Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Γ — Σταλεῖσα πρὸς τινὰ ἀγαπητὸν αὐτοῦ διδάσκει δὲ ἐν αὐτῇ τὰ περὶ τῶν μυστηρίων τῆς ἡσυχίας καὶ πῶς πολλοὶ διὰ τὸ μὴ γινώσκειν αὐτὰ ἀμελοῦσιν εἰς τὴν ἐργασίαν ἀυτὴν τὴν θαυμαστὴν καὶ ὅτι οἱ πλεῖστοι ἐκράτησαν τὸ κάθισμα τῶν κελλίων ἐκ διδαχῆς, τῆς πορευομένης μεταξὺ τῶν μοναχῶν, μετὰ συντόμου συναγωγῆς τῆς ὀφειλομένης τῇ διηγήσει τῆς ἡσυχίας
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Α – Γραφεῖσα πρὸς τινὰ ἀδελφὸν ἀγαπῶντα τὴν ἡσυχίαν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΕΠΙΣΤΟΛΗ Β’ - Πρὸς τὸν ἀδελφὸν φυσικὸν καὶ πνευματικὸν προτρεπόμενον καὶ παρακαλοῦντα ἐν γράμμασιν ἐνδημῆσαι πρὸς αὐτόν, οἰκοῦντα ἐν τῷ κόσμῳ καὶ διψῶντα θεάσασθαι αὐτὸν

Οὒχ ὡς αὐτὸς νομίζεις, ἡμεῖς δυνατοὶ ἐσμέν, ᾧ μακάριε, καὶ ἴσως οὐ γινώσκεις τὴν ἀσθένειάν μου. Εὐχερὴς οὖν σοι ἡ ἀπώλειά μου, καὶ διὰ τοῦτο αἰτεῖς παρ’ ἐμοῦ ἀεί, ὡς ὑπὸ τῆς φύσεως κατακαιόμενος κατὰ τὴν συνήθειαν αὐτῆς, ὅπερ οὐκ ἔδει ἡμᾶς μεριμνῆσαι καὶ σὲ ἐρᾷν. Τοῦτο μὴ αἴτησης παρ’ ἐμοῦ μόνον τὸ ἀναπαῦον τὴν σάρκα καὶ τὸ φρόνημα αὐτῆς, ᾧ ἀδελφέ, ἀλλὰ τὴν σωτηρίαν τῆς ψυχῆς μου περιποίησαι. Πρὸς μικρὸν χρόνον, καὶ παρερχόμεθα ἐκ τοῦ αἰῶνος τούτου.

Πόσοις προσώποις ἔχω ἀπαντῆσαι ὅταν ἔλθω ἐκεῖσε, καὶ πόσους τρόπους ἀνθρώπων καὶ τόπους, ἕως ἂν στραφῶ εἰς τὸν τόπον μου; Καὶ πόσας αἰτίας λογισμῶν δέχεται ἡ ψυχὴ μου ἐν τῇ ἀπαντήσει αὐτῶν, καὶ πόσην σύγχυσιν ὑπομένει ἐν τοῖς πάθεσι τοῖς ἐξυπνιζομένοις ἐν αὐτῇ, ἐξ ὧν μικρὸν ἀνεπαύθη; Καὶ ταῦτα μὲν οὐκ ἀγνοεῖς. Βλάπτει γὰρ τὸν μοναστήν ἡ θεωρία τῶν κοσμικῶν. Καὶ τοῦτο σὺ γινώσκεις. Καὶ βλέπε πόσην ἀλλοίωσιν δέχεται κατὰ διάνοιαν ὁ χρόνον πολὺν ἡσυχάζων καθ’ ἑαυτόν, ὁπότε πάλιν ἐν τούτοις πέσῃ ἐξαίφνης, καὶ ὁρᾷ καὶ ἀκούει τι παρὰ τὸ ἔθος ἑαυτοῦ. Ἐὰν δὲ καὶ ἡ ἀπάντησις τῶν μοναχῶν βλάπτῃ τὸν ἐν ἀγῶνι ὄντα καὶ ἀκμὴν πολεμοῦντα μετὰ τοῦ ἀντιπάλου αὐτοῦ, ὁπότε οὐ συμφωνοῦσι τῇ καταστάσει αὐτοῦ, ἐννόησον εἰς ποῖον φρέαρ πίπτομεν, ἵνα ῥυσθῶμεν τοῦ σκόλοπος τοῦ ἐχθροῦ ἡμῶν, μάλιστα οἱ ἐν πολλῇ πείρᾳ κτησάμενοι ἐπίγνωσιν; Διὰ τοῦτο οὖν χωρὶς ἀνάγκης ποιῆσαι τοῦτο, μὴ ἐξαιτήσῃς παρ’ ἐμοῦ.

Μὴ ἀπατήσωσιν ἡμᾶς οἱ λέγοντες, οὐδὲν βλάψει ἡμᾶς ἐν τινι τὸ ἀκοῦσαι καὶ τὸ ἰδεῖν. Ἴσοι γὰρ ἐσμὲν ἐν τῇ ἐρήμῳ καὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κελλίῳ ἡμῶν καὶ οὐ δεχόμεθα ἀλλοίωσιν κακήν, οὐδὲ αἰσθανόμεθα ἐν τῇ ἀπαντήσει τῶν προσώπων καὶ τῶν πραγμάτων τῆς ὀχλήσεως τῶν παθῶν. Οἱ λέγοντες ταῦτα, οὔτε εἰ πληγὴ πλήσσονται γινώσκουσιν. Ἡμεῖς γὰρ ἀκμὴν οὐκ ἐφθάσαμεν εἰς τὴν ὑγείαν ταύτην τῆς ψυχῆς. Ἔχομεν γὰρ τραύματα ὀζόμενα καὶ ἐὰν ἀφεθῶσι κἂν μίαν ἡμέραν ἀνεπιμέλητα καὶ μὴ ἐπιδεσμούμενα καὶ μὴ ἐμπλασθώσιν ἐμπλάστροις καὶ μὴ ἐπιδεσμίοις ἐπισφιγχθώσι, σκωληκιώσιν.



Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Γ — Σταλεῖσα πρὸς τινὰ ἀγαπητὸν αὐτοῦ διδάσκει δὲ ἐν αὐτῇ τὰ περὶ τῶν μυστηρίων τῆς ἡσυχίας καὶ πῶς πολλοὶ διὰ τὸ μὴ γινώσκειν αὐτὰ ἀμελοῦσιν εἰς τὴν ἐργασίαν ἀυτὴν τὴν θαυμαστὴν καὶ ὅτι οἱ πλεῖστοι ἐκράτησαν τὸ κάθισμα τῶν κελλίων ἐκ διδαχῆς, τῆς πορευομένης μεταξὺ τῶν μοναχῶν, μετὰ συντόμου συναγωγῆς τῆς ὀφειλομένης τῇ διηγήσει τῆς ἡσυχίας
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Α – Γραφεῖσα πρὸς τινὰ ἀδελφὸν ἀγαπῶντα τὴν ἡσυχίαν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος