Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Β’ - Πρὸς τὸν ἀδελφὸν φυσικὸν καὶ πνευματικὸν προτρεπόμενον καὶ παρακαλοῦντα ἐν γράμμασιν ἐνδημῆσαι πρὸς αὐτόν, οἰκοῦντα ἐν τῷ κόσμῳ καὶ διψῶντα θεάσασθαι αὐτὸν
Προηγούμενο: ΛΟΓΟΣ ΠΣΤ’ - Περὶ διαφόρων ὑποθέσεων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΕΠΙΣΤΟΛΗ Α – Γραφεῖσα πρὸς τινὰ ἀδελφὸν ἀγαπῶντα τὴν ἡσυχίαν

Διότι γνωρίζω σε ἀγαπῶντα τὴν ἡσυχίαν καὶ συμπλέκει σε ὁ διάβολος ἐν πολλοῖς, προφάσει τοῦ ἀγαθοῦ, ὅτι γνωρίζει τὸ θέλημα τῆς διανοίας σου, ἕως ἂν διασκέδαση σε καὶ ἐμποδίσῃ ἐκ τῆς ἀρετῆς τῆς περιεκτικῆς τῶν πολλῶν τρόπων τῶν ἀγαθῶν, ᾧ ἀδελφὲ ἀγαθέ, ὥσπερ μέλος πρὸς τὸ ὁμόζυγον αὐτοῦ ἀντιλαβέσθαι τοῦ πόθου σου τοῦ ἀγαθοῦ ἐν τῷ λόγῳ τῆς ὠφελείας, ἐμερίμνησα ποιῆσαι ἃ παρὰ τῶν σοφῶν ἀνδρῶν ἐν τῇ ἀρετῇ καὶ ἀπὸ τῶν γραφῶν καὶ παρὰ τῶν πατέρων καὶ ἐκ τῆς πείρας ἐκτησάμην αὐτά.

Ἐὰν γὰρ μὴ καταφρονήσῃ ἄνθρωπος τῶν τιμῶν καὶ τῶν ἀτιμιῶν καὶ ὑπομείνῃ ὑπὲρ τῆς ἡσυχίας ὄνειδος καὶ μυκτηρισμὸν καὶ ζημίαν, ἕως καὶ τυπτήματα, καὶ γένηται κατάγελως καὶ νομισθῇ μωρὸς καὶ λῆρος παρὰ τῶν θεωρούντων αὐτόν, οὐ δύναται ὑπομεῖναι ἐν τῷ ἀγαθῷ τῆς ἡσυχίας σκοπῷ. Διότι, ἐὰν προσάπαξ ἀνοίξῃ τὴν θύραν ταῖς αἰτίαις ὁ ἄνθρωπος, οὐχ ἡσυχάζει ὁ διάβολος ἐπάγων αὐτῷ τινὰς διὰ πολλῶν προφάσεων μετὰ συνεχῶν ἀπαντήσεων τῶν ἀναριθμήτων. Διὰ τοῦτο, ᾧ ἀδελφέ, ἐὰν ἀγαπᾷς ἐν ἀκριβείᾳ τὴν ἀρετὴν τῆς ἡσυχίας, τῆς μὴ ἐχούσης διασκεδασμὸν καὶ ἐκπηδασμόν καὶ διακοπὴν ἐν μέσῳ αὐτῆς, ἐν ᾗ ἐνίκησαν οἱ ἀρχαῖοι, οὕτως εὑρήσεις τελειῶσαι τὴν ἐπιθυμίαν σου τὴν ἐπαινουμένην, ἡνίκα ὁμοιώθης τοῖς πατράσι σου καὶ λάβῃς ἐν τῇ διανοίᾳ σου τὴν δήλωσιν τοῦ βίου αὐτῶν, οἵτινες ἠγάπησαν τὴν τελείαν ἡσυχίαν καὶ οὐκ ἐμερίμνησαν στῆσαι τὴν ἀγάπην τῶν ἰδίων αὐτῶν ἢ ἐζήτησαν ἁπλῶσαι ἑαυτοὺς πρὸς ἀνάπαυσιν αὐτῶν, οὐδὲ ᾐδέσθησαν φυγεῖν ἐκ τῆς ἀπαντήσεως τῶν οἰομένων εἶναι τιμίων.

Καὶ οὗτοι οὕτως ἦσαν ὁδεύοντες καὶ οὐχ ὡς καταφρονοῦντες τῶν ἀδελφῶν παρὰ τοῖς σοφοῖς καὶ γνωστικοῖς ἐκρίνοντο, οὐδὲ ὡς περιφρονοῦντες ἢ ἀμελοῦντες ἢ ὑστεροῦντες ἐν διακρίσει. Καθάπερ ἐῤῥέθη τίνι αὐτῶν ἀπολογίᾳ τιμῶντι τὴν ἡσυχίαν καὶ τὴν ὑποχώρησιν μᾶλλον τῆς ἀπαντήσεως τῶν ἀνθρώπων «Ἄνθρωπος, φησίν, ὃς μανθάνει ἐν πείρᾳ τὴν γλυκύτητα τῆς ἡσυχίας ἐν τῷ κελλίῳ αὐτοῦ, οὐχ ὡς καταφρονῶν τοῦ πλησίον φεύγει τὴν ἀπάντησιν αὐτοῦ, ἀλλὰ διὰ τὸν καρπόν, ὃν τρυγᾶ ἐκ τῆς ἡσυχίας».

Πῶς ἔφευγεν ὁ ἀββάς, φησίν, Ἀρσένιος καὶ οὐκ ἀνεπαύετο ἀπαντῆσαί τινι, ὁ δὲ ἀββάς Θεόδωρος ὑπήντα μέν, ἀλλ’ ὡς ῥομφαία ἦν ἡ ἀπάντησις αὐτοῦ; Ὅμως οὐδὲ ἀσπασμὸν ἠσπάζετο τίνα, ὅταν ηὑρίσκετο ἔξωθεν τοῦ κελλίου αὐτοῦ. Ὁ δὲ ἅγιος Ἀρσένιος οὐδὲ τὸν ἐρχόμενον πρὸς αὐτὸν πρὸς ἀσπασμὸν ἠσπάζετο. Ἐν καιρῷ γὰρ τις τῶν πατέρων ἀπῆλθε θεάσασθαι τὸν ἀββάν Ἀρσένιον καὶ ἤνοιξεν γέρων δοκῶν, ὅτι αὐτὸς ἐστὶν ὁ διακονητὴς αὐτοῦ καὶ ὅτε ἐθεάσατο αὐτὸν τις ἐστίν, ἔῤῥιψεν ἑαυτὸν ἐπὶ πρόσωπον καὶ πολλὰ παρακληθεὶς ὑπ’ αὐτοῦ ἀναστῆναι καὶ εὐλογηθῆναι ὑπ’ αὐτοῦ καὶ ἀπελθεῖν, παρῃτήσατο ὁ ἅγιος λέγων, οὐ μὴ ἀναστῶ, ἕως ἂν ἀπέλθῃς. Καὶ οὐκ ἀνέστη, ἕως οὐ ἀπῆλθε. Καὶ τοῦτο ἐποίει ὁ μακάριος, ἵνα μὴ δῷ αὐτοῖς προσάπαξ χεῖρα καὶ πάλιν στραφῶσι πρὸς αὐτόν.

Ὅρα τὸ ἀκόλουθον τοῦ λόγου, ἵνα μὴ εἴπῃς, ἴσως διὰ τὴν ἐλαχιστίαν αὐτοῦ κατεφρόνησεν αὐτοῦ ἢ τινὸς ἄλλου, καὶ ἄλλον διὰ τὴν τιμὴν αὐτοῦ ἐπροσωπολήπτει καὶ συνωμίλει αὐτῷ, ἆλλ’ ἐξ ἴσης ἐκτήσατο φυγὴν ἀπὸ πάντων τῶν μικρῶν καὶ τῶν μεγάλων. Ἓν εἶχεν ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, καταφρονεῖν τῆς ἀπαντήσεως αὐτῶν ὅπερ τῆς ἡσυχίας, τὸν μέγαν τε καὶ τὸν μικρόν, καὶ βαστάσαι τὴν μέμψιν αὐτῶν ἐπάνω αὐτοῦ ἐκ πάντων, ὑπὲρ τῆς τιμῆς τῆς ἡσυχίας καὶ τῆς σιωπῆς.

Ἐπιστάμεθα γάρ, ὡς ἀπῆλθε πρὸς αὐτὸν ὁ μακάριος Θεόφιλος ὁ ἀρχιεπίσκοπος, ἔχων μεθ’ ἑαυτοῦ καὶ τὸν κριτὴν τῆς χώρας πρὸς τιμὴν καὶ πρὸς ἐπιθυμίαν τῆς θεωρίας τοῦ ἁγίου. Ὅτε δὲ ἐκάθισε πρὸς αὐτούς, οὐδὲ πρὸς λόγον μικρὸν ἀνέπαυσεν αὐτοὺς διὰ τὴν τιμὴν αὐτῶν, καίπερ ἐπιθυμοῦντας πλεῖστα ἀκοῦσαι τοῦ λόγου αὐτοῦ. Καὶ ὅτε παρεκάλεσεν αὐτὸν ὁ ἀρχιεπίσκοπος περὶ τούτου, ἡσύχασε μικρὸν ὁ καλόγηρος, καὶ μετὰ τοῦτο λέγει· Καὶ ἐὰν εἴπω ὑμῖν, φυλάττετε; Καὶ ὡμολόγησαν λέγοντες, Ναί, Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Ὅπου ἀκούσετε, ὅτι ἐστὶν ὁ Ἀρσένιος, μὴ ἐγγίσητε ἐκεῖσε. Εἶδες τὸ θαυμαστὸν τοῦ γέροντος; Εἶδες καταφρόνησιν τῆς συντυχίας τῶν ἀνθρώπων; Οὗτος ὁ τρυγήσας τὸν καρπὸν τῆς ἡσυχίας. Καὶ οὐκ ἐλογίσατο ὁ μακάριος, ὅτι ἀνὴρ ἐστὶ καθολικὸς καὶ κεφαλὴ τῆς Ἐκκλησίας, ἀλλὰ τοῦτο διενοήσατο, ὅτι ἐγὼ προσάπαξ ἀπέθανον τῷ κόσμῳ. Τὶ ὠφελεῖ ὁ νεκρὸς τοὺς ζῶντας; Καὶ ἐμέμψατο αὐτὸν ὁ ἀββάς Μακάριος μέμψιν πεπληρωμένην ἀγάπης, λέγων «Τὶ φεύγεις εξ ἡμῶν»; Καὶ ἀπελογίσατο ὁ γέρων ἀπολογίαν θαυμαστὴν καὶ ἀξιέπαινον, λέγων.

Ὃ Θεὸς οἶδεν, ὅτι ἀγαπῶ ὑμᾶς, ἂλλ’ οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ καὶ μετὰ τῶν ἀνθρώπων. Καὶ τὴν γνῶσιν ταύτην τὴν θαυμαστήν, οὐχ ἑτέρωθεν, ἀλλ’ ἐκ τῆς θεϊκῆς φωνῆς ἐξέμαθεν «Ἀρσένιε, γὰρ φησί, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ».

Μηδεὶς ἄνθρωπος τῶν ἀργῶν καὶ ἀγαπώντων τὰς συντυχίας ἀναιδεύθη καὶ ἀναλύσῃ ταῦτα ἐν τῇ καταστροφῇ τῶν λόγων αὐτοῦ καὶ λαλήσῃ κατέναντι τούτων, ὅτι ἀνθρώπινον εὕρημα ἐστὶν ἐν τῇ ἀφορμῇ τῆς ἡσυχίας εὑρεθὲν διότι διδαχὴ ἐστὶν οὐράνιος. Καὶ ἵνα μὴ νομίσωμεν, ὅτι τοῦτο ἐῤῥέθη αὐτῷ τοῦ φυγεῖν καὶ ἐξελθεῖν ἐκ τοῦ κόσμου, ἀλλὰ μὴ ἐξίσης καὶ ἐκ τῶν ἀδελφῶν φυγεῖν, μετὰ τὸ καταλιπεῖν αὐτὸν τὸν κόσμον καὶ ἐλθεῖν καὶ οἰκῆσαι τὴν λαύραν, πάλιν ηὔξατο τῷ Θεῷ, πῶς καλῶς ζῆσαι δυνηθῇ, Κύριε, φησίν, ὁδήγησον μὲ πῶς σωθῶ.

Καὶ ἐδόκει, ὅτι ἄλλο τι μέλλει ἀκοῦσαι. Καὶ φωνῆς δεσποτικῆς πάλιν ἤκουσεν ἐκ δευτέρου τῆς αὐτῆς Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε. Καὶ ἐάν, φησί, πολὺ ὠφελῇ ἡ θέα καὶ ἡ ὁμιλία τῶν ἀδελφῶν, ἀλλ’ οὕτως οὐκ ὠφελεῖ σοι τὸ συντυχεῖν αὐτοῖς, ὡς τὸ φυγεῖν ἐξ αὐτῶν.

Καὶ ὡς ἐδέξατο ταῦτα ὁ μακάριος Ἀρσένιος ἐν ἀποκαλύψει τῇ θεϊκῆ, ὡς ἦν ἐν τῷ κόσμῳ καὶ ἐπετράπη φυγεῖν καὶ μετὰ τῶν ἀδελφῶν δὲ πάλιν γενομένῳ τὸ αὐτὸ ἐῤῥέθη αὐτῷ, τότε ἐβεβαίωσε καὶ ἔγνω, ὅτι οὐκ ἀρκεῖ αὐτῷ εἰς κτῆσιν ζωῆς ἀγαθῆς τὸ φυγεῖν μόνον ἀπὸ τῶν κοσμικῶν, ἂλλ’ ἐπίσης ἐκ πάντων. Μὴ γὰρ δύναται τις ἀντιστῆναι καὶ εἰπεῖν πρὸς τὴν θείαν φωνήν;

Καὶ τῷ θείῳ δὲ Ἀντωνίῳ ἐῤῥέθη ἐν ἀποκαλύψει «Ἐὰν θέλῃς, φησίν, ἡσυχάσαι, οὐχὶ μόνον εἰς Θηβαΐδα ἀπέλθῃς, ἀλλὰ καὶ εἰς τὴν ἐσωτέραν ἔρημον». Ἐὰν οὖν ὁ Θεὸς ἐπιτρέπῃ ἡμῖν φυγεῖν ἐκ πάντων, καὶ οὕτως ἀγαπᾷ τὴν ἡσυχίαν, ὁπόταν ὑπομείνωσιν ἐν αὐτῇ οἱ ἀγαπῶντες αὐτόν, τὶς ἐστὶν ὁ προφασιζόμενος προφάσεις, παραμένειν τῇ συντυχίᾳ καὶ τῷ πλησιασμῷ τῶν ἀνθρώπων; Ἐὰν δὲ τῷ Ἀντωνίῳ καὶ τῷ Ἀρσενίῳ ὠφέλιμος ἡ φυγὴ καὶ ἡ φυλακή, πόσῳ μᾶλλον τοῖς ἀσθενέσι; Καὶ ἐὰν τούτους, ὧν ὁ κόσμος ὅλος ἔχρηζε καὶ τοῦ λόγου καὶ τῆς θέας καὶ τῆς βοηθείας αὐτῶν, ἐτίμησεν ὁ Θεὸς τοῦ εἶναι αὐτοὺς ἐν ἡσυχίᾳ, πλέον τῆς ἀντιλήψεως πάσης τῆς ἀδελφότητος, μᾶλλον δὲ τῆς ἀνθρωπότητος, πόσῳ μᾶλλον τῷ μὴ δυναμένῳ ἑαυτὸν φυλάξαι καλῶς;

Οἴδαμεν καὶ ἄλλον τινὰ τῶν ἁγίων, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἠσθένει καὶ ἦν κεκλεισμένος ἐν ἄλλῳ κελλίῳ καὶ ὅτε κατεκράτησε τὴν συμπάθειαν αὐτοῦ ἐν ὅλῃ τῇ ἀῤῥωστίᾳ αὐτοῦ καὶ οὐκ ἐξῆλθε θεάσασθαι αὐτόν, ἐν τῷ καιρῷ τῆς ἐξόδου αὐτοῦ ἐκ τοῦ βίου ἔπεμψε, λέγων αὐτῷ· Εἰ καὶ οὐκ ἦλθες πρὸς μὲ ἕως ἄρτι, ἀλλὰ νῦν ἐλθέ, καὶ ἰδῶ σε πρὸ τοῦ ἐξελθεῖν με τοῦ κόσμου, ἢ κἂν ἐν νυκτί, ὅπως ἀσπάσωμαι σε καὶ ἀναπαύσωμαι. Καὶ οὐκ ἐπείσθη ὁ μακάριος οὐδὲ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἐν ἧ εἴωθεν ἡ φύσις συμπάσχειν ἀλλήλοις καὶ ὑπερβαίνειν τὸν ὅρον τοῦ θελήματος, ἀλλ’ εἶπεν· ἐὰν ἐξέλθω, οὐ καθαρισθήσομαι ἐν τῇ καρδίᾳ μου ἐνώπιον τοῦ Θεοῦ, ὅτι τοὺς πνευματικοὺς ἀδελφοὺς ἠμέλησα ἐπισκέψασθαι, τὴν φύσιν δὲ ἐτίμησα πλέον τοῦ Χριστοῦ. Καὶ ἀπέθανεν ὁ ἀδελφὸς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτόν.

Μηδεὶς οὖν ἐν ῥᾳθυμίᾳ τῶν λογισμῶν προφασίσηται, ὡς ἀδύνατα εἶναι καὶ κατάλυση αὐτὰ καὶ κατάργηση τὴν ἡσυχίαν αὐτοῦ, ἀθετήσας τὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν. Καὶ ἐὰν τὴν φύσιν τὴν οὕτως ἰσχυρὰν ἐνίκησαν οἱ ἅγιοι, καὶ ὁ Χριστὸς ἡνίκα τὰ τέκνα αὐτοῦ ἀμελοῦνται, ἀγαπᾷ ὅτε τιμᾶται ἡ ἡσυχία, ποίᾳ ἀνάγκη ἄλλη δύναται γενέσθαι σοι, μὴ δυναμένη καταφρονηθῆναι ὑπὸ σοῦ, ἡνίκα ἐμπέσῃς ἐν αὐτῇ; Ἡ ἐντολὴ ἐκείνη ἡ λέγουσα, «ἀγαπήσεις Κύριον τὸν Θεὸν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, πλέον ὅλου τοῦ κόσμου καὶ τῆς φύσεως καὶ τῶν αὐτῆς», οὕτω πληροῦται, ἡνίκα ὑπομείνεις ἐν τῇ ἡσυχίᾳ σου. Καὶ ἡ ἐντολὴ ἡ λέγουσα περὶ τῆς ἀγάπης τοῦ πλησίον ἔσωθεν ταύτης ἐστὶ κεκλεισμένη, θέλεις κτήσασθαι τὴν ἀγάπην τοῦ πλησίον κατὰ τὴν εὐαγγελικήν ἐντολὴν ἐντὸς τῆς ψυχῆς σου;

Μάκρυνον ἑαυτὸν ἐξ αὐτοῦ, καὶ τότε κατακαίεται ἐν σοι ἡ ἔκκαυσις τῆς ἀγάπης αὐτοῦ, καὶ χαρήσῃ ἐπὶ τῇ θέᾳ αὐτοῦ, ὥσπερ ἐπὶ ἀγγέλου φωτός, θέλεις πάλιν ἵνα διψήσωσί σε οἱ ἀγαπῶντες σε; Ὡρισμέναις ἡμέραις θέασαι τὰς ὄψεις αὐτῶν. Ὡς ἀληθῶς ἡ πείρᾳ διδάσκαλος πάντων. Γίνου ὑγιής.

Τῷ δὲ Θεῷ ἡμῶν χάρις καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Β’ - Πρὸς τὸν ἀδελφὸν φυσικὸν καὶ πνευματικὸν προτρεπόμενον καὶ παρακαλοῦντα ἐν γράμμασιν ἐνδημῆσαι πρὸς αὐτόν, οἰκοῦντα ἐν τῷ κόσμῳ καὶ διψῶντα θεάσασθαι αὐτὸν
Προηγούμενο: ΛΟΓΟΣ ΠΣΤ’ - Περὶ διαφόρων ὑποθέσεων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος