὸν ἐκεῖ». Τουτέστιν ὁ διαβαίνων τὴν ὁδὸν τοῦ σταυροῦ καὶ τὰ διαβήματα αὐτοῦ τιθεὶς ἐν αὐτῇ. Εἰ δὲ τις πάλιν μεριμνᾷ τῆς ζωῆς ταύτης, ἀπώλεσεν ἑαυτὸν ἐκ τῆς ἐλπίδος, δι’ ἧς ἐξῆλθε θλιβῆναι ὅτι ἡ μέριμνα αὐτῇ οὐκ ἐᾷ αὐτὸν προσεγγίσαι τῇ διὰ Θεὸν θλίψει, ἀλλ’ ἐν τῇ διαμονῇ αὐτοῦ τῇ πρὸς αὐτὴν ἕλκει αὐτὸν κατὰ μικρὸν καὶ ἐκφέρει αὐτὸν ἐκ μέσου τοῦ ἀγῶνος τῆς ζωῆς τῆς μακαριότητος, καὶ αὐξάνει ἐν αὐτῷ ὁ λογισμὸς οὗτος, ἕως ἂν νικήσῃ αὐτόν. Ὁ δὲ ἀπολλύων τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ διὰ τὸν πόθον μου, οὗτος ἀνέγκλητος καὶ ἀβλαβὴς φυλάττεται εἰς τὴν αἰώνιον ζωήν. Καὶ τοῦτο ἐστὶ τό, «ὁ ἀπολλύων τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν».

β’. Λοιπὸν ἐντεῦθεν ἐξ ἑαυτοῦ ἑτοίμασον τὴν ψυχὴν σοῦ εἰς ἀφανισμὸν τέλειον ἐκ ταύτης τῆς ζωῆς. Καὶ ἐὰν ἀπόλλης σεαυτὸν ἐκ τῆς ζωῆς ταύτης, ἐρείσοι ἐν ταύτῃ τῇ διανοίᾳ «καὶ δώσω σοι, φησί, ζωὴν αἰώνιον καθὼς ἐπηγγειλάμην σοι». Ἐὰν δὲ ἐν τῇ ζωῇ ταύτῃ μείνῃς, τὴν ἐπαγγελίαν μου ἐν ἔργῳ ἐνδείξομαί σοι ἐνταῦθα καὶ τὴν βεβαίωσιν τῶν μελλόντων ἀγαθῶν, καὶ τότε εὑρίσκεις τὴν αἰώνιον ζωήν, ὅτε τῆς ζωῆς ταύτης καταφρονήσεις. Καὶ ὅταν εἰσέλθῃς ἐν τῇ παρασκευῇ ταύτῃ εἰς τὸν ἀγῶνα, τότε καταφρονεῖται ἐν ὀφθαλμοῖς σου πάντα τὰ νομιζόμενα ἐπίπονα καὶ θλιβερά. Ὅταν γὰρ ὁ νοῦς οὕτω παρασκευῇ ταύτῃ εἰς τὸν ἀγῶνα, τότε καταφρονεῖται ἐν ὀφθαλμοῖς σου πάντα τὰ νομιζόμενα ἐπίπονα καὶ θλιβερά. Ὅταν γὰρ ὁ νοῦς οὕτω παρασκευασθῇ, οὐκ ἔχει ἀγῶνα οὔτε θλῖψιν ἐν τῷ καιρῷ τοῦ κινδύνου τοῦ θανάτου. Διὰ τοῦτο ἀκριβῶς δεῖ εἰδέναι, ὅτι, ἐὰν μὴ μισήσῃ ἄνθρωπος τὴν ζωὴν αὐτοῦ ἐν τῷ κόσμῳ διὰ τὴν ἐπιθυμίαν τῆς μελλούσης καὶ μακαριᾶς ζωῆς, οὐ δύναται τὸ σύνολον ὑπομεῖναι τὰς καθ’ ἑκάστην ὥραν ἐπερχομένας τούτῳ παντοίας θλίψεις καὶ πόνους.

Ἐρώτησις. Ποίῳ τρόπῳ κόπτει ὁ ἄνθρωπος τὴν πρώτην συνήθειαν αὐτοῦ καὶ συνηθίζει ἑαυτὸν ἐν τῇ ζωῇ τῆς ἐνδείας καὶ τῆς ἀσκήσεως;

Ἀπόκρισις.

α’. Ζῆσαι τὸ σῶμα ἐκτὸς τῆς χρείας αὐτοῦ οὐ πείθεται, ἐφ’ ὅσον περιέρχεται ἐν ταῖς αἰτίαις τῆς τρυφῆς καὶ τῆς χαυνώσεως, καὶ οὐ δύναται τοῦτο ὁ νοῦς κατέχειν ἀπὸ τῶν τοιούτων, ἕως ἂν μὴ ξενωθῆ τὸ ῥηθὲν σῶμα ἐκ πάντων τῶν ποιούντων τὴν χαύνωσιν. Διότι, ὅταν εὕρῃ ἰδεῖν τὴν θεωρίαν τῆς τροφῆς καὶ τῶν πραγμάτων καὶ βλέπῃ σχεδὸν καθ’ ἑκάστην ὥραν τὰ τῆς χαυνώσεως αἴτια, ἐξυπνίζεται ἐν αὐτῷ ἡ ἐπιθυμία αὐτῶν διάπυρος, καὶ οὕτως ἐρεθίζει ὡς διακαίουσα.

β’. Διὰ τοι τοῦτο καὶ πάνυ καλῶς τῷ ἀκολουθῆσαι ὀφείλοντι ὁ λυτρωτὴς Κύριος ἐνετείλατο, γυμνωθῆναι καὶ ἐξελθεῖν ἐκ τοῦ κόσμου. Διότι πρῶτον ὀφείλει ὁ ἄνθρωπος ῥίψαι τὰς αἰτίας τῆς χαυνώσεως ἐξ αὐτοῦ, καὶ οὕτω προσεγγίσαι τῷ ἔργῳ. Καὶ αὐτὸς δὲ ὁ Κύριος, ὅτε ἤρξατο πολεμεῖν μετὰ τοῦ διαβόλου, ἐν ἐρήμῳ ξηροτάτῃ ἐπολέμησεν αὐτόν. Καὶ ὁ Παῦλος δὲ παραινεῖ ἐξελθεῖν ἐκ τῆς πόλεως τοὺς αἴροντας τὸν σταυρὸν τοῦ Χριστοῦ «συνεξέλθωμεν αὐτῷ, φησίν, ἔξωθεν τῆς πόλεως καὶ λάβωμεν τὸν ὀνειδισμὸν αὐτοῦ ὅτι ἔξω τῆς πόλεως ἔπαθεν». Ἐκ γὰρ τοῦ ἀφορίσαι τινὰ ἑαυτὸν ἐκ τοῦ κόσμου καὶ τῶν αὐτοῦ, ταχέως λανθάνει ὁ ἄνθρωπος τὴν πρώτην αὐτοῦ συνήθειαν καὶ τὴν ἀναστροφήν, καὶ οὐ κοπιᾷ χρόνον πολὺ ἐν τούτοις. Τὸ δὲ πλησιάσαι ἑαυτὸν τῷ κόσμῳ καὶ τοῖς πράγμασιν αὐτοῦ, ταχέως χαυνοῖ τὴν ἰσχὺν τῆς διανοίας αὐτοῦ.

γ’. Διὸ δεῖ γινώσκειν, ὅτι μεγάλως βοηθεῖ καὶ πρὸς προκοπὴν ὁδηγεῖ τὴν ἐν τῷ ἀθλητικῷ ἀγῶνι τῷ σωτηρίῳ. Προσήκει οὖν καὶ βοηθεῖ ἐν τῷ ἀγῶνι τούτῳ τὸ εἶναι ἐν ἐνδείᾳ καὶ ὑστερήσει τὴν κατάστασιν τοῦ κελλίου τοῦ μοναχοῦ, καὶ ἵνα γένηται τὸ κελλίον αὐτοῦ κενὸν καὶ ἀργὸν ἀπὸ πάντων τῶν κινούντων ἐν αὐτῷ τὴν ἐπιθυμίαν τῆς ἀναπαύσεως. Ὅταν γὰρ αἱ αἰτίαι τῆς χαυνώσεως ἀπέχωσιν ἐκ τοῦ ἀνθρώπου, οὐ κινδυνεύει ἐν τῷ διπλῷ πολέμῳ, τῷ ἐσωτέρῳ καὶ ἐξωτέρῳ. Καὶ οὕτως ἀκόπως νικᾷ ὁ ἄνθρωπος ὁ μακρόθεν ἔχων τὰ πρὸς ἡδονήν, παρὰ τὸν ἐκ τοῦ σύνεγγυς τὰ πρὸς ἐπιθυμίαν αὐτὸν κινοῦντα ἔχοντα. Ὧδε γὰρ ὁ ἀγὼν διπλοῦς ἐστίν.

δ’ Ὅτε γὰρ χρῄζει ὁ ἄνθρωπος εἰς σύστασιν τοῦ σκηνώματος αὐτοῦ, τότε καὶ ἡ χρεία αὐτοῦ εὐκαταφρόνητος γίνεται καὶ οὐδὲ ἐν τῷ ἀναγκαίῳ καιρῷ τῆς μικρᾶς αὐτοῦ μεταλήψεως θεωρεῖ αὐτὴν μετ’ ἐπιθυμίας, καὶ ἐν ὀλίγῳ τίνι πείθει τὸ σῶμα καὶ τοῦτο ὡς εὐκαταφρόνητον παρ’ ἑαυτῷ βλέπει, καὶ οὐ διὰ τὴν ἡδύτητα τοῦ βρώματος προσεγγίζει αὐτῷ, ἀλλ’ ἵνα τὴν φύσιν ἀντιλάβηται καὶ ἐνισχύσῃ. Αὗται αἱ προφάσεις ταχέως ἀναφέρουσί τίνα εἰς τὴν ἄσκησιν ἀθλίπτῳ καὶ ἀλύπῳ λογισμῷ.

Προσήκει τοίνυν τῷ σπουδαίῳ μοναχῷ ὀξεῖ τῷ πόδι φεύγειν ἀνεπιστρόφως πάντα τὰ πολεμοῦντα τῷ μοναχῷ καὶ μὴ συναναμίγνυσθαι τοῖς πολεμοῦσιν αὐτῷ, ἀλλὰ καὶ ἀπὸ τῆς ψιλῆς θεωρίας αὐτῶν ἐγκρατεύεσθαι καὶ μακρυνθῆναι ἀπὸ τοῦ πλησιασμοῦ αὐτῶν καθ ὅσον δύναται. Καὶ τοῦτο λέγω οὐ μόνον περὶ τῆς γαστρός, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐν τῇ πείρᾳ καὶ τῷ πολέμῳ, ἐν οἷς πειράζεται καὶ δοκιμάζεται τοῦ μοναχοῦ ἡ ἐλευθερία. Ὅταν γὰρ ἔλθῃ ὁ ἄνθρωπος πρὸς τὸν Θεόν, διαθήκην μετὰ τοῦ Θεοῦ ποιεῖ, ἀπέχεσθαι ἐκ πάντων τούτων. Ταῦτα δὲ εἰσί, τὸ μὴ ὁρᾷν πρόσωπον γυναικός, καὶ τὸ μὴ ἰδεῖν τὰ πρόσωπα τῶν εὐπρεπῶν, καὶ τὸ μηδενὸς ἐπιθυμεῖν ἢ τρυφᾶν, καὶ τὸ μὴ ἰδεῖν τὴν εὐκοσμίαν τῶν ἐνδυμάτων, καὶ τὸ μὴ ἰδεῖν πᾶσαν τάξιν τῶν κοσμικῶν, μήτε ἀκοῦσαι τῶν λόγων αὐτῶν, μήτε τὰ περὶ αὐτῶν ἐξετάσαι. Διότι πολλὴν δύναμιν κτῶνται τὰ πάθη ἐκ τοῦ πλησιασμοῦ τῶν τοιούτων ἁπάντων πραγμάτων, οἷα χαυνούντων τὸν ἀγωνιστὴν καὶ ἀλλοιούντων τὴν τε φρόνησιν καὶ τὴν πρόθεσιν αὐτοῦ. Καὶ ἐὰν αἱ θεωρίαι τῶν καλῶν κινῶσι τὴν προαίρεσιν τοῦ ὄντος ἐν τῷ ζήλῳ ἐκκλίνειν εἰς τὴν ἐργασίαν αὐτῶν, δῆλον ὅτι καὶ τὰ ἐνάντια τούτων ἔχουσιν ἰσχὺν αἰχμαλωτίσαι τὴν διάνοιαν εἰς αὐτά. Καὶ ἐὰν πλέον τὶ οὐ γένηται μόνον τῇ διάνοιᾳ τῇ ἡσυχαζούσῃ, ἀλλ’ εἰς ἀγῶνα πολέμων ἐμβάλλει αὐτόν, καὶ τοῦτο ζημία μεγάλη ἐστίν, ἵνα ἐκ τῆς εἰρήνης εἰς θόλωσιν τις ἑκουσίως ἐμβάλλῃ ἑαυτόν.

στ’. Καὶ ἐὰν τις τῶν γερόντων τῶν ἀσκητῶν καὶ ἀγωνιστῶν ἰδὼν ἀγένειον, τὸν ὅμοιον ταῖς γυναιξίν, ἐλογίσατο τοῦτο ἐπιβλαβὲς τῷ λογισμῷ καὶ ἐπιζήμιον ἐν τῷ ἀγῶνι αὐτοῦ, τὶς ἐστίν, ὃς ἐν ἄλλοις ἀμελῆσαι δύναται, ὁπότε οὗτος ὁ ἅγιος οὐ κατεδέξατο εἰσελθεῖν καὶ ἀσπάσασθαι ἀδελφόν; Διότι ἀνέκρινεν ὁ σοφὸς γέρων, ὅτι μόνον ἐὰν ἐνθυμηθῶ ἐν τῇ νυκτὶ ταύτῃ, ὅτι ἐστὶν ἐνταῦθα τὶ τοιοῦτον, τοῦτο μεγάλη μοι ζημία ἐστί. Καὶ διὰ τοῦτο οὐκ εἰσῆλθε καὶ εἶπεν αὐτοῖς Ἐγὼ μέν, τέκνα, οὐ φοβοῦμαι, ἀλλ’ ὅμως τὶ θέλω ἐνέγκαι ἐμαυτῷ πόλεμον μάτην; Ἡ γὰρ μνήμη τῶν τοιούτων ταραχὴν ἀνόνητον ἐν τῇ διανοίᾳ ποιεῖ. Εἰς ἕκαστον γὰρ τῶν τοῦ σώματος τούτου μελῶν δέλεαρ πρόκειται, καὶ ἔχει πόλεμον μέγαν ὁ ἄνθρωπος εἰς αὐτὰ καὶ ὀφείλει φυλάξασθαι ἑαυτὸν καὶ σμικρύνειν τὸν πόλεμον αὐτοῦ τὸν εἰς αὐτὰ ἐκ τοῦ φεύγειν ὥσπερ ὅτε ἐγγίζουσι, κἂν βιάζηται ὁ ἄνθρωπος εἰς τὸ ἀγαθόν, ἀλλ’ ὅμως κινδυνεύει ἐξ αὐτῶν θεωρῶν καὶ ἐπιθυμῶν ἀεί.

ζ’. Καὶ γὰρ φάρμακα πολλὰ θεωροῦμεν ἐν τῇ γῇ κεκαλυμμένα καὶ ἐν τῷ θέρει διὰ τὸν καύσωνα οὐδεὶς γινώσκει αὐτά, ὅταν δὲ νοτισθώσιν ἐκ τοῦ ὕδατος καὶ ὀσφρανθώσι τῆς δυνάμεως τῆς ψυχρότητος τοῦ ἀέρος, τότε φαίνεται ἕκαστον εἶδος ποῦ ἦν τεθαμμένον ἐν τῇ γῇ. Οὕτω καὶ ὁ ἄνθρωπος, ὅτε ἐστὶν ἐν τῇ χάριτι τῆς ἡσυχίας καὶ ἐν τῇ θέρμῃ εἰς τὰ πράγματα τοῦ κόσμου, τότε βλέπει πῶς ἕκαστον πάθος ἐγείρεται καὶ κουφίζει τὴν κεφαλὴν αὐτοῦ, καὶ μάλιστα ἐὰν ὀσφρανθώσιν ὀσμῆς ἀναπαύσεως. Τοῦτο δὲ εἶπον, ἵνα μὴ θαῤῥήσῃ τὶς ὅσον ζῇ ἐν τῷ σώματι αὐτοῦ, ἕως ἂν ἀποθάνῃ, καὶ ἵνα δείξω, ὅτι τὸ φεύγειν καὶ μακρύνειν τινὰ ἑαυτὸν ἀπὸ τῶν αἰτιῶν τῆς κακίας, πάνυ βοηθοῦσιν εἰς τὸν ἀσκητικὸν ἀγῶνα. Διὰ τὰ πράγματα τὰ φέροντα ἡμῖν αἰσχύνην ἐν τῇ μνήμῃ αὐτῶν, δέον ἡμᾶς ἀεὶ φοβεῖσθαι αὐτὰ καὶ μὴ καταπατῆσαι τὴν συνείδησιν καὶ καταφρονῆσαι αὐτῆς.

η’. Λοιπὸν ἐν τῇ ἐρήμῳ χωρῆσαι τὸ σῶμα τέως πειράσωμεν καὶ ποιήσωμεν κτᾶσθαι τὴν ὑπομονὴν τὸ δὲ μεῖζον πάντων, ἵνα σπουδάζῃ τίς, ὅπου δ’ ἂν καὶ ἦ, ὥστε ἀπέχειν τὸ αἴτιον τοῦ πολέμου κἂν γὰρ θλίβηταί τις ἴσως, ἀλλ’ ἄφοβος ἐστίν, ἵνα μή, ὅταν ἔλθῃ χρεία, πέσῃ διὰ τὴν ἐγγύτητα αὐτῆς.

Ἐρώτησις. Ὅστις ἀπέῤῥιψε ἐξ ἑαυτοῦ ὅλον τὸν περισπασμὸν καὶ εἰσῆλθεν εἰς τὸν ἀγῶνα, ποίᾳ ἐστὶν ἡ ἀρχὴ αὐτοῦ ἐν τῷ πολέμῳ τῆς ἁμαρτίας, καὶ πόθεν ἄρχεται τῆς πάλης;

Ἀπόκρισις.

α’. Τοῦτο πᾶσι γνώριμόν ἐστίν, ὅτι ἑκάστῳ ἀγῶνι τῆς ἁμαρτίας καὶ τῆς ἐπιθυμίας ὁ κόπος τῆς ἀγρυπνίας καὶ τῆς νηστείας ἐστὶν ἡ ἀρχή, καὶ μάλιστα τῷ ἀνταγωνιζομένῳ πρὸς τὴν ἐν ἡμῖν ἔνδον ἁμαρτίαν. Καὶ τὸ σημεῖον τοῦ μίσους τῆς άμαρτίας καἰ τῆς ἐπιθυμίας αὐτῆς ἐκ τούτου ὁρᾶται τοῖς ἀνταγωνιζομένοις πρὸς τὸν ἀόρατον πόλεμον τοῦτον ἐν τῇ νηστείᾳ ἄρχονται καὶ μετὰ ταύτην ἡ ἀγρυπνία τῆς νυκτὸς συνεργεῖ πρὸς τὴν ἄσκησιν.

β’. Ὁ ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ τὴν ὁμιλίαν τῆς συζυγίας ταύτης ἀγαπῶν, οὗτος φίλος τῆς σωφροσύνης γίνεται. Καθὼς ἡ ἀνάπαυσις τῆς γαστρὸς ἀρχὴ πάντων τῶν κακῶν καὶ ἡ χαυνότης τοῦ ὕπνου ἡ ἐξάπτουσα τὴν ἐπιθυμίαν τῆς πορνείας, οὕτως ἡ ὁδὸς τοῦ Θεοῦ ἡ ἁγία καὶ πάσης ἀρετῆς ὁ θεμέλιος ἡ νηστεία ὑπάρχει καὶ ἡ ἀγρυπνία καὶ ἡ ἐγρήγορσις ἐν τῇ λειτουργίᾳ τοῦ Θεοῦ, ἐν σταυρώσει τοῦ σώματος ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα ἐξ ἐναντίας τῆς γλυκύτητος τοῦ ὕπνου. Ἡ νηστεία ὑπερασπισμὸς ἐστὶ πάσης ἀρετῆς καὶ ἀρχὴ τοῦ ἀγῶνος καὶ στέφανος τῶν ἐγκρατῶν καὶ τὸ κάλλος τῆς παρθενίας καὶ τοῦ ἁγιασμοῦ καὶ ἡ λαμπρότης τῆς σωφροσύνης καὶ ἡ ἀρχὴ τῆς ὁδοῦ τοῦ Χριστιανισμοῦ καὶ ἡ μήτηρ τῆς προσευχῆς καὶ ἡ πηγὴ τῆς σωφροσύνης καὶ τῆς φρονήσεως καὶ ἡ διδάσκαλος τῆς ἡσυχίας καὶ ἡ προηγουμένη πάντων τῶν καλῶν ἔργων. Καθὼς ἀκολουθεῖ τοῖς ἐῤῥωμένοις ὀφθαλμοῖς ἡ ἐπιθυμία τοῦ φωτός, οὕτως ἀκολουθεῖ τῇ νηστείᾳ τῇ μετὰ διακρίσεως γινομένη, ἡ ἐπιθυμία τῆς εὐχῆς.

γ’. Ὅταν γὰρ ἄρξηται τις νηστεύειν, ἐκ τούτων εἰς τὴν ἐπιθυμίαν τῆς ὁμιλίας τοῦ Θεοῦ ἐπιθυμεῖ ἐλθεῖν ἐν τῇ διάνοια αὐτοῦ. Οὐ γὰρ καρτερεῖ τὸ σῶμα νηστεῦον ὑπνῶσαι ἐν τῇ στρωμνῇ αὐτοῦ ὅλην τὴν νύκτα. Ὅταν ἡ σφραγὶς τῶν νηστειῶν ἐπιτέθειται τῷ στόματι τοῦ ἀνθρώπου, ὁ λογισμὸς αὐτοῦ ἐν κατανύξει μελετᾷ καὶ ἡ καρδία αὐτοῦ εὐχὴν βρύει καὶ ἡ στυγνότης ἐπὶ τὸ πρόσωπον αὐτοῦ κεῖται καὶ οἱ αἰσχροὶ διαλογισμοὶ πόῤῥω ἀπέχουσιν ἀπ’ αὐτοῦ, ἱλαρότης οὐχ ὁρᾶται ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ ἐχθρὸς ἐστὶν τῶν ἐπιθυμιῶν καὶ τῶν ματαίων συντυχιῶν. Οὐδέποτε εἶδε τις νηστευτήν ἐν διακρίσει, δουλωθέντα ὑπὸ τῆς κακῆς ἐπιθυμίας. Δόμος μέγας εἰς πᾶν ἀγαθὸν ἐστὶν ἡ νηστεία ἡ μετὰ διακρίσεως, καὶ ὁ ἀμελῶν αὐτῆς, πᾶν ἀγαθὸν διασείει. Διότι αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ τεθείσα τῇ φύσει ἡμῶν ἐξ ἀρχῆς εἰς παραφυλακὴν κατὰ τῆς γεύσεως τῆς τροφῆς, καὶ ἐκεῖθεν ἐξέπεσεν ἡ ἀρχὴ τοῦ πλάσματος ἡμῶν. Ὅμως, ὅθεν γέγονεν ὁ ἀφανισμὸς ὁ πρῶτον, ἐκεῖθεν ἄρχονται οἱ ἀθληταὶ εἰς τὸν φόβον τοῦ Θεοῦ, ὅταν ἄρξωνται φυλάττειν τοὺς νόμους αὐτοῦ.

δ’. Καὶ ὁ Σωτὴρ δέ, ὅτε ὠράθη τῷ κόσμῳ ἐν τῷ Ἰορδάνῃ, ἐντεῦθεν ἤρξατο. Μετὰ γὰρ τὸ βάπτισμα ἐξήνεγκεν αὐτὸν τὸ πνεῦμα εἰς τὴν ἔρημον καὶ ἐνήστευσε ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα. Ὁμοίως καὶ πάντες οἱ ἐξερχόμενοι ἀκολουθῆσαι ὀπίσω αὐτοῦ ἐπὶ τούτῳ τῷ θεμελίῳ βάλλουσι τὴν ἀρχὴν τοῦ ἀγῶνος αὐτῶν. Ὅπλον γὰρ ἐστὶν εἰργασμένον ὑπὸ τοῦ Θεοῦ, καὶ τὶς ἀμελῶν εἰς αὐτὸ οὐ μεμφθήσεται; Καὶ εἰ ὁ ἐκθέμενος τὸν νόμον νηστεύει, τὶς ἐκ τῶν τηρούντων τὸν νόμον οὐ χρὴ νηστεύειν; Διὰ τοῦτο ἕως τότε τὸ γένος τῶν ἀνθρώπων οὐκ ἐγίνωσκε τὴν νίκην, οὐδὲ ὁ διάβολος ποτὲ ἐπειράθη τῆς ἥττης αὐτοῦ ἐκ τῆς φύσεως ἡμῶν, ἀλλ’ ἐν τούτῳ τῷ ὅπλῳ ἠτόνησέν ἐξ ἀρχῆς, καὶ ὁ Κύριος ἡμῶν ἦν ὁ ἀρχηγὸς καὶ πρωτότοκος τῆς νίκης, τοῦ δοῦναι τὸν πρῶτον στέφανον τῆς νίκης ἐπὶ τῆς κεφαλῆς τῆς φύσεως ἡμῶν.

ε’. Καὶ ὅταν ἴδῃ τοῦτο τὸ ὅπλον ἐπὶ τίνα τῶν ἀνθρώπων ὁ διάβολος, εὐθέως φοβεῖται ὁ ἀντικείμενος καὶ τύραννός, καἰ εὐθὺς ἐνθυμεῖται καὶ εἰς μνήμην ἔρχεται τῆς ἥττης αὐτοῦ τῆς ἐν τῇ ἐρήμῳ ὑπὸ τοῦ Σωτῆρος, καὶ ἡ δύναμις αὐτοῦ κλᾶται, καὶ ἐν τῇ θεωρίᾳ τοῦ ὅπλου τοῦ δοθέντος ἡμῖν ὑπὸ τοῦ ἀρχιστρατήγου ἡμῶν καίεται. Ποῖον ὅπλον δυνατώτερον αὐτοῦ καὶ θάρσος παρέχον τῇ καρδίᾳ ἐν τῇ πάλῃ τῇ κατὰ τῶν πνευμάτων τῆς πονηρίας, ὡς ἡ γινομένη πείνα ὑπὲρ τοῦ Χριστοῦ; Ὅσον γὰρ μοχθεῖ τὸ σῶμα καὶ κακοπαθεῖ ἐν τῷ καιρῷ, ἐν ᾧ περικυκλοῖ τὸν ἄνθρωπον ἢ φάλαγξ τῶν δαιμόνων, τοσοῦτον ἀντιλαμβάνεται ἡ καρδία αὐτοῦ ὑπὸ τῆς πεποιθήσεως. Καὶ ὃ ἐνδυόμενος τὸ τῆς νηστείας ὅπλον, ἐν ζήλῳ πυρπολεῖται ἐν παντὶ καιρῷ,

Ϛ’. Καὶ ὁ ζηλωτὴς γὰρ Ἡλίας ἡνίκα ἐζήλωσεν ὑπὲρ τοῦ νόμου, τοῦ Θεοῦ, εἰς τοῦτο τὸ ἔργον τῆς νηστείας διῆγεν. Ὑπομιμνῄσκει γὰρ τὸν κτησάμενον αὐτὴν τὰ ἐντάλματα τοῦ Πνεύματος, καὶ μεσίτης ἐστὶν ἡ νηστεία τοῦ παλαιοῦ νόμου καὶ τῆς χάριτος τῆς δοθείσης ἡμῖν παρὰ τοῦ Χριστοῦ. Καὶ ὁ ἀμελῶν εἰς αὐτήν, καὶ εἰς τὰ ὑπόλοιπα τῶν ἀγωνισμάτων χαῦνος ἐστὶ καὶ ἀμελὴς καὶ ἀσθενὴς καὶ ἀρχὴν καὶ σημεῖον κακὸν τῆς χαυνώσεως δεικνύει τῆς ψυχῆς αὐτοῦ καὶ δίδωσι τόπον νίκης τῷ πολεμοῦντι αὐτὸν διότι γυμνὸς καὶ ἄοπλος εἰσέρχεται εἰς τὸν ἀγῶνα, καὶ ἔκδηλος ἐστὶν ὅτι χωρὶς νίκης ἐξέρχεται ἐξ αὐτοῦ, διότι τὰ μέλη αὐτοῦ οὐκ ἐφόρεσεν τὴν θέρμην τῆς πείνης τῆς νηστείας. Τοιαύτη ἐστὶν ἡ νηστεία, καὶ ὁ διαμένων ἐν αὐτῇ, ἀσάλευτος ἔσται ἡ διάνοια αὐτοῦ καὶ πρὸς ἀπάντησιν ἑτοίμη καὶ ἀποτροπὴν πάντων τῶν δυσχερῶν παθῶν. Λέγεται περὶ πολλῶν μαρτύρων, ὅτι ἐν τῇ ἡμέρᾳ, ἐν ᾗ προσεδόκων δέξασθαι τὸν στέφανον τοῦ μαρτυρίου, εἰ προεγίνωσκον ἐξ ἀποκαλύψεως ἢ φάσεως τίνος τῶν ἑταίρων αὐτῶν τοῦτο, τῇ νυκτὶ ἐκείνη οὐκ ἐγεύοντο τίνος, ἀλλὰ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἵσταντο ἀγρυπνοῦντες ἐν τῇ εὐχῇ, δοξάζοντες τὸν Θεὸν ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, καὶ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἐξεδέχοντο τὴν ὥραν ἐκείνην, ὡς τίνες ἑτοιμασθέντες εἰς τοὺς γάμους, ἐκδεχόμενοι ἀπαντῆσαι τῷ ξίφει νηστεία αὐτῶν. Καὶ ἡμεῖς τοίνυν, οἱ εἰς τὴν ἀόρατον μαρτυρίαν κληθέντες, τοῦ δέξασθαι τοὺς στεφάνους τοῦ ἁγιασμοῦ νήψωμεν καὶ μηδέποτε ἐν μέλει τινὶ καὶ μέρει τοῦ σώματος ἡμῶν δοθῇ τοῖς ἐχθροῖς ἡμῶν σημεῖον τῆς ἀρνήσεως.

Ἐρώτησις. Πῶς εἰσὶ τίνες πολλάκις καὶ πολλοὶ ἔχοντες τὰ ἔργα ταῦτα ἴσως, καὶ τῆς γαλήνης καὶ ἀναπαύσεως τῶν παθῶν, καὶ τῆς εἰρήνης τῶν λογισμῶν οὐκ αἰσθάνονται;

Ἀπόκρισις. Τὰ πάθη τὰ κεκρυμμένα ἐν τῇ ψυχῇ, ᾧ ἀδελφέ, οὐχὶ ἐν τοῖς σωματικοῖς κόποις μόνον διορθοῦνται, οὐδὲ τοὺς λογισμοὺς κωλύουσιν ἐπὶ τῶν ἐξυπνιζομένων ἀεὶ διὰ τῶν αἰσθήσεων. Οἱ γὰρ κόποι οὗτοι φυλάττουσι τὸν ἄνθρωπον ἐκ τῶν ἐπιθυμιῶν, ἵνα μὴ νικηθῇ ἐξ αὐτῶν, καὶ ἐκ τῆς πλάνης τῶν δαιμόνων, τὴν δὲ εἰρήνην καὶ τὴν γαλήνην οὐ παρέχουσι τῇ ψυχῇ. Τὰ γὰρ ἔργα καὶ οἱ κόποι τότε τὴν ἀπάθειαν παρέχουσι τῇ ψυχῇ καὶ νεκροῦσι τὰ μέλη τὰ ἐν τῇ γῇ καὶ δωροῦνται τὴν ἀνάπαυσιν τῶν λογισμῶν, ὅταν κοινωνήσωμεν τῇ ἡσυχίᾳ ἡνίκα γὰρ αἱ αἰσθήσεις τὰ ἔξω παύσωνται τῆς ταραχῆς καὶ ἐπιμείνωσιν ἐν τῇ ἐργασίᾳ τῆς σοφίας καιρὸν τίνα. Ἕως γὰρ ἂν στερηθῇ ὁ ἄνθρωπος τῆς ἀπαντήσεως τῶν ἀνθρώπων καὶ τὰ μέλη αὐτοῦ ἐκ τῆς διαχύσεως τῶν λογισμῶν, καὶ συναγάγῃ ἑαυτὸν πρὸς ἑαυτόν, οὐ μὴ δυνηθῇ γνωρίσαι τὸ πάθος αὐτοῦ. Ἡ ἡσυχία γάρ, καθὼς ἔφη ὁ ἅγιος Βασίλειος, ἀρχὴ τῆς καθάρσεως τῆς ψυχῆς ἐστίν. Ἡνίκα γὰρ τὰ ἔξω μέλη παύσωνται τῆς στάσεως τῆς ἐξωτέρας καὶ τοῦ περισπασμοῦ τοῦ εἰς τὴν ἔξω χώραν, τότε στρέφεται ἡ διάνοια ἀπὸ τῶν ἐξωτέρων περισπασμῶν καὶ τοῦ μετεωρισμοῦ καὶ καθ’ ἑαυτὴν ἠρεμεῖ καὶ ἐξυπνίζεται ἡ καρδία ἐξερευνῆσαι τὰς ἐννοίας τὰς ἔσωθεν τῆς ψυχῆς. Καὶ ἐὰν ὑπομείνῃ ἐν τούτοις καλῶς, ἔρχεται κατ’ ὀλίγον ὁ ἄνθρωπος ὁδεύειν εἰς τὴν καθαρότητα τῆς ψυχῆς.

Ἐρώτησις. Καὶ οὐ δύναται ἄρα ἐν τῇ ἀναστροφῇ τῇ ἔξω τῆς θύρας καθαρθῆναι ἡ ψυχή;

Ἀπόκρισις. Δένδρου καθ’ ἡμέραν ποτιζομένου, πότε ξηραίνεται ἡ ῥίζα αὐτοῦ; Καὶ σκεῦος δεχόμενον καθ’ ἡμέραν προσθήκην, πότε μειοῦται; Καὶ ἐὰν ἡ καθαρότης οὐδὲν ἄλλο ἐστίν, εἰ μὴ τὸ λαβεῖν τὴν ἀναστροφὴν ἐλευθερίας καὶ ἐξελθεῖν τῆς συνήθειας αὐτῆς, πῶς καὶ πότε θελήσει καθαρθῆναι τὴν ψυχὴν αὐτοῦ, ὅστις πρακτικῶς ἐν ἑαυτῷ ἢ ἐν ἄλλοις διὰ τῶν αἰσθήσεων ἀνακαινίζει τὴν μνήμην τῆς παλαιᾶς συνήθειας ἐν ἑαυτῷ, ὅπερ ἐστὶν ἡ ἐπίγνωσις τῆς κακίας; Πότε δύναται καθαρθῆναι τὴν ψυχὴν αὐτοῦ ἐκ τούτου, ἢ πότε σχολάσαι ἐκ τῶν ἀνταγωνισμάτων τῶν ἐξωτέρων, ἵνα ἂν θεάσηται ἑαυτόν; Ἐὰν γὰρ ἡ καρδία καθ’ ἡμέραν ῥυποῦται, πότε καθαίρεται ἐκ τοῦ ῥύπου; Ἀλλ’ οὐδὲ πρὸς τὴν ἐνέργειαν τὴν ἐξωτέραν δύναται ἀντιστῆναι, καὶ πόσῳ μᾶλλον καθαρίσαι οὐ δύναται τὴν καρδίαν, ὅτι ἐν μέσῳ τοῦ στρατοπέδου ἵσταται καὶ ἐνδέχεται καθ’ ἡμέραν τὴν συνεχῆ ἀγγελίαν τοῦ πολέμου ἀκοῦσαι καὶ πῶς τολμᾷ κηρῦξαι εἰρήνην τῇ ψυχῇ αὐτοῦ; Ἐὰν δὲ ἐκ τούτου μακρυνθῆ, τότε δύναται κατὰ μικρὸν τὰ πρῶτα καταπαῦσαι τὰ ἔσω ἐπεί, ἕως ἂν ἄνωθεν ὁ ποταμὸς οὐ φράττηται, ἐκ τῶν κάτω τὰ ὕδατα αὐτοῦ οὐ ξηραίνεται. Ὅταν δὲ ἔλθῃ τις εἰς τὴν ἡσυχίαν, τότε δύναται ἡ ψυχὴ διακρῖναι τὰ πάθη καὶ ἐξερευνῆσαι ἐν συνέσει τὴν ἑαυτῆς σοφίαν. Τότε καὶ ὁ ἔσω ἄνθρωπος ἐξυπνίζεται εἰς τὸ ἔργον τοῦ πνεύματος, καὶ ἡμέρα τῇ ἡμέρᾳ αἰσθάνεται τῆς κρυπτῆς σοφίας τῆς ἀνθούσης ἐν τῇ ψυχῇ αὐτοῦ.

Ἐρώτησις. Τίνα εἰσὶ τὰ ἀκριβῆ τεκμήρια καὶ τὰ σημεῖα τὰ πλησιάζοντα, ἐξ ὧν καὶ δι’ ὧν αἰσθάνεται τις, ὅτι ἤρξατο βλέπειν ἐν ἑαυτῷ καρπὸν κρυπτὸν ἐν τῇ ψυχῇ;

Ἀπόκρισις. α’. Ὅταν ἀξιωθῇ τις τῆς χάριτος τῶν δακρύων τῶν πολλῶν τῶν χωρὶς βίας γινομένων. Ὡς γὰρ ὄρος τις ἐτέθησαν τὰ δάκρυα τῇ διανοίᾳ μεταξὺ τῶν σωματικῶν καὶ τῶν πνευματικῶν, καὶ μεταξὺ τῆς ἐμπαθείας καὶ τῆς καθαρότητας. Ἕως ἂν δέξηταί τις τὸ χάρισμα τοῦτο, ἀκμὴν ἐν τῷ ἐξωτέρῳ ἀνθρώπῳ ἐστὶν ἡ ἐνέργεια τοῦ ἔργου αὐτοῦ καὶ ἀκμὴν οὐκ ᾐσθήθη παντελῶς τῆς ἐνεργείας τῶν κρυπτῶν τοῦ πνευματικοῦ ἀνθρώπου. Ὅταν γὰρ ἄρξηται τις ἐὰν τὰ σωματικὰ τοῦ νῦν αἰῶνος καὶ ἐντὸς τοῦ ὅρου τούτου τοῦ ὄντος ἔξωθεν τῆς φύσεως ὁρᾶται διαβαίνων, εὐθὺς εἰς τὴν χάριν ταύτην τῶν δακρύων φθάνει καὶ ἐκ τῆς πρώτης μόνης τῆς πολιτείας τῆς κρυπτῆς ἄρχονται καὶ τὰ δάκρυα ταῦτα καὶ ἀπάγουσιν αὐτὸν εἰς τὴν τελειότητα τῆς ἀγάπης τοῦ Θεοῦ. Καὶ ὅσον προβαίνει ἐκεῖσε, τοσοῦτον πλουτεῖ ἐν αὐτοῖς, ἕως ἂν πίνῃ αὐτὰ ἐν τῇ τροφῇ αὐτοῦ καὶ ἐν τῷ πόματι αὐτοῦ ἐκ τῆς πολλῆς αὐτῶν διαμονῆς.

β’. Καὶ τοῦτο ἐστὶ τὸ σημεῖον τῆς ἀκριβείας, ὅτι ἐξῆλθεν ἡ διάνοια ἐκ τοῦ κόσμου τούτου καὶ ᾐσθήθη τοῦ κόσμου ἐκείνου τοῦ πνευματικοῦ. Ὅσον δὲ πλησιάζει τῷ κόσμῳ τούτῳ ἐν τῇ διανοίᾳ αὐτοῦ ὁ ἄνθρωπος, τοσοῦτον ἐλαττοῦται ἐκ τῶν δακρύων τούτων, καὶ ὅταν ἡ διάνοια τελείως στερίσκεται τῶν δακρύων τούτων, καὶ τοῦτο τὸ σημεῖον ἐστίν, ὅτι ἐστὶν ὁ ἄνθρωπος τεθαμμένος ἐν τοῖς πάθεσιν.

γ’. Εἰσὶ τινὰ μὲν τῶν δακρύων καίοντα, καὶ εἰσὶ δάκρυα πιαίνοντα. Πάντα οὖν τὰ δάκρυα τὰ ἐκ τῆς κατανύξεως καὶ τῆς ὁσίας καρδίας ἐξερχόμενα διὰ τὰς ἁμαρτίας, ταῦτα ξηραίνουσι τὸ σῶμα καὶ καίουσι καὶ πολλάκις καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ἐκ τούτων αἰσθάνεται βλάβης ἐν τῇ ἐξόδῳ αὐτῶν. Καὶ πρῶτον μὲν ταύτῃ τῇ τάξει τῶν δακρύων ἐξ ἀνάγκης ἀπαντᾶ ὁ ἄνθρωπος, καὶ δι’ αὐτῶν ἀνοίγεται αὐτῷ θύρᾳ εἰσελθεῖν εἰς τὴν τάξιν τὴν δευτέραν, τὴν κρείττονα ταύτης, ἤπερ ἐστὶ χώρα χαρᾶς, ἐν ᾗ δέχεται ὁ ἄνθρωπος τὸ ἔλεος. Ταῦτα δὲ εἰσὶ τὰ δάκρυα τὰ προχεόμενα ἐκ τῆς συνέσεως, ἃ ὠραΐζουσι καὶ πιαίνουσι τὸ σῶμα, καὶ ἀβιάστως ἀφ’ ἑαυτῶν κατέρχονται, καὶ οὐ μόνον, ὡς εἴρηται, πιαίνουσι τὸ σῶμα τοῦ ἀνθρώπου, ἀλλὰ καὶ ἡ δράσις τοῦ ἀνθρώπου ἀλλοιοῦται. «Καρδίας γάρ, φησίν, εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει».

Ἐρώτησις. Τὶς ἐστὶν ἡ ἀνάστασις τῆς ψυχῆς, ἦν φησὶν ὁ Ἀπόστολος, «ἑἰ συνηγέρθητε τῷ Χριστῷ»;

Ἀπόκρισις. Ἐν τῷ εἰπεῖν τὸν Ἀπόστολον, «ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, αὐτὸς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν», ψυχῆς ἀνάστασιν, τὴν τῆς παλαιότητος ἔξοδον ἔδειξεν, ὅτι ταύτην δεῖ καλεῖν, τουτέστιν, ἵνα γένηται καινὸς ὁ ἄνθρωπος, μηδὲν ἔχων τοῦ παλαιοῦ ἀνθρώπου, καθὼς λέγει, «καὶ δώσω αὐτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν». Τότε γὰρ εἰκονίζεται ὁ Χριστὸς ἐν ἡμῖν διὰ πνεύματος σοφίας καὶ ἀποκαλύψεως τῆς ἐπιγνώσεως αὐτοῦ.

Ἐρώτησις. Τὶ ἐστί, κατὰ συντομία, ἡ δύναμις τῆς πράξεως τῆς ἡσυχίας;

Ἀπόκρισις. Ἡ ἡσυχία τὰς αἰσθήσεις τὰς ἔξω νεκροὶ καὶ τὰς ἔσω κινήσεις ἐγείρει, ἡ δὲ ἔξω ἀναστροφῇ τὰ ἐναντία τούτων πράττει, ἤγουν τὰς ἔξω αἰσθήσεις ἐγείρει, καὶ τὰς ἔσω κινήσεις νεκροῖ.

Ἐρώτησις. Τὶ ἐστὶν ἡ αἰτία τῶν ὁράσεων καὶ τῶν ἀποκαλύψεων, ὅτι τίνες ὁρῶσι, τίνες δὲ κοπιῶσιν ὑπὲρ αὐτοὺς καὶ οὐκ ἐνεργεῖ τοσοῦτον ἡ ὅρασις ἐν αὐτοῖς;

Ἀπόκρισις. α’. Αἰτίαι τούτων πολλαὶ εἰσί. Καὶ αἱ μὲν αὐτῶν οἰκονομικαὶ καὶ τοῦ κοινοῦ χάριν, αἱ δὲ πρὸς παρηγορίαν τῶν ἀσθενῶν καὶ θάρσος καὶ διδαχήν.

β’. Καὶ πρῶτον μέν, διὰ τὸ ἔλεος τοῦ Θεοῦ οἰκονομοῦνται διὰ τοὺς ἀνθρώπους ταῦτα πάντα, καὶ πρὸς τοὺς τρεῖς τρόπους τῶν ἀνθρώπων τούτων οἰκονομοῦνται τὰ πράγματα τῶν τοιούτων, ὡς ἐπὶ τὸ πολὺ ἢ πρὸς τοὺς ἁπλουστέρους καὶ ὑπερβαλλόντως ἀκάκους, ἢ πρὸς τινὰς τελείους καὶ ἁγίους, ἢ πρὸς τοὺς ἔχοντας ζῆλον ἔμπυρον Θεοῦ καὶ ἀπεγνωκότας τοῦ κόσμου καὶ ἀποταξαμένους τελείως καὶ ἀναχωρήσαντας τῆς μετὰ τῶν ἀνθρώπων κατοικίας καὶ ὀπίσω τοῦ Θεοῦ γυμνοὺς ἐξελθόντας, μὴ προσδοκήσαντας βοήθειαν τίνα ἐκ τῶν ὁρωμένων καὶ ἐπιπίπτει αὐτοῖς δειλία ἐκ τοῦ ἰδιασμοῦ αὐτῶν ἢ περικυκλοῖ αὐτοὺς κίνδυνος θανάτου ἐκ τοῦ λιμοῦ ἢ ἐκ τῆς ἀῤῥωστίας ἢ ἀπὸ τίνος περιστάσεως καὶ θλίψεως, ὥστε αὐτοὺς ἐγγίζειν τῇ ἀπογνώσει. Αἱ παρακλήσεις οὖν αἱ γινόμεναι πρὸς τοὺς τοιούτους καὶ πρὸς τοὺς ὑπερέχοντας αὐτοὺς ἐν κόποις μὴ γινόμεναι, τῆς συνειδήσεως λέγω.

γ’. Ἡ δὲ δευτέρα αἰτία ἐστὶν ἀκριβῶς αὕτη ὅσον τὶς ἔχει παράκλησιν ἀνθρωπίνην ἢ ἐκ τίνος τῶν ὁρωμένων, οὐ γίνονται τοιαῦται παρακλήσεις πρὸς αὐτόν, εἰ μὴ δι’ οἰκονομίαν τινὰ χάριν τοῦ κοινοῦ. Ἡμῖν δὲ ὁ λόγος περὶ ἀναχωρητῶν ἐστί. Καὶ μάρτυς τῶν λεγομένων εἰς τῶν πατέρων ὅπερ ταύτης παρακαλέσας καὶ ἀκούσας, ἀρκεῖ σοι ἡ παράκλησις καὶ ἡ ὁμιλία τῶν ἀνθρώπων.

δ’. Καὶ ἄλλος τις ἐν τούτῳ τῷ τρόπῳ ὅτε ἦν ἐν τῇ ἀναχωρήσει καὶ ἔζη ἐν τῇ ἀναστροφῇ τῆς ἀναχωρήσεως, ἦν ἐν πάσῃ ὥρα τῆς παρακλήσεως τῆς ἐκ τῆς χάριτος κατατρυφῶν, ὅτε δὲ προσήγγισε τῷ κόσμῳ, ἐζήτησεν αὐτὴν κατὰ τὸ ἔθος καὶ οὐχ εὗρε καὶ ἐδεήθη τοῦ Θεοῦ δηλῶσαι αὐτῷ τὴν αἰτίαν, λέγων· Μὴ τί, Κύριε, διὰ τὴν ἐπισκοπὴν ἀπέστη ἀπ’ ἐμοῦ ἡ χάρις; Καὶ ἐῤῥέθη αὐτῷ. Οὐχὶ ἀλλ’ ὅτι ὁ Θεὸς πρόνοιαν ποιεῖται τῶν ἐν ἐρήμῳ διαγόντων καὶ ἀξιοῖ αὐτοὺς τῶν τοιούτων παρακλήσεων. Οὐκ ἐνδέχεται γὰρ εἶναι τινὶ τῶν ἀνθρώπων παράκλησιν ὁρωμένην καὶ δέχεσθαι καὶ ταὐτήν, εἰμὴ τὶ γε διὰ τίνα τῶν εἰρημένων οἰκονομίαν κεκρυμμένην καὶ μόνῳ τῷ οἰκονομοῦντι τὰ τοιαῦτα ἐγνωσμένην.

Ἐρώτησις. Εἰ ταὐτὸν ἐστὶν ὅρασις καὶ ἀποκάλυψις, ἢ οὐ;

Ἀπόκρισις. Οὐχί, ἀλλὰ διάφορα ἐστίν. Ἡ ἀποκάλυψις πολλάκις λέγεται κατὰ τῶν δύο· διότι γὰρ τὸ κρυπτὸν φανεροῦται, πᾶσα ὅρασις λέγεται ἀποκάλυψις, ἡ ἀποκάλυψις δὲ οὐ λέγεται ὅρασις. Ἡ ἀποκάλυψις γὰρ ὡς ἐπὶ τὸ πολὺ περὶ τῶν γινωσκομένων καὶ ὑπὸ τοῦ νοῦ γευομένων καὶ νοουμένων λαμβάνεται. Ἡ ὅρασις δὲ ἐκ παντὸς τρόπου γίνεται ὡς ἐν εἰκόνι καὶ τύποις, ὥσπερ πάλαι πρὸς τοὺς ἀρχαίους ἐγίνετο, ὡς ἐν ὕπνῳ βαθεῖ ἢ ἐν ἐγρηγόρσει, καὶ ποτὲ μὲν ἀκριβῶς, ποτὲ δὲ ὡς ἐν φάσματι καὶ ἀμυδρῶς πως. Διὸ καὶ αὐτὸς ὁ ὁρῶν πολλάκις οὐ γινώσκει, εἴτε ἐγρηγορῶν θεωρεῖ εἴτε καθεύδων. Ἔστι δὲ καὶ διὰ φωνῆς ἀκούειν ἀντιλήψεις, ποτὲ δὲ καὶ τύπον τινὰ ὁρᾷν, ποτὲ δὲ τρανώτερον πρόσωπον πρὸς πρόσωπον. Καὶ ἡ ὅρασις καὶ ἡ ὁμιλία καὶ ἡ ἐρώτησις καὶ ἡ μετ’ αὐτῆς συντυχία δυνάμεις εἰσὶν ἅγιοι, ὁρώμεναι τοῖς ἀξίοις καὶ τὰς ἀποκαλύψεις ποιοῦσαι. Καὶ ἐν τοῖς ἐρημικωτέροις τόποις καὶ ἐν τοῖς διεστηκόσι ἀπὸ τῶν ἀνθρώπων αἱ τοιαῦται ὑποθέσεις γίνονται, ὅπου ἀναγκαίως δέεται αὐτῶν ὁ ἄνθρωπος, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἄλλην ἀντίληψιν ἢ παράκλησιν ἐκ τόπου. Αἱ δὲ ἀποκαλύψεις αἱ ἐν τῷ νοΐ αἰσθανόμεναι διὰ καθαρότητας καὶ δεκτικαὶ εἰσὶ καὶ μόνων τῶν τελείων καὶ γνωστικῶν ὑπάρχουσιν.

Ἐρώτησις. Εἰ ἔφθασε τις εἰς τὴν καθαρότητα τῆς καρδίας, τὶ ἐστὶ τὸ σημεῖον αὐτῆς; Καὶ πότε γινώσκει ὁ ἄνθρωπος ὅτι ἦλθεν ἡ καρδία αὐτοῦ εἰς καθαρότητα;

Ἀπόκρισις. Ὅταν πάντας ἀνθρώπους καλοὺς θεωρῇ καὶ οὐ φαίνηταί τις αὐτῷ ἀκάθαρτος καὶ βέβηλος, τότε ἐστὶν ἀληθῶς καθαρὸς τῇ καρδίᾳ. Πῶς γὰρ πληροῦται ὁ λόγος τοῦ Ἀποστόλου ὁ φάσκων τὸ «ὑπερέχοντας ἑαυτῶν ἡγεῖσθαι πάντας ἐπίσης», ἐξ εἰλικρινοῦς καρδίας ἐὰν μὴ φθάσῃ τὸ εἰρημένον, ὅτι «ὀφθαλμὸς ἀγαθὸς οὐκ ὄψεται πονηρά»;

Ἐρώτησις. Τὶ ἐστὶν ἡ καθαρότης καὶ ἕως πότε ὁ ὄρος αὐτῆς;

Ἀπόκρισις. Ἡ καθαρότης ἐστὶν ἡ λήθη τῶν τρόπων τῆς γνώσεως τῶν παρὰ φύσιν, τῶν ἐν τῷ κόσμῳ εὑρεθέντων ὑπὸ τῆς φύσεως. Ὁ ὄρος δὲ τοῦ ἐλευθερωθῆναι καὶ ἔξω αὐτῶν εὑρεθῆναι οὗτος ἐστὶ τὸ ἐλθεῖν τὸν ἄνθρωπον εἰς τὴν πρώτην τῆς φύσεως αὐτοῦ ἁπλότητα καὶ ἀκακίαν καὶ ὡς νήπιον τίνα γενέσθαι, χωρὶς τῶν ἐλαττωμάτων μόνον τοῦ νηπίου.

Ἐρώτησις. Καὶ ἐνδέχεται τίνα εἰσελθεῖν εἷς τὴν τάξιν ταύτην;

Ἀπόκρισις. Ναί. Ἰδοὺ γὰρ ἦλθον τίνες εἰς τὸ μέτρον τοῦτο, ὥσπερ δὴ καὶ ὁ ἀββάς Σισώης ἦλθεν εἰς τὸ μέτρον τοῦτο, ὡς καὶ τὸν μαθητήν, εἰ ἔφαγεν ἐρωτᾶν, ἢ οὐκ ἔφαγε. Καὶ ἄλλος τις τῶν πατέρων ἦλθεν εἰς τοιαύτην ἁπλότητα καὶ ἀκεραιότητα μικροῦ δεῖν τῶν νηπίων, ὥστε ἐπιλαθέσθαι αὐτὸν τῶν ὧδε παντελῶς, τοσοῦτον, ὡς καὶ ἐσθίειν αὐτὸν πρὸ τῆς μεταλήψεως, εἰ μὴ τὶ γε ὑπὸ τῶν μαθητῶν αὐτοῦ ἐκωλύετο. Καὶ ἦγον αὐτὸν ὡς νήπιον οἱ μαθηταὶ αὐτοῦ κοινωνῆσαι. Καὶ τῷ μὲν κόσμῳ νήπιος ἦν, τὴν δὲ ψυχὴν πρὸς Θεὸν τέλειος.

Ἐρώτησις. Ποίαν μελέτην καὶ ἀδολεσχίαν δεῖ ἔχειν τὸν ἀσκητὴν ἐν τῷ ἠσυχαστηρίω αὐτοῦ καθήμενον ἐν ἡσυχίᾳ, καὶ τὶ ὀφείλει διηνεκῶς ἐργάζεσθαι, ἵνα μὴ σχολάσῃ ὁ νοῦς αὐτοῦ εἰς λογισμοὺς ματαίους;

Ἀπόκρισις. α’. Περὶ μελέτης καὶ ἀδολεσχίας ἐρωτᾷς, πῶς γίνεται ὁ ἄνθρωπος νεκρὸς ἐν τῷ κελλίῳ αὐτοῦ. Ἄνθρωπος ἄρα σπουδαῖος καὶ νήφων τῇ ψυχῇ ἐρωτήσεως δεῖται, καθ’ ἑαυτὸν ὑπάρχων, πῶς διάξει; Τὶ γὰρ ἄλλο ἐστὶν ἡ μελέτη τοῦ μοναχοῦ ἐν τῷ κελλίῳ αὐτοῦ, εἰ μὴ ὁ κλαυθμός; Ἐκ τοῦ κλαυθμοῦ ἄρα γε εὐκαιρεῖ πρὸς ἄλλον λογισμὸν ἀτενίσαι; Καὶ ποίᾳ μελέτῃ κρείσσων ταύτης ὑπάρχει; Αὐτὸ γὰρ τὸ κάθισμα τοῦ μοναχοῦ καὶ ἡ μόνωσις αὐτοῦ τὴν ὁμοίωσιν τῆς ἐν τῷ τάφῳ διαγωγῆς, τῆς ἀπεχούσης ἀπὸ τῆς χαρᾶς τῶν ἀνθρώπων, διδάσκει αὐτόν. Ὅτι τὸ πένθος ἐστὶν ἡ πρᾶξις αὐτοῦ, καὶ αὕτη γὰρ ἡ ἐπωνυμία τοῦ ὀνόματος αὐτοῦ εἰς τοῦτο καὶ παρακαλεῖ καὶ προτρέπεται αὐτὸν πενθικὸς γὰρ ὀνομάζεται, τουτέστι πικρὸς τῇ καρδίᾳ. Καὶ πάντες δὲ οἱ ἅγιοι πενθοῦντες ἐξεδήμησαν ἐκ τοῦ βίου τούτου. Καὶ εἰ οἱ ἅγιοι ἐπένθουν καὶ τὰ ὄμματα αὐτῶν ἐπληροῦντο ἀεὶ τῶν δακρύων, ἕως ἐκ τοῦ βίου τούτου ἐξεδήμησαν, τὶς μὴ κλαύσῃ; Ἡ παράκλησις τοῦ μοναχοῦ ἐκ τοῦ κλαυθμοῦ αὐτοῦ τίκτεται. Καὶ εἰ οἱ τέλειοι καὶ νικηφόροι ἔκλαυσαν ὧδε, ὁ πεπληρωμένος τραυμάτων πῶς ὑποίσει ἡσυχάσαι ἐκ τοῦ κλαυθμοῦ; Ὁ ἔχων τὸν νεκρὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ κείμενον καὶ αὐτὸς ἑαυτὸν νενεκρωμένον ὁρῶν ταῖς ἁμαρτίαις, χρῄζει διδασκαλίας, ποίῳ λογισμῷ χρήσεται τοῖς δάκρυσιν; Ἡ ψυχὴ σὸν τεθανατωμένη ταῖς ἁμαρτίαις καὶ κειμένη ἐνώπιον σου, ἥτις βελτιωτέρα ἐστὶ παρὰ σοι ὅπερ ὅλον τὸν κόσμον, καὶ οὐ δέεται κλαυθμοῦ;

β’. Ἐὰν οὖν εἰς τὴν ἡσυχίαν εἰσέλθωμεν καὶ ἐν αὐτῇ καρτερήσωμεν μεθ’ ὑπομονῆς, πάντως δυνάμεθα διαμεῖναι ἐν τῷ κλαυθμῷ. Διὰ τοῦτο ἐν διανοίᾳ συνεχεῖ δεηθῶμεν τοῦ Κυρίου, ὅπως τοῦτο παράσχῃ ἡμῖν. Ἐὰν γὰρ ταὐτὴν τὴν χάριν κομισώμεθα τὴν κρείττονα τῶν λοιπῶν χαρισμάτων καὶ ὑπερβάλλουσαν, δι’ αὐτῆς εἰς τὴν καθαρότητα εἰσερχόμεθα, καὶ ὅταν εἰσέλθωμεν εἰς αὐτήν, ἔκτοτε οὐ μὴ ἀρθῇ ἀφ’ ἡμῶν ἡ καθαρότης, ἕως τῆς ἐξόδου ἡμῶν τῆς ἐκ τοῦ βίου τούτου.

γ’. Μακάριοι οὖν οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι οὐκ ἐστὶ καιρός, ἐν ᾧ οὐκ ἀπολαύουσι τῆς τρυφῆς τῶν δακρύων ταύτης, καὶ ἐν αὐτῇ ἀεὶ ὁρῶσι τὸν Κύριον καὶ ἔτι τῶν δακρύων ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν ἀξιοῦνται τῆς θεωρίας τῶν ἀποκαλύψεων αὐτοῦ ἐν τῷ ὕψει τῆς προσευχῆς αὐτῶν. Καὶ οὐκ ἔστιν αὐτοῖς εὐχὴ ἐκτὸς δακρύων. Καὶ τοῦτο ἐστὶ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου, ὅτι «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Ἐκ τοῦ πένθους γὰρ ἔρχεται τις εἰς τὴν καθαρότητα τῆς ψυχῆς. Διὰ τοῦτο εἰπὼν ὁ Κύριος, ὅτι «αὐτοὶ παρακληθήσονται», οὐκ ἡρμήνευσε ποίαν παράκλησιν. Ὅταν γὰρ ἀξιωθῇ ὁ μοναχὸς διὰ τῶν δακρύων περᾶσαι τὴν χώραν τῶν παθῶν καὶ καταντῆσαι εἰς τὴν πεδιάδα τῆς καθαρότητος τῆς ψυχῆς, τότε ἀπαντᾷ αὐτῷ ἡ τοιαύτη παράκλησις. Εἰ τὶς οὖν διαπερᾷ ἐκ τῶν ἐφευρόντων αὐτὴν ἐνταῦθα καὶ ἐν ταύτῃ ἀπαντᾷ τῇ παρακλήσει τῇ μὴ εὑρισκομένη ὧδε, καὶ τότε συνιεῖ ποίαν παράκλησιν τὸ τέλος τοῦ πένθους ὑποδέχεται, ἦν διὰ τῆς καθαρότητος ὁ Θεὸς τοῖς πενθοῦσι δίδωσι. Διότι οὐκ ἐνδέχεται τίνα ἀδιαλείπτως πενθοῦντα ὑπὸ τῶν παθῶν διοχλεῖσθαι. Ἀπαθῶν γὰρ τοῦτο ἐστὶ τὸ χάρισμα, τὸ δακρύειν καὶ πενθεῖν.

δ’. Καὶ εἰ τὸν πρὸς καιρὸν πενθοῦντα καὶ κλαίοντα δύνανται τὰ δάκρυα οὐ μόνον ὁδηγῆσαι πρὸς ἀπάθειαν, ἀλλὰ καὶ τὸν νοῦν αὐτοῦ παντελῶς ἀπαλεῖψαι καὶ τῶν παθῶν τῆς μνήμης ἀπαλλάξαι, τὶ εἴπωμεν περὶ τῶν νυκτὸς καὶ ἡμέρας ἐν γνώσει ἐχόντων τὴν ἐργασίαν ταύτην; Τὴν ἐκ τοῦ κλαυθμοῦ γινομένην βοήθεια οὐδεὶς γινώσκει, εἰμὴ μόνοι ἐκεῖνοι, οἱ ἐκδεδωκότες τὰς ἑαυτῶν ψυχὰς εἰς τὸ ἔργον τοῦτο. Πάντες οἱ ἅγιοι ἐφίενται τῆς εἰσόδου ταύτης, ὅτι διὰ τῶν δακρύων ἀνοίγεται ἡ θύρα ἔμπροσθεν αὐτῶν, τοῦ εἰσελθεῖν εἰς τὴν χώραν τῆς παρακλήσεως, ἐν ᾗ χώρᾳ τὰ χρηστότατα ἴχνη τοῦ Θεοῦ καὶ σωτήρια εἰκονίζονται δι’ ἀποκαλύψεων.

Ἐρώτησις. Διὰ τὸ εἶναι τινὰς ἀδυνάτως ἔχοντας πρὸς τὸ ἀδιαλείπτως πενθεῖν διὰ τὴν ἀσθένειαν τοῦ σώματος, τὶ δεῖ ἔχειν αὐτοὺς πρὸς φυλακὴν τοῦ νοός, ἵνα μὴ τὰ πάθη, σχολάσαντος αὐτοῦ, ἐπαναστῶσιν αὐτῷ;

Ἀπόκρισις. α’. Οὐ δύνανται τὰ πάθη ἐπαναστατῆσαι κατὰ τῆς ψυχῆς καὶ ταράξαι τὸν ἀσκητήν, σχολαζούσης τῆς καρδίας ἐκ τῶν τοῦ βίου ἐν τῇ ἀναχωρήσει αὐτοῦ τῇ ἀπεχούσῃ ἀπὸ παντὸς περισπασμοῦ, εἰ μὴ ῥᾳθυμήσῃ καὶ ἀμελήσῃ ἐκ τῶν δεόντων. Ἐξαιρέτως γὰρ ἐὰν σχολάσῃ ἐν τῇ μελέτῃ τῶν θείων Γραφῶν διὰ τῆς ἐξετάσεως τῶν νοημάτων αὐτῶν ἀνενόχλητος διαμένει ἀπὸ τῶν παθῶν αὐτός. Διὰ γὰρ τὴν πλεονάζουσαν καὶ διαμένουσαν ἐν αὐτῷ κατανόησιν τῶν θείων Γραφῶν, δραπετεύουσιν ἐξ αὐτοῦ οἱ μάταιοι λογισμοί, καὶ οὐ δύναται ὁ νοῦς αὐτοῦ ἀποστατῆσαι ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν, ἤτοι τῆς ἐνθυμήσεως, οὐδὲ προσέχειν τῷ βίῳ τούτῳ τὸ σύνολον, διὰ τὴν μεγίστην ἡδονὴν τῆς ἀδολεσχίας αὐτοῦ ὑπεραιρόμενος τούτων ἐν τῇ πολλῇ ἡσυχίᾳ αὐτοῦ ἐν τῇ ερήμω.

β’. Ὅθεν καὶ ἐπιλήσμων γίνεται ἑαυτοῦ καὶ τῆς φύσεως αὐτοῦ, καὶ γίνεται ὥσπερ ἄνθρωπος ἐξεστηκώς, μὴ ποιούμενος μνήμην τοῦ αἰῶνος τούτου παντελῶς, ἐξαιρέτως ἀδολεσχῶν καὶ διανοούμενος τὰ περὶ τῆς μεγαλωσύνης τοῦ Θεοῦ καὶ λέγων Δόξα τῇ θεότητι αὐτοῦ. Παράδοξα καὶ ἐξαίσια ἅπαντα τὰ ἔργα αὐτοῦ εἰς ὕψος τὴν ἐμὴν εὐτέλειαν ἀνήγαγον, εἰς οἷα ἠξίωσέ με ἀδολεσχεῖν καὶ ἐν ποίοις λογισμοῖς κατατολμῆσαι καὶ ἀπολαῦσαι τὴν ἐμὴν ψυχήν. Καὶ ἐν τοῖς θαυμασίοις τούτοις ἀναστρεφόμενος καὶ ἐκπληττόμενος ἀεί, μεθύσκεται πάντοτε καὶ γίνεται ὥσπερ ἐν τῇ μετὰ τὴν ἀνάστασιν διαγωγή. Πάνυ γὰρ ἡ ἡσυχία συνεργεῖ τῇ χάριτι ταύτῃ. Διότι εὑρίσκει χώραν ὁ νοῦς αὐτοῦ διαμεῖναι ἐν ἑαυτῷ ἐν τῇ εἰρήνῃ τῇ εὑρεθείσῃ αὐτῷ ἐκ τῆς ἡσυχίας. Σὺν τούτοις δέ, καὶ ἐντεῦθεν κινεῖται εἰς μνήμην κατὰ τὴν θέσιν τῆς διαγωγῆς αὐτοῦ. Καὶ γὰρ λαμβάνων κατὰ νοῦν τὴν δόξαν τοῦ μέλλοντος αἰῶνος καὶ τὴν ἐλπίδα τὴν ἀποκειμένην τοῖς δικαίοις τοῖς ἐν τῇ ζωῇ ἐκείνῃ τῇ πνευματικῇ καὶ ἐν Θεῷ κινουμένοις καὶ τὴν καινὴν ἐκείνην ἀποκατάστασιν, οὐκ ἐνθυμεῖται οὐδὲ μνημονεύει τῶν τοῦ κόσμου τούτου. Καὶ ὅταν ἐν τούτοις μεθυσθῇ, πάλιν μετανίσταται ἐκεῖθεν ἐν θεωρίᾳ αὐτοῦ περὶ τοῦ αἰῶνος τούτου, ἐν ᾧ ἐστὶν ἀκμήν, καὶ λέγει ἐκπληκτικῶς· «ᾧ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως καὶ συνέσεως καὶ φρονήσεως καὶ οἰκονομίας τοῦ ἀνεξιχνιάστου Θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ».

γ’. Ἡνίκα γὰρ αἰῶνα ἄλλον τοιοῦτον θαυμαστὸν ἡτοίμασεν, ἵνα εἰς αὐτὸν εἰσάξῃ πάντας τοὺς λογικοὺς καὶ φυλάξῃ αὐτοὺς ἐν τῇ ἀπεράντῳ ζωῇ, τὶς ἡ αἰτία ἄρα τοῦ ποιῆσαι αὐτὸν τὸν κόσμον τοῦτον πρῶτον καὶ πλατύναι αὐτὸν καὶ πλουτῆσαι τοῦτον οὕτως ἐν τῷ πυκασμῷ καὶ τῷ πλήθει τῶν εἰδῶν καὶ τῶν φύσεων καὶ θέσθαι ἐν αὐτῷ αἰτίας καὶ ὕλας καὶ ἀνταγωνίσματα τῶν πολλῶν παθῶν; Καὶ πῶς ἐν πρώτοις ἔθετο ἡμᾶς ἐν αὐτῷ καὶ ἔπηξεν ἐν ἡμῖν τὴν ἀγάπην τῆς πολυζωΐας αὐτοῦ καὶ ἐξαίφνης μεταίρει ἡμᾶς ἐξ αὐτοῦ διὰ θανάτου καὶ διαφυλάττει ἡμᾶς καιρὸν οὐ μικρὸν ἐν ἀναισθησίᾳ καὶ ἀκινησίᾳ καὶ ἀφανίζει τὰς μορφὰς ἡμῶν καὶ ἐκχέει τὴν κρᾶσιν ἡμῶν, καὶ συμμίσγει αὐτὴν ἐν τῇ γῇ, καὶ παραχωρεῖ καταλυθῆναι καὶ ἐκτακῆναι καὶ ῥυῆναι τὴν κατασκευὴν ἡμῶν, ἕως οὐ παντελῶς ἀπογένηται τῆς ἀνθρωπίνης κατασκευῆς· καὶ τότε ἐν τῷ καιρῷ, ἐν ᾧ ὥρισεν ἐν τῇ προσκυνητῇ σοφίᾳ αὐτοῦ, ὅτε θέλει, ἐγερεῖ ἡμᾶς ἐν σχήματι ἄλλῳ, ἐν ᾧ γινώσκει, καὶ εἰσφέρει ἡμᾶς εἰς κατάστασιν ἄλλην.

δ’. Ταῦτα δὲ οὐχ ἡμεῖς μόνοι οἱ ἄνθρωποι ἐλπίζομεν, ἀλλὰ καὶ αὐτοὶ οἱ ἅγιοι ἄγγελοι, οἱ μὴ ἔχοντες χρείαν τοῦ κόσμου τούτου, διὰ τὸ παράδοξον τῆς φύσεως αὐτῶν παρὰ βραχὺ τι τῆς τελειότητος ὄντες, ἐκδέχονται τὴν ἡμῶν ἔγερσιν ἐκ τῆς φθορᾶς, τὸ πότε ἐγείρεται τὸ γένος ἡμῶν ἐκ τοῦ χοὸς καὶ ἀνακαινίζει ἡ φθορὰ αὐτοῦ. Δι’ ἡμᾶς γὰρ ἐκ τῆς εἰσαγωγῆς κωλύονται, ὅτι ἐφάπαξ τὴν ἄνοιξιν τῆς θύρας τοῦ καινοῦ αἰῶνος ἐνδέχονται. Καὶ γὰρ ἡ κτίσις αὕτη τῶν ἀγγέλων μεθ’ ἡμῶν ἀναπαύσεται ἐκ τῆς βαρύτητος τοῦ σώματος, τῆς οὔσης ἐν ἡμῖν, ὡς λέγει ὁ Ἀπόστολος «καὶ ὅτι καὶ αὕτη ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται, ὅπως ἐλευθερωθῇ ἐκ τῆς δουλείας τῆς φθορᾶς ἐν τῇ ἐλευθερίᾳ τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ», μετὰ τὴν παντελῆ κατάλυσιν τοῦ αἰῶνος τούτου ἐξ ὅλης τῆς καταστάσεως αὐτοῦ, καὶ ἀποκατασταθῆναι τὴν φύσιν ἡμῶν ἐν τῇ πρώτῃ καταστάσει.

ε’. Καὶ λοιπὸν ἐκ τούτου ὑψοῦται ἐν τῷ νοΐ αὐτοῦ εἰς τὰ πρὸ καταβολῆς τοῦ κόσμου τούτου, ὅτε οὐκ ἦν κτίσις τις οὔτε οὐρανὸς οὔτε γῆ οὔτε ἄγγελοι, οὐδὲ ἐν τῶν γεγονότων καὶ πῶς ἐξαίφνης τὰ πάντα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν ἐν τῷ εὐδοκῆσαι αὐτὸν μόνον καὶ πᾶν πρᾶγμα τετελειωμένον παρέστη ἐνώπιον αὐτοῦ. Καὶ αὖθις κάτεισίν ἐν τῷ νοΐ αὐτοῦ ἐπὶ πάσας τὰς δημιουργίας τοῦ Θεοῦ καὶ προσέχει εἰς τὰς θαυματουργίας τῶν κτισμάτων αὐτοῦ καὶ εἰς τὴν σοφίαν τῶν ποιημάτων αὐτοῦ, λέγων ἐν ἐκπλήξει καθ’ ἑαυτόν· ᾯ τοῦ θαύματος, πῶς ἡ οἰκονομία αὐτοῦ καὶ ἡ πρόνοια ὑπερβαίνει πᾶσαν ἔννοιαν καὶ ἡ θαυμαστὴ αὐτοῦ δύναμις ἰσχυροτέρα πάντων τῶν ποιημάτων αὐτοῦ; Καὶ πῶς τὴν κτίσιν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν, ἤγουν τὰ πλήθη τῶν διαφόρων πραγμάτων, τὰ ἀναρίθμητα; Καὶ πῶς πάλιν μέλλει διαφθεῖραι αὐτὴν ἐκ τῆς θαυμαστῆς ταύτης εὐταξίας καὶ ἐκ τοῦ κάλλους τῶν φύσεων καὶ ἐκ τοῦ δρόμου τοῦ εὐτάκτου τῶν κτισμάτων, ὥρας καὶ καιροὺς καὶ τὴν συνάφειαν τῆς νυκτὸς καὶ τῆς ἡμέρας, μεταβολὰς συνεργοὺς τοῦ χρόνου, τὰ ἐκ τῆς γῆς ποικίλα ἄνθη, τὰς καλλίστας οἰκοδομὰς τῶν πόλεων καὶ τὰ ἐν αὐταῖς ὡραία παλάτια καὶ τὸν ταχύτατον τῶν ἀνθρώπων δρόμον, τὴν φύσιν αὐτῶν τὴν μοχθηρὰν ἀπὸ τῆς εἰσόδου αὐτῆς ἕως τῆς ἐξόδου;

Ϛ’. Καὶ πῶς ἐξαίφνης καταργεῖται ἡ θαυμαστὴ τάξις αὐτῇ καὶ ἥξει ἄλλος αἰὼν καὶ παντελῶς ἡ μνήμη τῆς πρώτης ταύτης κτίσεως οὐκ ἀναβήσεται ἐν καρδία τινὸς καὶ ἀλλοίωσις ἄλλη γενήσεται καὶ ἄλλοι διαλογισμοὶ καὶ ἄλλη μέριμνα, καὶ πάλιν ἡ τῶν ἀνθρώπων φύσις οὐ μὴ μνημονεύσῃ τοῦ κόσμου τούτου, οὐδὲ τῆς προτέρας ὅλως ἀναστροφῆς αὐτοῦ. Δεσμευθήσεται γὰρ ὁ νοῦς αὐτῶν εἰς τὴν θεωρίαν ἐκείνης τῆς καταστάσεως καὶ οὐ μὴ σχολάσῃ ὁ νοῦς αὐτῶν παλινδρομῆσαι ἔτι πρὸς πάλην αἵματος καὶ σαρκός. Σὺν γὰρ τῇ φθορὰ τοῦ αἰῶνος τούτου, παραυτίκα ἀρχὴν λαμβάνει ὁ μέλλων. Καὶ ἐρεῖ τότε πᾶς ἄνθρωπος τοιαῦτα· ᾯ μῆτερ, ἡ ἐπιλησθεῖσα ἐκ τῶν τέκνων αὐτῆς, ὧν ἐγέννησε καὶ ἐσόφισε καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ συναγομένων εἰς ἀλλότριον κόλπον καὶ γινομένων τέκνων ἀληθινῶν τῆς στείρας τῆς μηδέποτε τεκούσης. «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, εἰς τὰ τέκνα ἃ ἔτεκε σοι ἡ γῆ».

ζ’. Καὶ τότε ἀδολεσχεῖ ὡς ἐξεστηκὼς καὶ λέγει Ἄρα πόσον καιρὸν συνίσταται οὗτος ὁ αἰών, καὶ πότε ἀρχὴν λαμβάνει ὁ μέλλων; Καὶ πόσον ἄρα πάλιν κατεύδουσι τὰ σκηνώματα ταῦτα καιρὸν ἐν τῷ σχήματι τούτῳ καὶ τὰ σώματα ἔσονται τῷ χοἲ ἅμα συμμεμιγμένα, καὶ πῶς ἄρα γίνεται ἡ διαγωγὴ ἐκείνη; Καὶ ἐν ποίᾳ μορφῇ αὕτη ἡ φύσις ἀνίσταται καὶ συνίσταται, καὶ ἐν ποίῳ τρόπῳ ἔρχεται εἰς τὴν δευτέραν κτίσιν;

η’. Καὶ ἐν τῷ εἰς ταῦτα καὶ τὰ τοιαῦτα ἀδολεσχεῖν, ἐπιπίπτει ἐπ’ αὐτὸν ἔκστασις καὶ ἔκπληξις καὶ ἥσυχος σιωπή, εἶθ’ οὕτως ἀνίσταται τῇ ὥρᾳ ἐκείνῃ καὶ γόνυ κλίνει καὶ εὐχαριστίας ἀναπέμπει καὶ δοξολογίας μετὰ δακρύων ἱκανῶν τῷ μόνῳ σοφῷ Θεῷ, τῷ ἐν τοῖς πανσόφοις ἔργοις αὐτοῦ δοξαζομένῳ ἀεί.

θ’. Μακάριος λοιπόν, ὅστις τοιούτων ἠξιώθη. Μακάριος οὐ ἡ μελέτη αὐτοῦ αὕτη ἐστὶν ἡμέρας τὲ καὶ νυκτός. Μακάριος, ὅστις ἐν τούτοις τε καὶ τοῖς τοιούτοις ἀδολεσχεῖ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. Ἐὰν δὲ ἐν τῇ ἀρχῇ τῆς ἡσυχίας αὐτοῦ ὁ ἄνθρωπος οὐκ αἰσθάνηται τῆς δυνάμεως τῶν τοιούτων θεωριῶν, διὰ τὸν μετεωρισμὸν τοῦ νοὸς αὐτοῦ, καὶ οὐ δύναται ἔτι ὑψωθῆναι ἐπὶ τὰς δυνάμεις τῶν προῤῥηθέντων θαυμασίων τοῦ Θεοῦ, μὴ ἀκηδιάσῃ καὶ ἐάσῃ τὸ ἤρεμον τῆς ἡσύχου αὐτοῦ διαγωγῆς. Οὐδὲ γὰρ εὐθέως ἐν τῷ σπείρειν τὸν ἐργάτην ἐν τῇ γῇ σὺν τῷ σπεῖραι τὸν σπόρον θεωρεῖ καὶ τὸν στάχυν.

ι’. Διότι ἀκολουθεῖ τῷ σπόρῳ ἀκηδία καὶ κόπος καὶ πόνος τῶν ἰδίων μελῶν καὶ ἐκκοπῇ τῶν ἐντέρων καὶ χωρισμὸς τῶν συνήθων. Μετὰ δὲ τὸ ὑπομεῖναι ταῦτα, ἄρχεται καιρὸς ἕτερος, ἐν ᾧ τότε ἥδεται καὶ σκιρτᾷ καὶ ἀγάλλεται καὶ εὐφραίνεται ὁ ἐργάτης. Καὶ ποῖος οὗτος; Ὅταν ἐσθίῃ ἐκ τοῦ ἄρτου τοῦ ἱδρῶτος αὐτοῦ καὶ μένη τετηρημένη ἐν τῇ ἡσυχίᾳ ἡ ἀδολεσχία αὐτοῦ. Πολλὴν γὰρ ἡδονὴν καὶ ἀτελεύτητον κινεῖ ἐν τῇ καρδίᾳ καὶ πρὸς ἔκπληξιν ἀνεκλάλητον ἐλαύνει τὸν νοῦν ταχέως ἡ ἡσυχία καὶ ἡ ρηθεῖσα ἐν αὐτῇ ἀδολεσχίᾳ μὲθ’ ὑπομονῆς. Καὶ μακάριος ἐκεῖνος, ὅστις καρτερεῖ ἐν αὐτῇ, ὅτι ἐνώπιον τούτου ἠνοίχθη αὕτη ἡ θεόβρυτος πηγή, καὶ ἔπιεν ἐκ ταύτης καὶ ἡδύνθη, καὶ οὐ μὴ παύσηται τοῦ πίνειν ἐξ αὐτῆς ἀεὶ καὶ πάντοτε κατὰ πᾶσαν ὥραν τῆς νυκτὸς καὶ τῆς ἡμέρας, ἕως συντέλειας καὶ πέρατος τῆς ὅλης ἰδίας προσκαίρου ταύτης ζωῆς.

Ἐρώτησις. Τὶ ἐστὶ τὸ περιεκτικὸν τῶν κόπων ὅλων τοῦ ἔργου τούτου, ἤγουν τῆς ἡσυχίας, ἵνα τίς, καταντήσας εἰς αὐτό, μάθῃ ὅτι τὴν τελειότητα τῆς πολιτείας ἔφθασεν;

Ἀπόκρισις. Ὅταν ἀξιωθῇ τὶς τῆς διαμονῆς τῆς προσευχῆς. Ὅταν γὰρ φθάσῃ ταύτην, πρὸς τὴν ἄκραν πασῶν τῶν ἀρετῶν ἔφθασε, καὶ τοῦ λοιποῦ κατοικητήριον τοῦ ἁγίου Πνεύματος ἐγένετο. Εἰ γὰρ τὶς τὴν χάριν τοῦ Παρακλήτου ἀκριβῶς οὐκ ἐδέξατο, τὴν διαμονὴν ταύτης τῆς προσευχῆς τελειῶσαι ἐν ἀνέσει οὐ δύναται. Τὸ Πνεῦμα γάρ, φησίν, ὅταν κατοίκηση ἐν τίνι τῶν ἀνθρώπων, οὐ παύεται ἐκ τῆς προσευχῆς. Αὐτὸ γὰρ τὸ Πνεῦμα ἀεὶ προσεύχεται. Τότε, οὔτε ἐν τῷ καθεύδειν αὐτὸν οὔτε ἐν ἐγρηγόρσει ἡ προσευχὴ ἐκ τῆς ψυχῆς αὐτοῦ κόπτεται, ἀλλ’ ἐὰν ἐσθίῃ καὶ ἐὰν πίνῃ, καὶ ἐὰν κοιμᾶται καὶ ἐὰν τὶ πράττῃ, καὶ ἕως ἐν βαθεῖ ὕπνῳ αἱ εὐωδίαι καὶ οἱ ἀτμοὶ τῆς προσευχῆς ἐν τῇ καρδίᾳ αὐτοῦ ἀναδίδονται ἄνευ κόπου. Καὶ χωρισμὸν τότε ἡ προσευχὴ οὐκ ἔχει, ἀλλὰ πάσας τὰς ὥρας αὐτοῦ, κἂν ἡσυχάσῃ ἔξωθεν αὐτοῦ ἡ τοιαύτη, ἂλλ’ οὖν πάλιν ἡ αὕτη λειτουργεῖ ἐν αὐτῷ κρυπτῶς. Τὴν σιγὴν γὰρ τῶν καθαρῶν προσευχὴν λέγει τις τῶν Χριστοφόρων, ἐπειδὴ οἱ λογισμοὶ αὐτῶν θεῖαι κινήσεις εἰσίν, αἱ κινήσεις δὲ τῆς καθαρᾶς καρδίας καὶ διανοίας φωναὶ πραείαι εἰσίν, ἐν αἷς κρυπτῶς τῷ κρυπτῷ ψάλλουσίν.

Ἐρώτησις. Τὶς ἐστὶν ἡ πνευματικὴ προσευχή, καὶ πῶς ταύτης ἀξιοῦται ὁ ἀγωνιζόμενος;

Απόκρισις.

α’. Ψυχικοὶ κινήσεις εἰσὶ τῇ ἐνεργείᾳ, τοῦ ἁγίου Πνεύματος κοινωνοῦσαι δι’ ἀκριβοῦς ἁγνείας καὶ καθαρότητας. Καὶ εἰς ἐκ τῶν μυρίων ἀνθρώπων ταύτης ἀξιοῦται, μυστήριον γὰρ καταστάσεως τῆς μελλούσης καὶ πολιτείας ἐστὶ διότι ὑψοῦται, καὶ ἡ φύσις μένει ἐκ τῆς ὅλης κινήσεως καὶ μνήμης τῶν ἐνθάδε ἀνενέργητος. Καὶ οὐχὶ προσευχὴν προσεύχεται, ἀλλ’ αἰσθήσει αἰσθάνεται ἡ ψυχὴ τῶν πνευματικῶν πραγμάτων τοῦ αἰῶνος ἐκείνου, τῶν ὑπερβαλλόντων τὴν ἔννοιαν τῶν ἀνθρώπων, ἐν οἷς τὸ κατανοῆσαι ἐν αὐτοῖς, διὰ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος ἐστίν. Ὅπερ ἐστὶν ἡ νοητὴ θεωρία καὶ ἡ κίνησις, καὶ ζήτησις τῆς προσευχῆς ἐστὶν ἀλλ’ ἐκ τῆς προσευχῆς ἔλαβεν ἀφορμήν. Διὰ τοῦτο γὰρ καὶ τίνες τοιοῦτοι τὴν τελειότητα ἤδη τῆς καθαρότητος ἔφθασαν. Καὶ οὐκ ἐστὶν ὥρα, ἐν ᾗ ἡ κίνησις αὐτῶν ἡ ἐσωτέρα οὐκ ἐστὶν ἐν προσευχῇ, ὡς προείπομεν. Καὶ ὅτε παρακύψει τὸ Πνεῦμα τὸ ἅγιον, ἐν προσευχῇ εὑρίσκει τούτους ἀεί, καὶ ἐξ αὐτῆς τῆς προσευχῆς ἐκφέρει αὐτοὺς πρὸς θεωρίαν, ἥτις λέγεται πνευματικὴ ὅρασις. Οὐ χρῄζουσι γὰρ σχήματος μακρὰς προσευχῆς, οὐδὲ στάσεως καὶ τάξεως τῆς πολλῆς λειτουργίας. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ μνήμη τοῦ Θεοῦ, καὶ εὐθὺς αἰχμαλωτίζονται ἐν τῇ ἀγάπῃ αὐτοῦ. Ὅμως τῆς στάσεως τῆς προσευχῆς τῆς εἰς τέλος οὐκ ἀμελοῦσιν ἡνίκα τὴν τιμὴν μερίζουσι τῇ προσευχῇ, καὶ ἵστανται τοῖς ποσὶν εἰς τὰς δεδηλωμένας ὥρας, ἐκτὸς τῆς ἀδιάλειπτου.

β’. Εἴδομεν γὰρ τὸν ἅγιον Ἀντώνιον ἱστάμενον ἐν τῇ εὐχῇ τῆς ἐνάτης ὥρας, ὅτι ᾐσθάνετο τὸν νοῦν αὐτοῦ ὑψωθέντα. Καὶ ἄλλος ἐκ τῶν πατέρων ἐκτείνας τὰς χεῖρας ἱστάμενος ἐν τῇ προσευχῇ αὐτοῦ, ἦλθεν εἰς ἔκστασιν τέσσαρας ἡμέρας. Καὶ ἄλλοι πολλοὶ οὕτως ἐν τῷ προσεύχεσθαι ἀπὸ τῆς πολλῆς μνήμης τοῦ Θεοῦ καὶ τῆς ἀγάπης αὐτοῦ ᾐχμαλωτίζοντο καὶ εἰς ἔκστασιν ἤρχοντο. Ἀξιοῦται δὲ ὁ ἄνθρωπος ταύτης ὅταν ἀποδύηται τὴν ἁμαρτίαν ἔσωθεν καὶ ἔξωθεν διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Κυρίου, τῶν ἐναντίων τῆς ἁμαρτίας. Ἃς τινὰς ἐντολάς, ἐὰν τὶς ἀγαπήσῃ καὶ κατὰ τάξιν αὐταῖς χρήσηται, ἐξ ἀνάγκης αὐτῶν γίνεται τὸ τῶν πολλῶν ἀνθρωπίνων πραγμάτων ὑπεξελθεῖν, τουτέστι τὸ σῶμα ἀπεκδύσασθαι καὶ ἔξωθεν αὐτοῦ γενέσθαι, ὡς εἰπεῖν, οὐχὶ τὴν φύσιν, ἀλλὰ τὴν χρείαν. Οὐκ ἐστὶ τις ἐν τῷ τρόπῳ τοῦ νομοθέτου ἀναστρεφόμενος καὶ ταῖς ἐντολαῖς τούτου χρώμενος, καὶ ἀπέμεινεν ἡ ἁμαρτία ἐν αὐτῷ. Διὰ τοῦτο ὁ Κύριος μονὴν παρ’ αὐτῷ ποιεῖν τῷ τὰς ἐντολὰς φυλάξαντι ὑπέσχετο ἐν τῷ Εὐαγγελίῳ.

Ἐρώτησις. Ποίᾳ ἐστὶν ἡ τελειότης τῶν πολλῶν καρπῶν τοῦ πνεύματος;

Ἀπόκρισις. Ὅταν τὶς ἀξιωθῇ τῆς τελείας ἀγάπης τοῦ Θεοῦ.

Ἐρώτησις. Καὶ πόθεν γινώσκει τίς, ὅτι ἔφθασεν εἰς ταύτην;

Ἀπόκρισις. Ὅταν κινηθῇ ἡ μνήμη τοῦ Θεοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, εὐθέως ἡ καρδία αὐτοῦ κινεῖται ἐν τῇ ἀγάπῃ αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καταφέρουσι δάκρυα δαψιλῶς. Ἔθος γὰρ ἔχει ἡ ἀγάπη ἐκ τῆς μνήμης τῶν ἀγαπητῶν ἐξάπτειν δάκρυα. Καὶ τοιοῦτος ὧν, οὐδέποτε ὑστερεῖται ἐκ τῶν δακρύων. Διότι οὐ λείπει αὐτῷ ἀεὶ ὕλη φέρουσα αὐτὸν εἰς μνήμην τοῦ Θεοῦ, ὥστε καὶ ἐν τῷ ὕπνῳ αὐτοῦ συνομιλεῖ τῷ Θεῷ ἔθος γὰρ τῇ ἀγάπῃ πρᾶξαι τὰ τοιαῦτα. Καὶ αὕτη ἐστὶν ἡ τελειότης τῶν ἀνθρώπων ἐν τῇ ζωῇ αὐτῶν ταύτῃ.

Ἐρώτησις. Ἐὰν μετὰ τὸν πολὺν κόπον καὶ μόχθον καὶ ἀγῶνα, ὃν ἐκτήσατο ὁ ἄνθρωπος, ἀναιδεύηται ὁ λογισμὸς τῆς ὑπερηφανίας προσβαλεῖν αὐτῷ, διότι ὕλην ἔλαβεν ἐκ τοῦ κάλλους τῶν ἀρετῶν αὐτοῦ, καὶ λογίζηται τὸν πολὺν κόπον, ὃν ὑπέμεινεν, ἐν τίνι κρατήσει τὸν λογισμὸν αὐτοῦ καὶ ἀσφάλειαν τῇ ψυχῇ αὐτοῦ κτήσηται τοῦ μὴ πεισθῆναι αὐτῷ;

Ἀπόκρισις. α’.

Ὅταν γνῶ τις, ὅτι οὕτω πίπτει ἀπὸ τοῦ Θεοῦ ὡς φύλλον ξηρὸν ἐκ δένδρου, τότε γνωρίζει τὴν δύναμιν τῆς ψυχῆς αὐτοῦ, εἰ ἐν τῇ δυνάμει αὐτοῦ ἐκτήσατο τὰς ἀρετὰς ταύτας καὶ ὑπέμεινεν ὅλους τοὺς ἀγῶνας τοὺς ὑπὲρ αὐτῶν ἐν τῷ συστεῖλαι τὸν Κύριον τὴν οἰκείαν βοήθειαν ἐξ αὐτοῦ καὶ αὐτὸν μόνον εἰσελθεῖν μετὰ τοῦ διαβόλου παραχωρεῖ παλαῖσαι καὶ οὐ συνέρχεται αὐτῷ ὁ Κύριος, ὡς ἔχει ἔθος συνεισελθεῖν μετὰ τῶν ἀγωνιζομένων ἐν τῷ ἀγῶνι αὐτῶν καὶ συνεργῆσαι τότε φανεροῦται ἡ δύναμις αὐτοῦ, μᾶλλον δὲ ἡ ἧττα αὐτοῦ καὶ ἡ ἀπορία αὐτοῦ. Ἐστὶ γὰρ ἡ πρόνοια τοῦ Θεοῦ μετὰ τῶν ἁγίων ἐν παντὶ καιρῷ, φυλάττουσα αὐτοὺς καὶ ἐνισχύουσα, καὶ ἐν αὐτῇ νικᾷ πᾶν τάγμα τῶν ἀνθρώπων, ἐὰν ἐν τῷ ἀγῶνι τῆς μαρτυρίας καὶ τοῖς πάθεσιν αὐτῆς γένηται ἄνθρωπος καὶ ἐν τοῖς λοιποῖς δυσχερέσι τοῖς ὑπὲρ Θεοῦ γινομένοις καὶ δι’ αὐτὸν ὑπομενομένοις.

β’. Καὶ ταῦτα δῆλα καὶ φανερὰ εἰσὶ καὶ οὐκ ἔχουσι δισταγμόν. Πῶς γὰρ δύναται ἡ φύσις, ἵνα νικήσῃ τὴν δύναμιν τῶν γαργαλισμάτων τῶν ἀπαύστως ἐν τοῖς μέλεσι τῶν ἀνθρώπων κινουμένων καὶ λυπούντων αὐτοὺς καὶ νικῆσαι δυναμένων κατὰ κράτος αὐτούς; Καὶ πῶς ἄλλοι τὴν νίκην ποθοῦσι καὶ ἀγαπῶσι, καὶ αὐτοὶ οὐ δύνανται ἡνίκα ἀνταγωνίζονται σφοδρῶς, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἡττῶνται ἐξ αὐτῶν, καὶ ἐν πόνῳ καὶ πένθει καὶ μόχθῳ εἰσὶν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, σὺ δὲ εὐκόλως δύνασαι βαστάζειν τὰς δυσκολίας τοῦ σώματος, τοσοῦτον δυσχερεῖς οὔσας, καὶ οὐ πολὺ στενοχωρεῖσθαι; Καὶ πῶς ἐνδέχεται τὸ ἄλλως ἐμπαθὲς σῶμα πρὸς τὴν τομὴν τοῦ σιδήρου παλαίειν, καὶ σύνθλασιν μελῶν ὑπομένειν καὶ πᾶν εἶδος κολάσεως, καὶ οὐχ ἡττᾶσθαι ὑπὸ τῶν παθῶν, καὶ ὁ μηδὲ πληγὴν ὑπομένων ἀκάνθην κεντοῦσαν τὸν ὄνυχα αὐτοῦ, καὶ ταύτης τῆς ποικιλίας τῶν βασάνων μὴ αἰσθανόμενος κατὰ τὸ ἔθος τῆς φύσεως, εἰ μὴ ἑτέρα δύναμις ἐκτὸς τῆς φυσικῆς δυνάμεως ἑτέρωθεν πρόσεστιν, ἀπείργουσα ἐξ αὐτοῦ τὴν ἰσχὺν τῶν βασάνων. Καὶ ἐπειδὴ περὶ τῆς προνοίας τοῦ Θεοῦ διελέχθημεν, οὐκ ὀκνητέον καὶ ἱστορίας τινὸς ψυχωφελοῦς ὑπομνησθῆναι ὑψούσης τὸν ἄνθρωπον ἐν τοῖς ἀγῶσιν αὐτοῦ.

Διήγησις.

α’. Νεώτερος τις, ὀνόματι Θεοδώρος, βασανισθεὶς κατὰ παντὸς τοῦ σώματος αὐτοῦ καὶ ἐρωτηθεὶς ὑπὸ τίνος, πῶς ἤσθου τῶν βασάνων, ἀπεκρίθη, ὅτι ἐν προοιμίοις ᾐσθανόμην, ὕστερον δὲ εἶδον τίνα νεανίσκον ἀποσπογγίζοντα τὸν ἱδρῶτα τοῦ ἀγῶνος μου καὶ ἐνισχύοντά με καἰ παρέχοντά μοι ἀναψυχὴν ἐν τῇ ἀθλήσει μου. ᾯ τῶν τοῦ Θεοῦ οἰκτιρμῶν. Πόσον ἐγγίζει ἡ χάρις αὐτοῦ τοῖς ἀθλοῦσι διὰ τὸ ὄνομα αὐτοῦ τοῦ ὑπομένειν μετὰ χαρᾶς ὑπὲρ αὐτοῦ τὰ πάθη.

β’. Μὴ ἀγνωμονήσῃς οὖν εἰς τὴν τοῦ Θεοῦ πρόνοιαν, τὴν πρὸς σὲ γινομένην, ᾧ ἄνθρωπε. Ἐὰν δῆλον λοιπὸν ᾗ, ὅτι οὐχὶ σὺ εἰ ὁ νικῶν, ἀλλ’ ὑπάρχεις ὥσπερ ὄργανον, καὶ ὁ Κύριος ἐστὶν ὃ νικῶν ἐν σοί, καὶ σὺ λαμβάνει τὸ ὄνομα τῆς νίκης δωρεάν, τὶς ἐστὶν ὁ κωλύων σε ἐν παντὶ καιρῷ τὴν αὐτὴν δύναμιν αἰτεῖν, καὶ νικῆσαι καὶ ἐγκωμιασθῆναι καὶ τῷ Θεῷ ἐξομολογήσασθαι; Οὐκ ἤκουσας ἄρα, ᾧ ἄνθρωπε, πόσοι ἀθληταὶ ἀπὸ καταβολῆς κόσμου ἐκ τοῦ ὕψους τῶν ἡμερῶν, καὶ ἐκ τοῦ ὕψους τῶν ἀνταγωνισμάτων αὐτῶν πεπτώκασι, πρὸς τὴν χάριν ταύτην ἀγνωμονήσαντες;

γ. Καθ’ ὅσον πολλοὶ καὶ διάφοροι εἴσιν αἱ δωρεαὶ τοῦ Θεοῦ πρὸς τὸ ἀνθρώπινον γένος, κατὰ τοσοῦτον αἱ διαιρέσεις εἰσὶν ἐν τοῖς δεκτικοῖς πρὸς ἀναλογίαν τῶν δεχόμενων αὐτάς. Καὶ ἔτι σμικρότης καὶ μεγαλειότης ἐν ταῖς δωρεαῖς τοῦ Θεοῦ, εἰ καὶ πᾶσαι εἰσὶν ὑψηλαὶ καὶ θαυμασταί, ἀλλ’ ἔστι μία ὑπερβάλλουσα τὴν ἄλλην ἐν δόξῃ καὶ ἐν τιμῇ. Καὶ βαθμὸς ἐστὶν ὑπερέχων βαθμοῦ.

Δ’. Καὶ πάλιν τὸ ἀφιερῶσαι τίνα ἑαυτὸν τῷ Θεῷ καὶ τὸ πολιτεύσασθαι ἐν τῇ ἀρετῇ, καὶ τοῦτο ἐν ἐστὶ τῶν μεγάλων χαρισμάτων τοῦ Χριστοῦ. Πολλοὶ γὰρ τῆς χάριτος ταύτης ἐπιλαθόμενοι, ὅτι ἠξιώθησαν ἀφορισθῆναι ἀπὸ τῶν ἀνθρώπων καὶ τῷ Θεῷ ἀφιερωθῆναι, καὶ τῶν χαρισμάτων αὐτοῦ μέτοχοι καὶ ἀντιλήπτορες γενέσθαι, καὶ ἐκλεχθῆναι καὶ διακονίας καὶ λειτουργίας τοῦ Θεοῦ ἀξιωθῆναι, ἀντὶ τοῦ εὐχαριστῆσαι τῷ Θεῷ ἀδιαλείπτως ἐν τῷ στόματι αὐτῶν ὑπὲρ τούτων, ἐξέκλιναν εἰς ὑπερηφανίαν καὶ ὑψηλοφροσύνην καὶ οὐχὶ ὡς λαβόντες τὴν χάριν τῆς λειτουργίας λειτουργῆσαι αὐτῷ ἐν καθαρᾷ πολιτείᾳ καὶ πνευματικῇ ἐργασίᾳ εἰσίν, ἀλλ’ ὡς τῷ Θεῷ χάριν ποιοῦντες, οὕτω λογίζονται, ἀντὶ τοῦ λογίσασθαι, ὅτι προσελάβετο αὐτοὺς ἐκ τῶν ἀνθρώπων καὶ οἰκείους αὐτοῦ ἀπειργάσατο εἰς γνῶσιν τῶν μυστηρίων αὐτοῦ. Καὶ οὐ τρέμουσιν ἐξ ὅλης τῆς ψυχῆς αὐτῶν ταῦτα διαλογιζόμενοι, μάλιστα θεασάμενοι τοὺς πρὸ αὐτῶν ταῦτα λογισαμένους, πῶς ἐξαίφνης ἤρθη ἐξ αὐτῶν τὸ ἀξίωμα καὶ πῶς ἀπέῤῥιψαν αὐτοὺς ὁ Κύριος ἐν ῥιπῇ ὀφθαλμοῦ ἐκ τῆς μεγίστης, ἧς εἶχον δόξης καὶ τιμῆς, καὶ ἐξέκλιναν εἰς ἀκαθαρσίαν καὶ ἀσέλγειαν καὶ εἰς αἰσχρολογίαν κτηνώδει τρόπῳ.

ε’. Ἐπειδὴ γὰρ οὐκ ἔγνωσαν τὴν ἑαυτῶν δύναμιν, οὐδὲ ἀδιαλείπτως ἐμνημόνευον τοῦ δεδωκότος αὐτοῖς τὴν χάριν τοῦ λειτουργεῖν αὐτῷ καὶ ἔνδον τῆς βασιλείας αὐτοῦ γενέσθαι καὶ ὁμοδιαίτους τῶν ἀγγέλων εἶναι καὶ τῇ ἀγγελικῇ πολιτείᾳ προσπελάσαι αὐτῷ, ἀπέῤῥιψέν αὐτοὺς ἀπὸ τῆς ἐργασίας αὐτῶν καὶ ἔδειξεν αὐτοῖς ἐν τῇ μεταβολῇ τῆς διαγωγῆς αὐτῶν ἀπὸ τῆς ἡσυχίας, ὅτι οὐκ αὐτῶν ἦν ἡ δύναμις ἐκείνη, τὸ ὑπομεῖναι ἐν εὐτάκτοις πολιτείαις καὶ μὴ ὀχληθῆναι παρὰ τῆς βίας τῆς φύσεως καὶ τῶν δαιμόνων καὶ τῶν λοιπῶν ἄλλων ἐναντιωμάτων, ἀλλὰ δύναμις ἦν τῆς χάριτος αὐτοῦ, ἐνεργοῦσα ἐν αὐτοῖς ἅπερ ὁ κόσμος χωρῆσαι ἢ ἀκοῦσαι οὐ δύναται διὰ τὴν δυσκολίαν αὐτῶν. Οὗτοι δὲ πολὺν καιρὸν ὑπέμειναν ἐν αὐτοῖς καὶ οὐχ ἡττήθησαν, ἐν οἷς ἦν πάντως δύναμις τὶς ἀκολουθοῦσα αὐτοῖς, ἱκανοῦσα ἐν πᾶσι βοηθῆσαι αὐτοῖς, καὶ ἐν πᾶσι διαφυλάξαι αὐτούς. Ἐπειδὴ δὲ ἐπελάθοντο ταύτης τῆς δυνάμεως, ἐπληρώθη ἐν αὐτοῖς ὁ εἰρημένος λόγος τοῦ Ἀποστόλου· «καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει τὸν Δεσπότην αὐτῶν, τὸν συνάψαντα τὸν χοῦν τῇ λειτουργίᾳ τῇ πνευματικῇ, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, καὶ τὴν ἀτιμίαν, ἦν ἔδει, τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπέλαβον».

Ἐρώτησις. Εἰ ἄρα ἔστι τις ἡνίκα τολμήσει Δὶ ὅλου παραυτίκα ἀποτασσόμενος τῇ συνοικήσει τῶν ἀνθρώπων καὶ ἐξαίφνης ἐξερχόμενος εἰς ἔρημον ἀοίκητον καὶ φοβερὰν μετὰ ζήλου ἀγαθοῦ, ἄρα τούτου χάριν λιμῷ ἀποθνήσκει διὰ τὴν ἔνδειαν τῆς σκέπης καὶ τῶν λοιπῶν χρειῶν;

Ἀπόκρισις. Ὁ ἑτοιμάσας τοῖς ἀλόγοις ζώοις πρὸ τοῦ πλάσαι αὐτὰ κατοικητήρια καὶ ἐπιμέλειαν τῶν χρειῶν αὐτῶν ποιούμενος, οὐ μὴ παρίδῃ τὸ πλάσμα αὐτοῦ, ἐξαιρέτως τοὺς φοβουμένους αὐτόν, τοὺς ἁπλῶς καὶ ἀπεριέργως ἀκολουθήσαντας αὐτῷ. Ὁ τῷ Θεῷ ἀνατιθέμενός τὸ θέλημα αὐτοῦ ἐν ἅπασιν, οὐδέποτε μεριμνᾷ περὶ τῆς χρείας τοῦ σώματος αὐτοῦ καὶ τῆς ταλαιπωρίας καὶ τῆς κακοπαθείας αὐτοῦ, ἀλλὰ ποθεῖ τοῦ ἐμμεῖναι ἐν τῷ κρυπτῷ τῆς πολιτείας καὶ ὑπομεῖναι τὴν ζωὴν τῆς ταπεινώσεως οὐχὶ ὡς δειλιῶν τὰς θλίψεις, ἀλλ’ ὡς ἡδέα καὶ γλυκέα λογίζεται τὴν ἀλλοτρίωσιν ὅλου τοῦ κόσμου, διὰ τὴν καθαρότητα τῆς πολιτείας, μοχθῶν μεταξὺ βουνῶν καὶ ὀρέων, καὶ ὡς πλάνος γίνεται ἐν τῇ χώρᾳ τῶν ἀλόγων ζῴων, καὶ μὴ καταδεχόμενος ἀναπαύεσθαι σωματικῶς καὶ ζῆσαι ζωὴν πεπληρωμένην ῥύπων. Καὶ ἡνίκα παραδώσει ἑαυτὸν εἰς θάνατον, καθ’ ἑκάστην ὥραν πενθεῖ καὶ προσεύχεται, ἵνα μὴ στερηθῇ τῆς καθαρᾶς πολιτείας τοῦ Θεοῦ. Καὶ τότε λαμβάνει παρ’ αὐτοῦ τὴν βοήθειαν.

Αὐτῷ ἡ δόξα καὶ ἡ τιμὴ καὶ αὐτὸς ἡμᾶς φυλάξαι ἐν τῇ καθαρότητι αὐτοῦ καὶ ἁγιάσαι ἡμᾶς τῷ ἁγιασμῷ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος, εἰς τιμὴν τοῦ ὀνόματος αὐτοῦ, τοῦ δοξάσαι τὸ ἅγιον ὄνομα αὐτοῦ ἐν καθαρότητι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΠΣΤ’ - Περὶ διαφόρων ὑποθέσεων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Προηγούμενο: ΛΟΓΟΣ ΠΔ’ - Περὶ τῆς θέας τῆς τῶν ἀσωμάτων φύσεως κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος