Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Α – Γραφεῖσα πρὸς τινὰ ἀδελφὸν ἀγαπῶντα τὴν ἡσυχίαν
Προηγούμενο: ΛΟΓΟΣ ΠΕ’ - Περὶ διαφόρων ὑποθέσεων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΠΣΤ’ - Περὶ διαφόρων ὑποθέσεων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν

Ἐρώτησις. Εἰ καλὸν ἐστὶν ἐκ πάντων τῶν ἐρεθιζόντων τὰ πάθη μακρύνεσθαι, καὶ εἰ νίκη νομίζεται ἡ τοιαύτη φυγὴ ἢ ἧττα τῇ ψυχῇ, ἐν τῷ φεύγειν τοὺς πολέμους καὶ ἐπιλέγεσθαι ἑαυτῇ τὴν ἀνάπαυσιν.

Ἀπόκρισις. Συντόμως πρὸς τοῦτο ἐροῦμεν. Δεῖ τὸν μοναχόν, ἵνα φεύγῃ ὁλοτελῶς ἐκ πάντων τῶν ἐρεθιζόντων αὐτῷ τὰ πάθη τὰ πονηρά, καὶ ἵνα κόψῃ ἐξ ἑαυτοῦ μάλιστα τὰς αἰτίας τῶν παθῶν καὶ τὴν ὕλην, ἐν ᾗ συνεργοῦνται καὶ αὐξάνονται, κἂν καὶ μετὰ τίνα γένωνται. Εἰ δὲ γένηται καιρὸς ἀντιστῆναι καὶ παλαῖσαι πρὸς αὐτά, καὶ τοῦτο ποιήσωμεν, οὐχὶ ἐν παιγνίῳ, ἀλλὰ τεχνικῶς· ἡνίκα ἐνεδρευόμεθα ἐν τῇ θεωρίᾳ τοῦ πνεύματος καὶ ἀποστρέψαι δεῖ τὴν διάνοιαν αὐτοῦ ἐξ αὐτῶν ἀεὶ εἰς τὸ φυσικὸν ἀγαθόν, τὸ τεθὲν ἐν τῇ φύσει ὑπὸ τοῦ δημιουργοῦ, τὸν ἄνθρωπον, κἂν καὶ ὁ διάβολος καταστροφὴ κατέστρεψε τὴν ἀλήθειαν πρὸς πεῖραν πονηράν. Καὶ εἰ πρέπον εἰπεῖν, ὅτι οὐκ ἐκ τῆς ὀχλήσεως τῶν παθῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν αἰσθήσεων τῶν ἑαυτοῦ φεύγειν αὐτὸν δεῖ καὶ τοῦ ἐσωτέρου ἀνθρώπου ἑαυτοῦ ἐγγὺς καταδύεσθαι καὶ ἐκεῖ ἐμμένειν μοναχικῶς ἐν τῇ ἐπιμόνῳ ἐργασίᾳ, τῇ ἐν τῇ ἀμπέλῳ τῆς καρδίας αὐτοῦ, ἕως ἂν συμφωνήσῃ τὰ ἔργα τῷ μοναχικῷ ὀνόματι, τῷ ἐπικληθέντι ἐπ’ αὐτῷ ἐν τῷ κρυπτῷ αὐτοῦ καὶ τῷ φανερῷ. Καὶ ἴσως ἐν αὐτῇ τῇ διαμονὴ τῇ ἐγγὺς τοῦ ἔνδον ἀνθρώπου ἑνωθῶμεν ὁλοτελῶς τῷ γνώσει τῆς ἐλπίδος ἡμῶν, Χριστοῦ τοῦ ἐνοικοῦντος ἡμῖν. Ὅσον γὰρ ὁ νοῦς ἡμῶν διαμένει ἐκεῖσε μοναστικῶς καὶ ἀναχωρητικῶς, οὐκ αὐτὸς ἐστὶν ὁ πολεμῶν πρὸς τὰ πάθη, ἀλλ’ ἡ χάρις. Πλὴν ὅτι, οὐδὲ αὐτὰ τὰ πάθη κινοῦνται ἐν αὐτῷ εἰς πρᾶξιν.

Ἐρώτησις. Ἐὰν ποίηση ἄνθρωπος τὶ διὰ τὴν καθαρότητα τῆς ψυχῆς, ἕτεροι δὲ οἱ μὴ νοοῦντες εἰς τὴν πολιτείαν αὐτοῦ τὴν πνευματικὴν σκανδαλίζωνται, δεῖ ἀπέχεσθαι τῆς πολιτείας αὐτοῦ τῆς θεϊκῆς διὰ τὸ σκάνδαλον, ἢ ποιήσει ὅπερ ὠφέλιμον τῷ σκοπῷ τῷ ἑαυτοῦ, κἂν τοῖς ὁρῶσιν ᾗ ἐπιζήμιον;

Ἀπόκρισις. Λέγομεν δὲ καὶ περὶ τούτου ὅτι ἐὰν νομίμως, καθὼς ἐδέξατο παρὰ τῶν πρὸ αὐτοῦ πατέρων, ὁτιδήποτε ποιῇ, ὅπερ καθαίρει τὴν νοῦν αὐτοῦ καὶ τοῦτον τὸν σκοπὸν ἔθηκεν ἐν ἑαυτῷ, τὸ φθάσαι τὴν καθαρότητα, ἕτεροι δέ, οἱ μὴ ἐπιστάμενοι, εἰς τὸν σκοπὸν αὐτοῦ σκανδαλίζωνται, οὐκ αὐτὸς ἐστὶν ὁ ὑπεύθυνος, ἀλλ’ αὐτοί. Οὐχὶ διὰ τοῦτο ἐγκρατεύεται ἢ νηστεύει ἢ ἐγκλείεται περισσοτέρως καὶ ποιεῖ ὅπερ ὤφειλε τῷ σκοπῷ αὐτοῦ, ἵνα ἄλλοι σκανδαλίζωνται, ἂλλ’ ἵνα καθαρεύσῃ τὸν ἑαυτοῦ νοῦν. Οὗτοι δέ, διὰ τὸ μὴ γινώσκειν τὸν σκοπὸν αὐτοῦ τῆς πολιτείας, καταμέμφονται αὐτοῦ, καὶ ὑπεύθυνοι γίνονται τῇ ἀληθείᾳ διότι οὐχὶ ἱκανοὶ ἐγένοντο, ἐν ἀμελείᾳ ὄντες, αἰσθηθήναι τοῦ σκοποῦ ἐκείνου τοῦ πνευματικοῦ, οὐ ἔθηκεν οὗτος εἰς καθαρότητα τῆς ἑαυτοῦ ψυχῆς. Περὶ ὧν ὁ μακάριος Παῦλος ἔγραψεν «ὁ λόγος ὁ τοῦ σταυροῦ, λέγων, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί». Τὶ οὖν ἄρτι, διότι μωρία ὁ λόγος ἐλογίζετο ἐκείνοις ὁ τοῦ σταυροῦ, μὴ αἰσθανομένοις εἰς τὴν δύναμιν τοῦ λόγου, σιωπᾷν ἔδει τὸν Παῦλον κηρύξαι; Ἀλλὰ καὶ ἰδού, ἕως τῆς σήμερον ἡ ὑπόθεσις τοῦ σταυροῦ πρόσκομμα καὶ σκάνδαλον τοῖς Ἰουδαίοις τε καὶ τοῖς Ἕλλησι. Σιωπῶμεν τοίνυν ἐκ τῆς ἀληθείας, ἵνα μὴ σκανδαλισθῶσιν οὗτοι; Παῦλος γὰρ οὐ μόνον οὐκ ἐσιώπησεν, ἀλλὰ καὶ ἔκραζε λέγων, «ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ἡ καύχησις αὕτη ἡ ἐν τῷ σταυρῷ, οὐχ ἵνα ἄλλους σκανδαλίσῃ, διηγηθῇ παρὰ τοῦ ἁγίου, ἀλλ’ ὡς κηρυττομένης τῆς μεγάλης δυνάμεως τοῦ σταυροῦ.

Καὶ σὺ οὖν ἀρτίως, ᾧ ἅγιε, τελείωσον τὴν πολιτείαν σου ἐν τῷ σκοπῷ, ὃν τέθεικας ἑαυτῷ πρὸς τὸν Θεόν, ἔνθα μὴ κατακρίνεται σου ἡ συνείδησις, καὶ τὴν πολιτείαν σου κατέναντι τῶν θείων ἐξέτασον καὶ κατέναντι ὧν ἐδέξω παρὰ τῶν πατέρων τῶν ἁγίων. Καὶ ἐὰν μὴ ὑπὸ τούτων κατηγορηθῇς, ἐξ ἐκείνων, περὶ ὧν ἐσκανδαλίσθησαν ἕτεροι, μὴ φοβηθῇς. Οὐδεὶς γὰρ ἄνθρωπος τοὺς πάντας δύναται ἐπίσης πληροφορῆσαι ἢ ἀρέσαι, καὶ τῷ Θεῷ ἐργάσασθαι ἐν τῷ κρυπτῷ ἑαυτοῦ.

Μακάριος ὁ μοναχός, ᾧ μακάριε, ὁ τρέχων ἐν ἀληθείᾳ ὀπίσω τῆς καθαρότητος τῆς ἑαυτοῦ ψυχῆς ἐν ὅλη τῇ ἰσχύι αὐτοῦ, καὶ τῇ ὁδῷ τῇ νοουμένῃ, ἐν ᾗ ὥδευσάν οἱ πατέρες ἡμῶν, ὁδεύων πρὸς αὐτήν, καὶ ἐν τοῖς βαθμοῖς αὐτῆς, ἐν οἷς ὥδευσαν ἀναβαίνοντας, κατὰ τάξιν καὶ κατὰ βαθμόν, καὶ ὑψωθήσεται πρὸς τὸν πλησιασμὸν αὐτῆς ἐν σοφίᾳ καὶ ὑπομονῇ θλίψεως, ἀλλ’ οὐκ ἐν τοῖς βαθμοῖς τοῖς ἀλλοτρίοις τῶν μηχανημάτων. Ἡ καθαρότης τῆς ψυχῆς χάρισμα ἐστὶ τὸ πρῶτον τῆς φύσεως ἡμῶν. Καὶ ἐκτὸς καθαρότητος τῶν παθῶν, οὐ θεραπεύεται ἡ ψυχὴ ἐκ τῶν νόσων τῆς ἁμαρτίας, οὐδὲ κτᾶται τὴν δόξαν, ἦν ἀπώλεσεν ἐν τῇ παραβάσει. Ἐὰν δὲ τις ἀξιωθῇ τῆς καθάρσεως, ὅπερ ἐστὶν ὑγεία ψυχῆς, ἐν αὐτοῖς τοῖς πράγμασιν ἐνεργητικῶς ὑποδέχεται ὁ νοῦς αὐτοῦ χαρὰν ἐν αἰσθήσει τοῦ Πνεύματος γίνεται γὰρ υἱὸς τοῦ Θεοῦ καὶ ἀδελφὸς τοῦ Χριστοῦ καὶ οὐκ εὐκαιρεῖ αἰσθηθήναι τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν ἀπαντώντων αὐτῷ.

Ὁ δὲ ἔχων τὸν κανόνα τῆς ἡσυχίας αὐτοῦ ἐν ὥρᾳ ἑβδομάδων ἑπτά, ἢ καθ’ ἑβδομάδα, καὶ μετὰ τὸ πληρῶσαι τὸν κανόνα αὐτοῦ ἀπαντᾷ καὶ συμμίσγεται τοῖς ἀνθρώποις καὶ συμπαραμυθεῖται μετ’ αὐτῶν, καὶ ἀμελῶν εἰς τοὺς ἐν θλίψεσιν ὄντας ἑαυτοῦ ἀδελφούς, ἡνίκα δοκεῖ κατέχειν ἐν δεσμῷ τὸν ἐβδομαδιαῖον κανόνα, οὗτος ἀνηλεὴς καὶ ἀπότομος. Καὶ τοῦτο ἔκδηλόν ἐστίν, ὅτι διὰ τὸ μὴ ἔχειν ἐλεημοσύνην αὐτὸν καὶ ἐκ τῆς οἰήσεως καὶ ἐκ τῶν ψευδῶν λογισμῶν ἑαυτοῦ τοῖς τοιούτοις κοινωνῆσαι οὐ συγκαταβαίνει πράγμασιν.

Ὁ καταφρονῶν τοῦ ἀσθενοῦς οὐκ ὄψεται φῶς, καὶ ὁ ἀποστρέφων τὸ ἑαυτοῦ πρόσωπον ἐκ τοῦ ἐν στενοχωρίᾳ ὄντος ἡ ἡμέρα αὐτοῦ σκοτισθήσεται. Καὶ τοῦ καταφρονοῦντος τῆς φωνῆς τοῦ ἐν μόχθῳ ὄντος, οἱ υἱοὶ τῶν οἴκων ἑαυτοῦ ἐν τῇ ἀορασίᾳ ψηλαφήσωσι. Μὴ καθυβρίσωμεν τὸ ὄνομα τὸ μέγα τῆς ἡσυχίας ἐν τῇ ἀγνωσίᾳ ἡμῶν. Πάσῃ γὰρ πολιτεία καιρὸς ἐστὶ καὶ τόπος καὶ διαφορά, καὶ τότε τῷ Θεῷ ἔγνωσται, εἰ δεκτὴ γενήσεται πᾶσα ἡ ἐργασία αὐτῆς. Καὶ ἐκτὸς τούτων, ματαία ἡ ἐργασία αὐτῶν πάντων τῶν τὸ μέτρον μεριμνώντων τῆς τελειότητος. Ὁ προσδοκῶν παρακληθῆναι καὶ ἐπισκεφθῆναι τὴν ἀσθένειαν αὐτοῦ ἐξ ἄλλων, οὗτος ταπεινώσει ἑαυτὸν καὶ συγκοπιάσει τῷ πλησίον ἑαυτοῦ ἐν τοῖς καιροῖς, ἐν οἷς πειράζεται, ἵνα γένηται ἡ ἐργασία αὐτοῦ ἐν χαρᾷ ἐν τῇ ἡσυχίᾳ ἑαυτοῦ, ἀπέχουσα ἀπὸ πάσης οἰήσεως καὶ πλάνης τῶν δαιμόνων.

Ἐῤῥέθη τινὶ τῶν ἁγίων γνωστικῷ ὄντι, ὅτι οὐδὲν δύναται λυτρώσασθαι τὸν μοναχὸν ἐκ τοῦ τῆς ὑπερηφανίας δαίμονος καὶ συνεργῆσαι τῷ ὅρῳ τῆς ἑαυτοῦ σωφροσύνης ἐν τῷ καιρῷ τῆς ἐξάψεως τοῦ πάθους τῆς πορνείας, ὡς ἐκεῖνο, τὸ τοὺς ἀνθρώπους τοὺς κατακειμένους ἐν ταῖς ἑαυτῶν στρωμναῖς καὶ τοὺς κατατεχθέντας ἐν τῇ θλίψει τῆς σαρκὸς ἐπισκέπτεσθαι.

Μεγάλη ἐστὶν ἡ πρᾶξις ἡ ἀγγελικὴ τῆς ἡσυχίας, ὅταν διάκρισιν τοιαύτην συμμίξῃ ἑαυτῇ διὰ τὴν χρείαν τῆς ταπεινώσεως. Ἔνθα γὰρ οὐ γινώσκομεν, κλεπτόμεθα καὶ πορθούμεθα. Ταῦτα εἶπον, ἀδελφοί, οὐχ ἵνα ἀμελήσωμεν καὶ καταφρονήσωμεν εἰς τὸ ἔργον τῆς ἡσυχίας. Ἡμεῖς γὰρ εἰς ἕκαστον τόπον περὶ τούτου πείθομεν καὶ οὐκ ἐξ ἐναντίας τῶν ῥημάτων ἡμῶν ἀνθιστάμενοι εὑρέθημεν νῦν. Μηδεὶς λάβῃ καὶ ἐξαγάγῃ λόγον γυμνὸν ἐκ τῶν λόγων ἡμῶν, καὶ ἁφῇ τὸ ὑπόλοιπον, καὶ κρατήσῃ αὐτὸ ἐν ταῖς ἑαυτοῦ χερσὶν ἀνοήτως.

Ἐγὼ μνημονεύω, ὅτι ἐν τόποις πολλοῖς εἶπον παρακαλῶν, ὅτι καὶ ἐὰν συμβῇ τινι ἐν ἀργίᾳ τελεία εἶναι ἐν τῷ ἑαυτοῦ κελλίῳ, διὰ τὴν ἀνάγκην τῆς ἀσθενείας ἡμῶν τῆς ἐπερχόμενης ἡμῖν χάριν τούτου, οὐ δεῖ ἐπιλέγεσθαι τελείαν ἔξοδον ἐξ αὐτοῦ καὶ τὴν ἐξώτερον ἐργασίαν κρείττονα εἶναι τῆς ἐργασίας τῆς ἐκεῖσε λογίζεσθαι. Ἔξοδον δὲ τελείαν εἶπον, οὐχὶ ἐὰν ἀπαντήσῃ ἡμῖν ἐν καιρῷ πρᾶγμα ἀναγκαῖον, ἵνα ἐξέλθῃς ἐν αὐτῷ ἑβδομάδας τινὰς του ἐμπορεύσασθαι ἐν αὐταῖς τὴν ἀνάπαυσιν καὶ τὴν ζωὴν τοῦ πλησίον σου, ἤδη τοῦτο ἀργίαν ψηφίσεις καὶ σχολίαν λογίσῃ. Ἐὰν δὲ τις δοκήσῃ ἐν ἑαυτῷ, ὅτι τέλειος ἐστὶ καὶ ἀνώτερος ἐκ πάντων τῶν ἐνταῦθα ἐν τῇ διαμονῇ αὐτοῦ τῇ πρὸς τὸν Θεὸν καὶ τῇ ἀποχῇ τῇ ἐκ πάντων τῶν ὁρωμένων πραγμάτων, εὐλόγως καὶ ἐκ τούτων παραιτησάσθω.

Μεγάλη ἐστὶν ἡ ἐργασία τῆς διακρίσεως τῶν συνεργουμένων ὑπὸ τοῦ Θεοῦ, ὃς τῷ ἐλέει αὐτοῦ δώῃ ἡμῖν πληρῶσαι τὸν λόγον αὐτοῦ, ὃν εἴρηκε λέγων «εἰ τι θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως». Ὅπου δὲ οὐκ ἔχει ὁ ἄνθρωπος ἐν τοῖς πράγμασι τοῖς ὁρατοῖς καὶ ἐν τῷ σώματι τελειῶσαι τὴν ἀγάπην τοῦ πλησίον αὐτῷ, ἢ ἐν τῷ φρονήματι ἡμῶν μόνη φυλαττομένη ἀγάπη τοῦ πλησίον πρὸς τὸν Θεὸν αὐταρκεῖ· μάλιστα ἐὰν τὸ μέρος ἐκεῖνο τοῦ ἐγκλεισμοῦ καὶ τῆς ἡσυχίας καὶ ἡ ἐν αὐτῇ ὑπεροχῇ ἀρκούντως διαμείνῃ ἐν τῇ ἑαυτῆς ἐργασία.

Ἐὰν δὲ ἐξ ὅλων τῶν μερῶν τῆς ἡσυχίας ἐκείνης ὑστερώμεθα, πληρώσωμεν τὴν ἔλλειψιν αὐτῆς εἰς τὴν μετ’ αὐτὴν ἐντολήν, ἥτις ἐστὶν ἡ πρᾶξις ἡ αἰσθητή, ἦν ὡς πλήρωμα τῆς ἀναπαύσεως τῆς ζωῆς ἡμῶν πληρώσωμεν ἐν τῷ σκοπῷ τοῦ σώματος ἡμῶν, ἵνα μὴ εὑρεθῇ ἡ ἐλευθερία ἡμῶν πρόφασις ὑποταγῆναι τῇ σαρκί.

Ὃ Θεὸς δώῃ ἡμῖν γνῶναι τὸ θέλημα αὐτοῦ, ἵνα ἀεὶ ἐν αὐτῷ πορευόμενοι, καταντήσωμεν εἰς τὴν αἰώνιον αὐτοῦ ἀνάπαυσιν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν ἀπεράντων αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Α – Γραφεῖσα πρὸς τινὰ ἀδελφὸν ἀγαπῶντα τὴν ἡσυχίαν
Προηγούμενο: ΛΟΓΟΣ ΠΕ’ - Περὶ διαφόρων ὑποθέσεων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος