Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: -
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Γ — Σταλεῖσα πρὸς τινὰ ἀγαπητὸν αὐτοῦ διδάσκει δὲ ἐν αὐτῇ τὰ περὶ τῶν μυστηρίων τῆς ἡσυχίας καὶ πῶς πολλοὶ διὰ τὸ μὴ γινώσκειν αὐτὰ ἀμελοῦσιν εἰς τὴν ἐργασίαν ἀυτὴν τὴν θαυμαστὴν καὶ ὅτι οἱ πλεῖστοι ἐκράτησαν τὸ κάθισμα τῶν κελλίων ἐκ διδαχῆς, τῆς πορευομένης μεταξὺ τῶν μοναχῶν, μετὰ συντόμου συναγωγῆς τῆς ὀφειλομένης τῇ διηγήσει τῆς ἡσυχίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΕΠΙΣΤΟΛΗ Δ’ - Πρὸς τὸν Ὅσιον πατέρα Συμεώνην τὸν θαυματουργὸν

Ἡ ἐπιστολῇ σου, ἅγιε, οὐχὶ λόγοι ἐγκεχαραγμένοι εἰσίν, ἀλλὰ τὴν ἀγάπην σου τὴν πρὸς ἡμᾶς ἐν αὐτῇ ὡς ἐν ἐσόπτρῳ ἐζωγράφησάς καἰ ὑπέδειξας. Καὶ ὡς νομίζεις ἡμᾶς εἶναι, οὕτως ἔγραψας, καὶ ἔδειξας ἐν αὐτοῖς τοῖς ἔργοις ὅτι ὑπερβαλλόντως ἀγαπᾷς ἡμᾶς, ὥστε καὶ ἐκ τῆς πολλῆς ἀγάπης ἐπιλαθέσθαι τοῦ μέτρου ἡμῶν. Ὅπερ γὰρ ἔδει γράψαι ἡμᾶς τῇ σῇ ὁσιότητι καὶ ἐρωτῆσαι καὶ μαθεῖν τὴν ἀλήθειαν παρ’ ὑμῶν, εἰ πρόνοιαν τῆς σωτηρίας ἡμῶν ἐποιούμεθα, τοῦτο σὺ διὰ τὸ μέγεθος τῆς ἀγάπης προλαβὼν ἔγραψας ἡμῖν. Καὶ τάχα τοῦτο ἐν τέχνῃ φιλοσοφίας πεποίηκας, ἵνα ἐν ταῖς σαῖς ἐρωτήσεσι ταῖς λεπταῖς καὶ πνευματικαῖς, ἐν αἷς ἐγὼ ἐρωτῶμαι παρ’ ὑμῶν, ἐξυπνισθῇ ἡ ψυχὴ μου ἐκ τῆς ἀμελείας, ἐν ᾗ ἐβυθίσθη πολύ. Ὅμως κἀγὼ ἐν τῇ ἀγάπῃ ἐκείνῃ, ἐν ᾗ ἐπελάθου τοῦ μέτρου ἡμῶν, ἐπιλανθάνομαι τῆς ἀνικανίας μου, ὥστε μὲ μὴ προσέχειν τι δύναμαι ἀρκέσαι, ἀλλὰ τὶ ἰσχύει ἡ εὐχὴ σου ποιῆσαι. Ὅτε γὰρ ἐγὼ ἐπιλάθωμαι τοῦ μέτρου μου καὶ σὺ τὸν Θεὸν ταῖς εὐχαῖς σου ἐκλιπαρήσεις, ὥστε τελειωθῆναι τὴν σὴν αἴτησιν, δοθήσεταί σοι πάντως ὑπὸ τοῦ Θεοῦ ὅπερ ᾔτησας ἐν τῇ εὐχῇ, ὡς αὐτοῦ γνησίῳ θεράποντι.

Ἐρώτησις. Ἡ πρώτη τοίνυν ἐρώτησις ἡ ἐν τῇ ἐπιστολῇ ἐστὶν αὕτη. Εἰ δεῖ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου φυλάττεσθαι, καὶ εἶ οὐκ ἔστι τρόπος σωτηρίας τῷ μὴ φυλάττοντι αὐτάς.

Ἀπόκρισις. Καὶ περὶ τούτου καθὼς μοι δοκεῖ, οὐδὲ ἐρωτᾶν χρεὼν τινι. Εἰ γὰρ καὶ πολλαὶ εἰσί, φυλάττεσθαι ὀφειλόμενον εἰ δὲ μή, δοθῆναι παρὰ τοῦ Σωτῆρος οὐκ ὤφειλον. Περισσὸν γὰρ τι καὶ μὴ ἔχον αἰτίαν καὶ χρείαν, καθὼς μοι δοκεῖ, οὐκ ἐῤῥέθη, οὐδὲ ἐπράχθη παρὰ τοῦ Δεσπότου ἡμῶν. Ὁ σκοπὸς γὰρ τῆς παρουσίας αὐτοῦ ἵνα καθαρίσῃ τὴν κακίαν τῆς πρώτης παραβάσεως ἐκ τῆς ψυχῆς καὶ μεταβάλῃ αὐτὴν πρὸς τὴν ἑαυτῆς ἀρχαίαν κατάστασιν, ἡνίκα τὰς ζωοποιοὺς αὐτοῦ ἐντολὰς ὥσπερ φάρμακα καθαρτικὰ τῆς ἐμπαθείας ἡμῶν δέδωκεν ἡμῖν. Ὅπερ γὰρ τὰ φάρμακα τῷ νοσερῷ σώματι, τοῦτο αἱ ἐντολαὶ τῇ ἐμπαθεῖ ψυχῇ. Καὶ δῆλον ἐστίν, ὅτι αἱ ἐντολαὶ ἐξ ἐναντίας τῶν παθῶν ἐτέθησαν, πρὸς ἰατρείαν τῆς παραβεβηκυίας ψυχῆς, καθὼς ἀριδήλως ὁ Κύριος λέγει τοῖς ἑαυτοῦ μαθηταῖς· «Ὁ ἔχων τὰς ἐντολὰς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνος ἐστὶν ὁ ἀγαπῶν με καὶ ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρὸς μου· καὶ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μόνην παρ’ αὐτῷ ποιήσομεν». Καὶ πάλιν, «Ἐν τούτῳ γνώσεται ὁ κόσμος ὅτι ἐμοὶ μαθηταὶ ἐστέ, ἐὰν ἀγαπᾶτε ἀλλήλους». Καὶ δῆλον ὅτι ἡ ἀγάπη μετὰ τὴν ὑγίειαν τῆς ψυχῆς προσκτηθῆναι δύναται, ἡ δὲ ψυχὴ οὐχ ὑγιαίνει, εἰμὴ φυλάξασα τὰς ἐντολάς. Ἡ φυλακῇ τῶν ἐντολῶν ἀκμὴν ὑποκάτωθεν τῆς πνευματικῆς ἀγάπης ἐστί. Καὶ διὰ τὸ εἶναι τοὺς πολλοὺς φυλάττοντας τὰς ἐντολὰς ἐκ τοῦ φόβου ἢ χάριν ἀμοιβῆς τῶν μελλόντων, καὶ οὐχὶ διὰ τὴν ἀγάπην, πολλὰ παραινεῖ εἰς τὴν φυλακὴν τῶν ἐντολῶν τῶν ἐκ τῆς ἀγάπης, τῶν παρεχουσῶν τῇ ψυχῇ τὸ φῶς. Καὶ πάλιν «Ἵνα θεωρῶσιν οἱ ἄνθρωποι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς». Καὶ οὐ δυνατὸν ὁρᾶσθαι ἐν τῇ ψυχῇ τὰ ἀγαθὰ ἔργα, ἅπερ ὁ Κύριος ἐδίδαξεν, εἰ μὴ φυλαχθῶσιν αἱ ἐντολαί. Καὶ ὅτι οὐκ εἴσιν αἱ ἐντολαὶ βαρεῖαι τοῖς ἀγαπῶσι τὴν ἀλήθειαν, ὁ Κύριος εἶπε «Δεῦτε, γὰρ φησί, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς ὅτι ὁ ζυγὸς μοὺ χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν». Ὅτι δὲ πάσας τὰς ἐντολὰς χρεὼν φυλάττεσθαι ὑφ’ ἡμῶν ἐπιμελῶς, καὶ τοῦτο αὐτὸς ἐνετείλατο λέγων «Ὁ καταλύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάσκων τοὺς ἀνθρώπους, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». Οὐχὶ μετὰ ταῦτα πάντα τὰ νομοθετηθέντα πρὸς σωτηρίαν ἡμῶν δύναμαι εἰπεῖν, ὅτι οὐ δεῖ φυλάττειν πάσας τὰς ἐντολάς, ἀλλὰ οὐδὲ αὕτη ἡ ψυχὴ ἱκανοὶ καθαρθῆναι, ἐὰν μὴ φυλάξῃ αὐτάς, αἵτινες ὡς φάρμακα καθαίρειν τὰ πάθη καὶ τὰ πταίσματα παρὰ Κυρίου ἐδόθησαν.

Σὺ γινώσκεις, ὅτι ἡ κακία διὰ τῆς παραβάσεως τῶν ἐντολῶν ἐπεισῆλθεν ἡμῖν. Λοιπὸν δῆλον, ὅτι ἐν τῇ φυλακῇ πάλιν ἐπανέρχεται ἡ ὑγίεια. Ἀλλ’ οὐδὲ ἐκτὸς τῆς ἐργασίας τῶν ἐντολῶν δωρήσασθαι ἡμῖν χάριτι τὴν κάθαρσιν τῆς ψυχῆς - ἡνίκα ἐν πρώτοις οὐ βαδίζομεν ἐν τῇ ὁδῷ ἐκείνῃ τῇ ἀπαγούσῃ πρὸς τὴν τῆς ψυχῆς καθαρότητα. Καὶ μὴ εἴπῃς, ὅτι ὁ Θεὸς δύναται καὶ χωρὶς τῆς ἐργασίας τῶν ἐντολῶν δωρήσασθαι ἡμῖν χάριτι τὴν κάθαρσιν τῆς ψυχῆς ὅτι ταῦτα τὰ κρίματα ἐστὶ τοῦ Κυρίου καὶ οὐ παραγγέλλει ἡ Ἐκκλησία τοιαῦτα ἐπερωτᾶν ἡμᾶς. Καὶ οἱ Ἰουδαῖοι ἐν τῷ καιρῷ τῆς ἐπανόδου αὐτῶν, τῆς ἀπὸ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, ἐν τῇ ὁδῷ τῇ τετριμμένῃ ὑπὸ τῆς φύσεως ὥδευσαν, καὶ οὕτως ἦλθον εἰς τὴν ἁγίαν πόλιν αὐτῶν καὶ ἐθεάσαντο τὰ θαυμάσια Κυρίου. Ἀλλ’ ὁ Ἰεζεκιὴλ ὑπὲρ φύσιν ἐν τῇ ἐργασίᾳ τῆς ἀποκαλύψεως ἡρπάγη καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ ἐν τῇ ἀποκαλύψει τῇ θεϊκῇ ἐγένετο θεωρὸς τῆς μελλούσης ἀνανεώσεως.

Κατὰ τοῦτον τὸν τρόπον γίνεται καὶ ἐν τῇ τῆς ψυχῆς καθαρότητι. Γίνονται τίνες, ὅτι ἐν τῇ ὁδῷ τῇ πατουμένῃ καὶ νομίμῳ τῇ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν ἐν πολιτεία πολυμόχθω, ἐν τῷ αἵματι αὐτῶν, εἰσέρχονται εἰς τὴν τῆς ψυχῆς καθαρότητα, καὶ εἰσὶν ἄλλοι, οἵτινες ἐκ τῆς δωρεᾶς τῆς χάριτος αὐτῆς ἀξιοῦνται. Καὶ τοῦτο ἐστὶ τὸ θαυμαστὸν ὅτι τὴν διὰ τῆς χάριτος δωρουμένην ἡμῖν οὐκ ἐπετράπημεν αἰτήσασθαι ἐν τῇ προσευχῇ καὶ παραιτήσασθαι τὴν πολιτείαν τῆς ἐργασίας.

Ἐκείνῳ γὰρ τῷ πλουσίῳ τῷ ἐρωτήσαντι τὸν Κύριον, «πῶς κληρονομήσω τὴν ζωὴν τὴν αἰώνιον», εἶπε καθαρῶς «φύλαξον τὰς ἐντολάς». Καὶ ὅτε εἶπε, «ποῖαι εἰσὶν αἱ ἐντολαί;», εἶπεν αὐτῷ ἐν πρώτοις ἀπέχεσθαι τῶν ἔργων τῶν κακῶν, καὶ οὕτως ὑπέμνησεν αὐτὸν τῶν φυσικῶν. Ὅτε δὲ ἐζήτησε περισσὸν τι μαθεῖν, εἶπεν αὐτῷ «εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἆρον τὸν σταυρὸν σου καὶ ἀκολούθει μοι». Τοῦτο δὲ ἐστίν, ἵνα νεκρωθῇς πᾶσι τοῖς ὑπάρχουσί σοι καἰ οὕτω ζήσεις ἐν ἐμοί. Ἔξελθε ἐκ τοῦ κόσμου τοῦ παλαιοῦ τῶν παθῶν, καὶ οὕτως εἰσέρχῃ εἰς τὸν κόσμον τὸν καινὸν τοῦ Πνεύματος. Ἆρον, καὶ ἀπόδωσον τὴν γνῶσιν τῶν τρόπων καὶ τῆς πανουργίας, καὶ οὕτως ἐνδύῃ τὴν γνῶσιν τὴν ἁπλῆν τῆς ἀληθείας. Ἐν τῷ εἰπεῖν γὰρ «ἆρον τὸν σταυρὸν σου», νέκρωσιν ἐκ πάντων τῶν ἐν τῷ κόσμῳ ἐδίδαξεν ὁ Κύριος. Καὶ ὅτε ἐνέκρωσεν ἐν ἑαυτῷ τὸν παλαιὸν ἄνθρωπον, ἤτοι τὰ πάθη, τότε εἶπεν αὐτῷ ἐλθὲ ὀπίσω μού. Οὐκ ἐστὶ τῷ παλαιῷ ἀνθρώπῳ πορευθῆναι ἐν τῇ ὁδῷ τοῦ Χριστοῦ, καθὼς ὁ μακάριος Παῦλος εἶπεν «ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ». Καὶ πάλιν «ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας, καὶ τότε δυνήσεσθε ἐνδύσασθαι τὸν νέον, τὸν ἀνακαινούμενον ἐν ἐπιγνώσει τῆς ὁμοιώσεως τοῦ κτίσαντος αὐτόν». Καὶ πάλιν «τὸ φρόνημα τὸ χοϊκὸν ἔχθρα ἐστὶν εἰς Θεόν». Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. Οἱ γὰρ ἐν σαρκὶ ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσι καὶ ἀρέσαι τῷ Θεῷ ἐν τῷ φρονήματι τοῦ πνεύματος, οὐ δύναται.

Σὺ δέ, ᾧ ἅγιε, ἐὰν ἀγαπᾷς τὴν καθαρότητα τῆς καρδίας καὶ τὸ φρόνημα τὸ πνευματικόν, ὅπερ εἶπας, κολλήθητι ταῖς δεσποτικαῖς ἐντολαῖς, καθάπερ εἶπεν ὁ Δεσπότης ἡμῶν «ἐὰν ἀγαπᾷς εἰσελθεῖν εἰς τὴν ζωήν, φύλαξον τὰς ἐντολάς», διὰ τὴν ἀγάπην τοῦ τεθεικότος αὐτάς, καὶ μὴ διὰ φόβον ἢ ἀμοιβὴν τοῦ μισθοῦ. Διότι οὐχ ὅτε πράξομεν τὴν δικαιοσύνην γευόμεθα τῆς ἡδονῆς τῆς κεκαλυμμένης ἐν αὐτῇ, ἀλλ’ ὅτε ὁ πόθος τῆς δικαιοσύνης ἐσθίει τὴν καρδίαν ἡμῶν. Καὶ οὐχ ὅτε πράξομεν τὴν ἁμαρτίαν ἁμαρτωλοὶ γινόμεθα, ἂλλ’ ὅταν μὴ μισήσωμεν αὐτὴν καὶ μεταμεληθῶμεν ἐπ’ αὐτῇ. Καὶ οὐ λέγω ὅτι γέγονέ τις, ἢ τῶν ἀρχαίων ἢ τῶν ἐσχάτων, μὴ φυλάξας τὰς ἐντολάς, καὶ φθάσας τὴν καθαρότητα τῆς καρδίας καὶ τῆς θεωρίας τοῦ Πνεύματος καταξιωθείς· ἀλλ’ ὡς δοκεῖ μοι, ὅστις τὰς ἐντολὰς οὐκ ἐφύλαξε καὶ κατ’ ἴχνος μὴ ὥδευσε τῶν μακαρίων Ἀποστόλων, ἅγιος καλεῖσθαι οὐκ ἄξιος.

Ὁ μακάριος Βασίλειος καὶ οἱ μακάριοι Γρηγόριοι, περὶ ὧν εἶπας, ὅτι ἦσαν ἀγαπῶντες τὴν ἔρημον καὶ ἦσαν στῦλοι καὶ φῶς τῆς Ἐκκλησίας, καὶ ἦσαν ἐπαινοῦντες τὴν ἡσυχίαν, οὐχ ὅτε ἦσαν ἀργοὶ ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν ἦλθον εἰς τὴν καθαρότητα τῆς ψυχῆς καὶ ἠξιώθησαν τῆς θεωρίας τοῦ Πνεύματος. Ἐγὼ πιστεύω ἀληθῶς, ὅτι ὅτε ἦσαν οἰκοῦντες ἐν ταῖς πόλεσι, τοὺς ξένους ἦσαν ὑποδεχόμενοι, τοὺς ἀσθενεῖς τε ἐπισκεπτόμενοι καὶ τοὺς γυμνοὺς ἐνδύοντες, τοὺς τῶν κοπιώντων πόδας ἀπονίπτοντες· καὶ εἰ ἠγγάρευσεν αὐτοὺς τὶς μίλιον ἕν, δύο ἀπήρχοντο. Καὶ ὅτε ἐφύλαξαν τὰς ἐντολὰς τὰς δεομένας μεταξὺ τῶν πολλῶν ἀναστρέφεσθαι καὶ ἤρξατο ὁ νοῦς αὐτῶν τῆς πρώτης ἀκινησίας καὶ τῶν θείων καὶ μυστικῶν θεωριῶν, ἔκτοτε ἔσπευσαν καὶ ἐξῆλθον εἰς τὴν ἡσυχίαν τῆς ἐρήμου, καὶ ἔκτοτε ὑπέμειναν μετὰ τοῦ ἔσω αὐτῶν ἀνθρώπου, ὥστε γενέσθαι αὐτοὺς θεωρητικούς, καὶ διέμειναν ἐν τῇ θεωρίᾳ τοῦ Πνεύματος, ἕως ἂν ἐκλήθησαν ὑπὸ τῆς χάριτος γενέσθαι αὐτοὺς ποιμένας τῆς Ἐκκλησίας τοῦ Χριστοῦ.

Περὶ δὲ οὗ εἴρηκας, ὅτι ποτὲ μεν ὁ μέγας Βασίλειος τὴν συνοίκησιν τῶν πολλῶν ἐπαινεῖ, ποτὲ δὲ τὴν ἀναχώρησιν, τοῦτο φημὶ ὅτι δυσὶ τρόποις εὑρίσκεται τὸ κέρδος ἐν ἀληθείᾳ τοῖς σπουδαίοις, ἑκάστῳ κατὰ τὴν δύναμιν καὶ τὴν διαφορὰν καὶ τὸν σκοπόν, ὃν ἔθηκεν ἐν ἑαυτῷ. Γίνεται γὰρ ποτὲ τοῖς δυνατοῖς ὠφέλεια τῇ τῶν πολλῶν συνοικήσει, ποτὲ δὲ καὶ τοῖς ἀσθενέσι, καὶ ἐν τῇ ἐρήμῳ δὲ τὸν αὐτὸν τρόπον ὡσαύτως. Τῷ σταθέντι ἐν τῇ τῆς ψυχῆς ὑγιείᾳ ᾧ καὶ ὁ νοῦς συνεκράθη τῷ πνεύματι, καὶ νεκρώσαντι τῇ πολιτείᾳ τῇ ἀνθρωπίνῃ ἑαυτόν, οὐ γίνεται ἡ τῶν πολλῶν συνοίκησις βλαβερά, ἐὰν νήφῃ τοῖς ἑαυτοῦ, καὶ οὗτος οὐχ ἵνα ὠφεληθῇ, ἀλλ’ ἵνα ὠφελήσῃ ὅτι ἐκ τοῦ Θεοῦ ἐκλήθη ἐν τῷ ὀνόματι τῶν λοιπῶν πατέρων. Καὶ τῷ ἀσθενεῖ δὲ καὶ χρῄζοντι ἀκμὴν τοῦ αὐξῆσαι τῷ τῶν ἐντολῶν γάλακτι, ὁμοίως ὠφέλιμον τὸ μετὰ τῶν πολλῶν συνοικεῖν, ἕως ἂν γυμνασθῇ καὶ κατεργασθῇ καὶ κολαφισθῆ ἐν τοῖς πειρασμοῖς καὶ πέσῃ καὶ ἀναστῇ μεταξὺ τῶν πλειόνων καὶ κτήσηται τὴν ὑγείαν τῆς ψυχῆς. Οὐκ ἐστὶ βρέφος μὴ τραφὲν τοῖς τοῦ γάλακτος ῥεύμασι, καὶ οὐκ ἐστὶ μοναχὸς μὴ τῷ γάλακτι τῶν ἐντολῶν ἐντραφείς, κατορθῶν καὶ νικῶν τὰ πάθη, καὶ τῆς καθαρότητος ἀξιούμενος. Τὸν ὅμοιον δὲ τρόπον, ὡς ἔφημεν, καὶ ἡ ἔρημος, ποτὲ μὲν τοῖς ἀσθενέσι καὶ φεύγουσιν ὠφέλιμος, ποτὲ δὲ τοῖς δυνατοῖς. Τοῖς πρώτοις μέν, ἵνα μὴ εὑρεθεῖσα ὕλη, ἐκκαυθῆναι αὐτοῖς καὶ ἀξιωθῆναι τὰ πάθη παρασκευάσειε· τοῖς ἰσχυροῖς δέ, ἐν τῷ μεσάζειν ἐν ὕλη καὶ καταντῆσαι πρὸς τοὺς πολέμους τοῦ πονηροῦ.

Ἐν ἀληθείᾳ γάρ, ὡς εἶπας, ἡ ἔρημος ἐστὶν ἡ κοιμίζουσα τὰ πάθη. Ἀλλ’ οὐ τοῦτο μόνον ζητεῖται, τὸ κατακοιμῆσαι τινὰ τὰ ἑαυτοῦ πάθη, ἀλλὰ καὶ ἐκτίλαι τοῦτο δὲ ἐστὶ νικῆσαι αὐτά, ἡνίκα φιλονεικήσουσιν ἐξ ἐναντίας ἡμῶν. Τὰ πάθη γὰρ τὰ κατακοιμισθέντα ἐξυπνίζεται, ὅταν ἀπάντηση αἰτία ἐλθεῖν εἰς τὴν πρᾶξιν αὐτῶν.Πῶς δὲ μάθηση, ὡς οὐχ ἡ ἔρημος μόνη κοιμίζει τὰ πάθη, καθὼς ἔφης, κατανόησον ἐν τῷ καιρῷ τῆς νόσου καὶ τῆς πολλῆς ἀσθενείας, ὅτι οὐ σφοδρῶς πολεμοῦσιν ἡμῖν. Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτὰ πολλάκις κατακοιμίζουσιν ἄλληλα, ὅτε δώσουσι τόπον ἀλλήλοις. Τὸ πάθος γὰρ τὸ τῆς κενοδοξίας ὑποχωρεῖν τὸ τῆς πορνείας ποιεῖ, καὶ αὖ πάλιν τὸ τῆς πορνείας τὴν δοξομανίαν καταπραΰνει. Λοιπὸν μὴ θελήσωμεν καταδιώξαι τὴν ἔρημον, ὅτι κοιμίζει μόνον τὰ πάθη, ἀλλ’ ὅτι ἐν τῇ τῶν αἰσθητῶν ἀπορία καὶ τῇ ἐκ πάντων ἀναχωρήσει, σοφιζόμεθα ἐν αὐτῇ καὶ ἀνακαινίζεται ἡμῖν ὁ ἔσω ἄνθρωπος τοῦ πνεύματος ἐν Χριστῷ καὶ πᾶσαν ὥραν γινόμεθα θεωρητικοὶ ἑαυτῶν καὶ γίνεται ὁ νοῦς ἡμῶν γρήγορος καὶ φυλάττει ἑαυτὸν καθ’ ὥραν, μήπως κλαπῇ ἐξ αὐτοῦ ἡ μνήμη τῆς ἐλπίδος αὐτοῦ.

Ταῦτα, ὡς δοκεῖ μοι, ἀρκεῖ πρὸς τὴν πρώτην ἐρώτησίν σου, εἰ τέως καὶ τούτων ἔχρῃζεν. Εἴπωμεν δὲ λοιπὸν καὶ περὶ τῆς δευτέρας ἡ δὲ ἦν.

Ἐρώτησις. Ὅτι διατὶ ὁ Κύριος ἡμῶν πρὸς τὴν ὁμοίωσιν ἐκείνης τῆς μεγαλωσύνης τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς τὴν ἐλεημοσύνην ὥρισεν, οἱ μοναχοὶ δὲ τὴν ἡσυχίαν προτιμῶσιν αὐτῆς;

Ἀπόκρισις. Ἡ δὲ ἀπόκρισις αὐτῆς, αὕτη. Καλῶς, ὅτι ἐκ τοῦ Εὐαγγελίου παράδειγμα ἤνεγκας, καὶ τύπον ἐξετάσεως τῆς πολιτείας τῆς μεγάλης τῆς ἡσυχίας. Ἡμεῖς κατέναντι ταύτης ἱστάμεθα καὶ οὐ ζητοῦμεν τοῦ καταργῆσαι αὐτὴν ὡς πρᾶγμα τὶ περισσόν. Ὁ Κύριος τὴν ἐλεημοσύνην ὥρισε πρὸς τὴν ὁμοίωσιν τοῦ ἐπουρανίου Πατρός, ὡς προσεγγίζουσαν αὐτῷ τοὺς τελειοῦντας αὐτήν. Τοῦτο ἀληθές. Καὶ οὐδὲ ἡμεῖς οἱ μοναχοὶ τὴν ἡσυχίαν χωρὶς τῆς ἐλεημοσύνης τιμῶμεν, ἀλλ’ ὅτι ἐκ τῆς μερίμνης καὶ τῆς ταραχῆς καθ’ ὅσον οἷον τε ἀπέχεσθαι σπεύδομεν. Οὐχ ὅτι ἐξ ἐναντίας τῶν ἀναγκαίων, ὅταν ἡμῖν ἀπαντήσωσιν, ἀντιστῆναι βουλόμεθα, ἀλλὰ φροντίζομεν τῆς ἡσυχίας, ἵνα ἐν τῇ ἀδολεσχίᾳ τοῦ Θεοῦ διαμείνωμεν, ἐν ᾗ δυνάμεθα ἐπὶ πλέον διϋλισθήναι τῆς θολώσεως καὶ προσεγγίσαι αὐτῷ. Ἐὰν δὲ ἅπαξ ποτὲ πρὸς ποσότητα καιρῶν ἐπέλθῃ ἡμῖν χρεία τις ἀναγκαῖα ἀδελφῶν, μηδὲ ταύτης ἀμελεῖν προσήκει.

Ἀναγκάσωμεν οὖν ἑαυτοὺς διηνεκῶς, ἵνα γενώμεθα ἐν παντὶ καιρῷ ἔσωθεν ἐλεήμονες ὑπὲρ πάσης τῆς φύσεως τῶν λογικῶν. Οὕτω γὰρ ἐπιτρέπει ἡμῖν ἡ διδασκαλία τοῦ Κυρίου. Καὶ αὕτη ἐστὶν ἡ διαφορὰ τῆς ἡσυχίας ἡμῶν, καὶ οὐχ ὡς ἔτυχε. Καὶ οὐ μόνον ταύτην τὴν ἔσωθεν ἡμῶν φυλάξαι, ἀλλὰ καὶ ὅταν καλῇ καιρὸς τῶν ἔργων καὶ ἀνάγκη τῶν πραγμάτων, μὴ ἀμελεῖν τοῦ δεῖξαι τὴν ἀγάπην αὐτοῦ φανερῶς χρή. Καὶ μάλιστα ἐὰν τὴν παντελῆ ἡσυχίαν οὐκ ἔκριναν καθ’ ἑαυτούς, τοῦ μὴ ἀπαντῆσαι τινί, ἀλλὰ τῷ κανόνι τῶν ἑβδομάδων καὶ τῶν ἑπτάκις ἑπτὰ ποιούντων ἑαυτοῖς ἡσυχίαν στοιχῶσιν. Οἱ γὰρ τοιοῦτοι ἐκ τῶν πραγμάτων τῆς ἐλεημοσύνης τῆς πρὸς τὸν πλησίον, οὐδὲ ἐν μέσῳ τῶν ὅρων τῶν κανόνων αὐτῶν ὄντες πρὸς τὸ πληρῶσαι τούτους κατέχουσιν ἑαυτούς, εἰ μὴ τις ἐστὶ πολὺ ἀπότομος καὶ ὠμὸς καὶ ἀπάνθρωπος καὶ κατέναντι τοῦ προσώπου καὶ τῶν ὀφθαλμῶν κρατεῖ τὴν ἡσυχίαν. Διότι γινώσκομεν, ὅτι χωρὶς τῆς τοῦ πλησίον ἀγάπης οὐδὲ ὁ νοῦς δύναται ἐν τῇ ὁμιλίᾳ καὶ τῇ ἀγάπῃ τῇ θεία φωτισθῆναι.

Τὶς γὰρ νῦν μοναχὸς ἐκ τῶν σοφῶν, ἔχων διατροφὰς καὶ ἐνδύματα, καὶ ὁρῶν τὸν αὐτοῦ πλησίον πεινῶντα τε καὶ γυμνητεύοντα, οὐ μεταδίδωσιν ὧν ἔχει, ἀλλὰ φείδεται τίνος ἐξ αὐτῶν; Ἢ πάλιν τὶς τίνα τῶν ἀπὸ τῆς αὐτῆς σαρκὸς θεωρῶν νόσῳ τρυχόμενόν καἰ μόχθῳ ταλαιπωρούμενόν καἰ χρείαν ἐπισκέψεως ἔχοντα, αὐτὸς διὰ τὸν πόθον τῆς ἡσυχίας τὸν κανόνα τοῦ ἐγκλεισμοῦ τῆς ἀγάπης τοῦ πλησίον προτιμᾷ; Ὅταν δὲ τίνα τοιαῦτα μὴ ἦ, ἐν τῷ νοΐ τὴν ἀγάπην φυλάξωμεν καὶ τὴν ἐλεημοσύνην τὴν εἰς τοὺς ἀδελφούς. Τῶν γὰρ πραγμάτων ὄντων ἐγγύς, καὶ ἔργῳ πληρῶσαι καὶ τελειῶσαι ταύτην ἀπαιτεῖ παρ’ ἡμῶν ὁ θεός.

Δῆλον οὖν ὅτι, εἰ οὐκ ἐκτησάμεθα τι, οὐκ ἐπετράπημεν πεσεῖν εἰς μέριμναν καὶ ταραχὴν ἕνεκα τῶν πτωχῶν. Ἐὰν γὰρ ἔχωμεν, ἀπαιτούμεθα. Καὶ πάλιν ἐὰν ἀπέχωμεν ἐν τῇ διαγωγῇ ἡμῶν ἐκ τοῦ συγκαθεσθῆναι καὶ συναναμίγνυσθαι ταῖς θεωρίαις τῶν ἀνθρώπων, οὐ χρεὼν καταλιπεῖν ἡμᾶς τὸ κελλίον ἡμῶν καὶ τὸ κάθισμα τὸ μοναστικόν καὶ ἀναχωρητικόν, καὶ ἐκδοῦναι ἑαυτοὺς πρὸς τὸ γυρεύσαι εἰς τὸν κόσμον καὶ ἐπισκέψασθαι τοὺς ἀῤῥώστους καὶ ἀσχολεῖσθαι ἐν πράγματι τοιούτοις. Δῆλον γάρ, ὅτι ἀπὸ τῶν μειζόνων εἰς τὰ ἐλάττω τὰ τοιαῦτα ἔρχονται. Ἐὰν δὲ τὶς συνοικῇ τοῖς πολλοῖς καὶ πλησίον τῶν ἀνθρώπων ἡ εἰς τῇ διαμονὴν τοῦ καθίσματος αὐτοῦ τὴν μετ’ αὐτῶν, καὶ ἀναπαύηται ἐν κόποις ἕτερων, εἴτε τῷ τῆς ὑγιείας εἴτε τῷ τῆς ἀῤῥωστίας καιρῷ, τὸ αὐτὸ καὶ αὐτὸς ὀφείλει ποιῆσαι, ἀλλ’ οὐκ αὐτὸς μὲν ἐντελῶς ἐξ ἄλλων ἀπαιτεῖν τὴν ἀνάπαυσιν, ὅταν δὲ ἴδῃ τὸν υἱὸν τῆς ἑαυτοῦ σαρκὸς καὶ τοῦ αὐτοῦ σχήματος ἐν στενώσει, μᾶλλον δὲ τὸν Χριστὸν ἐῤῥιμμένον καὶ μοχθοῦντα, ὑποχωρεῖν καὶ κρύπτεσθαι ἐξ αὐτοῦ, ἡνίκα φαντάζεται τὴν ψευδῆ ἡσυχίαν αὐτοῦ. Ἕκαστος δὲ τοιοῦτος ἀνελεήμων ἐστί.

Καὶ μὴ μοι εἰς μνήμην ἀγάγῃς Ἰωάννην τὸν τῆς θηβαΐδος καὶ τὸν Ἀρσένιον, καὶ εἴπῃς ὅτι τὶς τούτων εἰς τὰ τοιαῦτα ἐξέδωκεν ἑαυτὸν ἢ ἐπεμελήσατο τῶν ἀῤῥώστων καὶ τῶν πτωχῶν, καὶ ἠμέλησε τῆς ἡσυχίας αὐτοῦ; Μὴ ἐγγίσης πράγμασι τισι τοιούτων. Ἐὰν γὰρ ἀπέχῃς ἀπὸ πάσης ἀναπαύσεως καὶ ἀπαντήσεως ἀνθρώπων, ὡς ἦσαν οὗτοι, ἐπιτρέπεταί σοι ὁ Κύριος καταφρονεῖν τῶν τοιούτων. Ἐὰν δὲ ἐξ ἐκείνης τῆς τελειότητος ἀπέχῃς καὶ ἐν τοῖς κόποις τοῦ σώματος καὶ τῇ συντυχίᾳ τῶν ἀνθρώπων ὑπάρχῃς ἐν παντὶ καιρῷ, διατὶ ἀμελεῖς εἰς τὰς ἐντολὰς (ἃς τὸ μέτρον σου δέον φυλάξαι), διατρίβειν προφασιζόμενος εἰς τὴν πολιτείαν τὴν μεγάλην τῶν ἁγίων, ἢ τίνι οὐ προσήγγισας;

Ἐγὼ δὲ οὐκ ἀμελήσαιμι τῆς τοῦ ἁγίου Μακαρίου τοῦ μεγάλου χρήσεως ἀπομνημονεύσασθαι, ἥτις πρὸς ἔλεγχον τῶν καταφρονούντων τῶν ἀδελφῶν αὐτῶν ἐσημάνθη. Ἀπῆλθε γὰρ ἅπαξ ἐπισκέψασθαι τίνα ἀδελφὸν ἀσθενοῦντα, καὶ ἐρωτήσαντος τοῦ μεγάλου, εἰ ἐπιθυμεῖ τινὸς ὁ ἀῤῥωστῶν, τοῦ δὲ ἀποκριναμένου, ὀλίγου τρυφεροῦ ἄρτου, διὰ τὸ τοὺς μοναχοὺς ἅπαντας τότε ποιεῖν τὸν ἄρτον τοῦ ὅλου ἐνιαυτοῦ, ὡς ἐπὶ τὸ πολὺ (οὕτω γὰρ ἦν τὸ ἔθος τοῦ τόπου ἐκείνου), εὐθέως ἀναστὰς ὁ ἀξιομακάριστος ἐκεῖνος ἀνήρ, καὶ πὲρ τυγχάνων ἐτῶν ἐνενήκοντα, ἐκ τῆς Σκήτεως εἰς τὴν Ἀλεξάνδρειαν ἐπορεύθη καὶ ἠλλάξατο τοὺς ξηροὺς ἄρτους, οὓς ἔλαβεν ἐν τῷ μηλωταρίω, εἰς ἁπαλούς, καὶ ἤνεγκε τούτους τῷ ἀδελφῷ. Ἀλλὰ καὶ ὁ ὅμοιος τούτῳ τῷ μεγάλῳ, ὁ ἀββάς Ἀγάθων, καὶ τούτου μεῖζον εἰργάσατο, ἀνὴρ ἐμπειρότατος πάντων τῶν κατ’ ἐκεῖνον τὸν καιρὸν μοναχῶν, καὶ τὴν σιωπὴν καὶ τὴν ἡσυχίαν ὑπὲρ πάντας τιμῶν. Οὗτος τοίνυν ὁ θαυμαστὸς ἐν καιρῷ πανηγύρεως ἀπῄει πωλῆσαι τὸ ἐργόχειρον αὐτοῦ καὶ εὗρεν ἐν τῇ ἀγορᾷ ξένον τινὰ ἐῤῥιμμένον καὶ ἀσθενοῦντα, καὶ ἐμισθώσατο οἶκον καὶ ἔμενε παρ’ αὐτῷ ταῖς ἰδίαις χερσὶν ἐργαζόμενος καὶ τὸ τίμημα ὑπὲρ αὐτοῦ δαπανώμενος, καὶ ὑπηρέτει αὐτῷ μῆνας ἕξ, ἕως ἂν ὁ ἐν ἀσθενείᾳ οὗτος γέγονεν ὑγιής. Οὗτος (καθὼς διηγεῖται ἡ ὑπόθεσις) ἔλεγεν, ὅτι ἤθελον εὑρεῖν λωβὸν καὶ δοῦναι αὐτῷ τὸ σῶμα μοὺ καὶ λαβεῖν τὸ αὐτοῦ. Αὕτη ἐστὶν ἡ τελεία ἀγάπη.

Οἱ φοβούμενοι τὸν Θεόν, ᾧ ἀγαπητέ, εὐμαρῶς προθυμοῦνται καὶ προνοοῦσι φυλάξαι τὰς ἐντολάς. Καὶ ἐὰν ἐπ’ ἔργοις ἐγγένηται πεσεῖν εἰς τὰς χεῖρας αὐτῶν ἡ εὕρεσις αὐτῶν, καὶ κίνδυνον ὑποφέρουσι χάριν αὐτῶν. Ἐδέσμησε τὴν τελειότητα αὐτῶν καὶ ἐκρέμασεν ὁ ζωοποιὸς ἐν δυσὶν ἐντολαῖς περιεχούσαις πάσας, τῇ ἀγάπῃ τοῦ Θεοῦ καὶ τῇ ὁμοία τῆς κτίσεως αὐτῆς, τῇ ἀγάπῃ τῆς εἰκόνος αὐτοῦ.

Καὶ ἡ μὲν πρώτη τὸν σκοπὸν κατορθοῖ τῆς θεωρίας τοῦ πνεύματος, ἡ δὲ δευτέρα θεωρίαν καὶ πρᾶξιν. Διότι ἡ φύσις ἡ θεϊκὴ ἁπλῆ ἐστὶ καὶ ἀσύνθετος καὶ ἀόρατος καὶ ἀνενδεὴς κατὰ τὴν φύσιν. Οὐ χρῄζει γὰρ ἡ συνείδησις κατὰ τὴν φύσιν ἐν τῇ ἀδολεσχίᾳ αὐτῆς πράξεως σωματικῆς καὶ ἐνεργείας τινὸς καὶ ἐννοιῶν παχύτητος. Ἁπλῆ γὰρ ἐστὶν ἡ ἐνέργεια αὐτῆς καὶ ἐν τῷ ἑνὶ μέρει τοῦ νοὸς κατὰ τὴν ἁπλότητα τῆς προσκυνητῆς αἰτίας τὴν ὑπὲρ αἴσθησιν τῆς αἰσθήσεως τῆς σαρκὸς ἐνεργεῖ. Ἡ δευτέρα δὲ ἐντολή, ἥτις ἐστὶν ἡ φιλανθρωπία κατὰ τὸ διπλοῦν τῆς φύσεως, οὕτω καὶ ἡ μέριμνα τῆς ἐργασίας αὐτοῦ ἐν διπλότητι ἐστί. Λέγω δέ, ὅτι ὅπερ ἐν τῇ συνειδήσει πληροῦμεν ἀοράτως, θέλομεν καὶ ἐν τῷ σώματι πληρῶσαι ὁμοίως, καὶ οὐ μόνον φανερῶς, ἀλλὰ καὶ κρυπτῶς. Καὶ ἡ ἐν τοῖς πράγμασι τελειουμένη, καὶ ἐν τῇ συνειδήσει θέλει τελειοῦσθαι ὡσαύτως.

Καθάπερ γὰρ ὁ ἄνθρωπος ἐκ δύο μερῶν ἐγένετο, ἐκ ψυχῆς λέγω καὶ σώματος, οὕτω τὰ αὐτοῦ πάντα διπλῶς φροντίζονται, κατὰ τὸ διπλοῦν τῆς καταστάσεως αὐτοῦ. Καὶ ὅτι προηγεῖται ἡ πρᾶξις τῆς θεωρίας ἐν παντὶ τόπῳ, ἀδύνατον τίνα ὑψωθῆναι εἰς τὸ μέρος ἐκείνης τῆς ὑψηλῆς, ἐὰν μὴ πρῶτον τελείωση τὴν ὑποδεεστέραν τῷ ἔργῳ. Καὶ νῦν οὐδεὶς ἄνθρωπος τολμᾷ εἰπεῖν περὶ τῆς κτίσεως τῆς ἀγάπης τοῦ πλησίον, ὅτι ἐν τῇ ψυχῇ αὐτοῦ κατορθοῖ, ἐὰν ἀπολειφθῇ τοῦ μέρους ἐκείνου, ὅπερ ἐν τῷ σώματι πληροῦται τὴν δύναμιν καὶ κατὰ τὸν καιρὸν καὶ τὸν τόπον τὸν παρέχοντα χεῖρα εἰς τὸ πρᾶγμα. Τότε γὰρ πιστεύεται, ὅτι ἡ ἀγάπη ἡ ἐν θεωρίᾳ κατέχεται καὶ γνωρίζεται. Καὶ ὅτε ἐν τούτοις γινόμεθα πιστοὶ καὶ ἀληθινοὶ κατὰ τὸ δυνατόν, τότε πρὸς τὸ μέρος τὸ μέγα τῆς θεωρίας τῆς ὑψηλῆς καὶ θεϊκῆς δίδοται τῇ ψυχῇ δύναμις ἐκτείνεσθαι ἐν ταῖς ἐννοίαις ταῖς ἁπλαῖς καὶ ἀνομοίοις. Ὅπου δὲ οὐκ ἐστὶ τῷ ἀνθρώπῳ τῇ τοῦ πλησίον ἀγάπη τελειῶσαι ἐν τοῖς πράγμασι τοῖς ὁρατοῖς, καὶ τῷ σώματι, ἀρκεῖ πρὸς τὸν Θεὸν ἢ ἐν τῷ φρονήματι μόνη τελειουμένη ἡ ἀγάπη τοῦ πλησίον ἡμῶν, μάλιστα ἐὰν τὸ μέρος ἐκεῖνο τοῦ ἐγκλεισμοῦ καὶ τῆς ἡσυχίας καὶ ἡ ἐν αὐτῇ ὑπεροχὴ ἀρκούντως διαμείνῃ ἐν τῇ ἐργασίᾳ αὐτῆς.

Ἐὰν δὲ ἐξ ὅλων τῶν μερῶν ἐκείνης τῆς ἡσυχίας ὑστερούμεθα, πληρώσωμεν τὴν ἔλλειψιν αὐτῆς εἰς τὴν μετ’ αὐτὴν ἐντολήν, ἥτις ἐστὶν ἡ πρᾶξις ἡ αἰσθητή, ἦν τίνα ὡς πλήρωμα τῆς ἀναπαύσεως τῆς ζωῆς ἡμῶν πληρώσωμεν ἐν τῷ κόπῳ τοῦ σώματος ἡμῶν, ἵνα μὴ εὑρεθῇ ἡ ἐλευθερία ἡμῶν πρόφασις ὑποταγῆναι τῇ σαρκί, ἡνίκα ἐν τῷ ἀναχωρητικῷ ὀνόματι ματαίως κοπιῶμεν. Δῆλον γάρ, ὅτι οὐκ ἐπετράπη ὁ ἐκ τῆς συντυχίας τῶν ἀνθρώπων ἀπορῶν τελείως καὶ ἐν τῷ Θεῷ ἐννοῶν ὁλοτελῶς, ἡνίκα ἐστὶ νεκρὸς ἐκ πάντων ἐν τῇ ἀπ’ αὐτῶν ἀποχή, ὑπηρετεῖν καὶ διακονεῖν τοῖς ἀνθρώποις. Ὃ δὲ ἔχων τὸν κανόνα τῆς ἡσυχίας αὐτοῦ ἐν ὅρῳ ἑβδομάδων ἑπτὰ ἢ καθ ἑβδομάδα, καὶ μετὰ τὸ πληρῶσαι τὸν κανόνα αὐτοῦ ἅπαντα καὶ συμμίσγεται τοῖς ἀνθρώποις καὶ συμπαραμυθεῖται μετ’ αὐτῶν καὶ ἀμελῶν εἰς τοὺς ἐν θλίψεσιν ὄντας ἑαυτοῦ ἀδελφούς, ἡνίκα δοκεῖ κατέχειν ἐν δεσμῷ τὸν ἐβδοματιαῖον κανόνα, οὗτος ἀνηλεὴς καὶ ἀπότομος. Ἔκδηλον δὲ ἐστίν, ὅτι διὰ τὸ μὴ ἔχειν ἐλεημοσύνην αὐτὸν καὶ ἐκ τῆς οἰήσεως καὶ ἐκ τῶν ψευδῶν λογισμῶν ἑαυτοῦ τοῖς τοιούτοις κοινωνῆσαι οὐ συγκαταβαίνει πράγμασιν.

Ὁ καταφρονῶν τοῦ ἀσθενοῦς, οὐκ ὄψεται φῶς, καὶ ὁ ἀποστρέφων τὸ ἑαυτοῦ πρόσωπον ἐκ τοῦ ἐν στενοχωρίᾳ ὄντος, ἡ ἡμέρα αὐτοῦ σκοτισθήσεται. Καὶ τοῦ καταφρονοῦντος τῆς φωνῆς τοῦ ἐν μόχθῳ ὄντος, οἱ υἱοὶ τῶν οἴκων ἑαυτοῦ ἐν τῇ ἀορασίᾳ ψηλαφήσουσι.

Μὴ καθυβρίσωμεν τὸ ὄνομα τὸ μέγα τῆς ἡσυχίας ἐν τῇ ἀγνωσίᾳ ἡμῶν. Πάσῃ γὰρ πολιτεία καιρὸς ἐστὶ καὶ τόπος καὶ διαφορά, καὶ τότε τῷ Θεῷ ἔγνωσται, εἰ δεκτὴ γενήσεται πᾶσα ἡ ἐργασία αὐτῆς. Καὶ ἐκτὸς τούτων ματαία ἡ ἐργασία αὐτῶν πάντων τῶν τὸ μέτρον μεριμνώντων τῆς τελειότητος. Ὁ προσδοκῶν παρακληθῆναι καὶ ἐπισκεφθῆναι τὴν ἀσθένειαν αὐτοῦ ἐξ ἄλλων, οὗτος ταπεινώσει ἑαυτὸν καὶ συγκοπιάσει τῷ πλησίον ἑαυτοῦ ἐν τοῖς καιροῖς, ἐν οἷς πειράζεται, ἵνα γένηται ἡ ἐργασία αὐτοῦ ἐν χαρὰ ἐν τῇ ἡσυχίᾳ ἑαυτοῦ, ἀπέχουσα ἀπὸ πάσης οἰήσεως καὶ πλάνης τῶν δαιμόνων. Ἐῤῥέθη τίνι τῶν ἁγίων, γνωστικῷ ὄντι, ὅτι οὐδὲν δύναται λυτρώσασθαι τὸν μοναχὸν ἐκ τοῦ τῆς ὑπερηφανίας δαίμονος καὶ συνεργῆσαι τῷ ὅρῳ τῆς ἑαυτοῦ σωφροσύνης ἐν τῷ καιρῷ τῆς ἐξάψεως τοῦ πάθους τῆς πορνείας, ὡς ἐκεῖνο, τὸ τοὺς ἀνθρώπους τοὺς κατακειμένους ἐν ταῖς ἑαυτῶν στρωμναῖς καὶ τοὺς κατατηχθέντας ἐν τῇ θλίψει τῆς σαρκὸς ἐπισκέπτεσθαι.

Μεγάλη ἐστὶν ἡ πρᾶξις ἡ ἀγγελικὴ τῆς ἡσυχίας, ὅταν διάκρισιν τοιαύτην συμμίξῃ ἑαυτῇ διὰ τὴν χρείαν τῆς ταπεινώσεως. Ἔνθα γὰρ οὐ γινώσκομεν, κλεπτόμεθα καὶ πορθούμεθα. Ταῦτα εἶπον, ἀδελφοί, οὐχ ἵνα ἀμελήσωμεν καὶ καταφρονήσωμεν εἰς τὸ ἔργον τῆς ἡσυχίας. Ἡμεῖς γὰρ εἰς ἕκαστον τόπον περὶ τούτου πείθομεν, καὶ οὐκ ἐξ ἐναντίας τῶν ῥημάτων ἡμῶν ἀνθιστάμενοι εὑρέθημεν νῦν. Μηδεὶς λάβῃ καὶ ἐξαγάγῃ λόγον γυμνὸν ἐκ τῶν λόγων ἡμῶν καὶ ἁφῇ τὸ ὑπόλοιπον καὶ κρατήσῃ αὐτὸν ἐν ταῖς ἑαυτοῦ χερσὶν ἀνοήτως. Ἐγὼ μνημονεύω, ὅτι ἐν τόποις πολλοῖς εἶπον παρακαλῶν, ὅτι καὶ ἐὰν συμβῇ τινὶ ἐν ἀργίᾳ τελείᾳ εἶναι ἐν τῷ ἑαυτῷ κελλίῳ, διὰ τὴν ἀνάγκην τῆς ἀσθενείας ἡμῶν τῆς ἐπερχόμενης ἡμῖν, χάριν τούτου οὐ δεῖ ἐπιλέγεσθαι τελείαν ἔξοδον ἐξ αὐτοῦ καὶ τὴν ἐξωτέραν ἐργασίαν κρείττονα εἶναι τῆς ἐργασίας τῆς ἐκεῖσε λογίσασθαι.

Ἔξοδον δὲ τελείαν εἶπον, οὐχὶ ἐὰν ἀπαντήσῃ ἡμῖν ἐν καιρῷ πρᾶγμα ἀναγκαῖον, ἵνα ἐξέλθῃς ἐν αὐτῷ ἑβδομάδας τινὰς τοῦ ἐμπορεύεσθαι ἐν αὐταῖς τὴν ἀνάπαυσιν καὶ τὴν ζωὴν τοῦ πλησίον σου, ἤδη τοῦτο ἀργίαν ψηφίσῃ καὶ ἀσχολίαν λογίσῃ. Ἐὰν δὲ τις δοκήσῃ ἐν ἑαυτῷ, ὅτι τέλειος ἐστὶ καὶ ἀνώτερος ἐκ πάντων τῶν ἐνταῦθα ἐν τῇ διαμονῇ αὐτοῦ τῇ πρὸς τὸν Θεὸν καὶ τῇ ἀποχῇ ἐκ πάντων τῶν ὁρωμένων πραγμάτων, εὐλόγως καὶ ἐκ τούτων παραιτησάσθω. Μεγάλη ἐστὶν ἡ ἐργασία τῆς διακρίσεως τῶν συνεργουμένων ὑπὸ τοῦ Θεοῦ, ὃς τῷ ἐλέει αὐτοῦ δώῃ ἡμῖν πληρῶσαι τὸν λόγον ἑαυτοῦ, ὃν εἴρηκε λέγων «ἑἰ τι θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως». Αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πάλιν ἐν τῇ ἐπιστολῇ σου ἔγραψας, ὅτι ὁ μοναχὸς ὁ θέλων ἀγαπῆσαι τὸν Θεὸν πλέον πάντων, μεριμνῆσαι ὀφείλει περὶ τῆς καθαρότητος τῆς ἑαυτοῦ ψυχῆς. Καὶ καλῶς εἶπας, ἐὰν ἱκανοῖς πρὸς τοῦτο. Καὶ ἐπειδὴ ἔφης πάλιν, ὅτι οὐκ ἔχει ἡ ψυχὴ παῤῥησίαν ἐν τῇ εὐχῇ, ἢ μὴ ἀκμὴν τὰ πάθη νικήσασα, ἐμοὶ τὰ δύο ταῦτα ἐναντία δοκεῖ, καίτοι ἰδιώτης εἰμί. Εἰ γὰρ τὰ πάθη οὐκ ἐνίκησε, πῶς μεριμνᾷ τὴν καθαρότητα; Καὶ ἐπεὶ ἐκ τοῦ κανόνος τῆς δικαιοσύνης τῆς πνευματικῆς οὐκ ἐπιτέτραπται αὕτη, ὅτε τὰ πάθη αὐτῆς οὐκ ἐνίκησε, πῶς ζητεῖς ὅπερ ἐστὶν ὑψηλότερον αὐτῆς; Οὐ γὰρ ἐξ ὧν ἐπιθυμεῖ τις γνωρίζεται ὅτι ἀγαπᾷ, ἆλλ’ ἐξ ὧν ἀγαπᾷ καταλαμβάνεται ὅτι ἐπιθυμεῖ. Ὁ πόθος γὰρ κατὰ φύσιν προηγεῖται τῆς ἐπιθυμίας. Εἰ μὴ ἀγαπήσειεν, οὐδὲ ἐπιθυμήσει. Τὰ πάθη γὰρ θύρα εἰσὶ κεκλεισμένη ἐπὶ πρόσωπον τῆς καθαρότητος, καὶ ἐὰν τὴν κεκλεισμένην θύραν μὴ ἀνοίξῃ τις, εἰς χώραν ἁγνὴν καὶ καθαρὰν τῆς καρδίας οὐκ εἰσελεύσεται.

Καὶ ἐκεῖνο ὅπερ εἴρηκας, ὅτι οὐκ ἐν παῤῥησίᾳ γίνεται ἡ ψυχὴ ἐν τῇ ὥρᾳ τῆς προσευχῆς, ἀληθῶς ἔφης. Ἡ παῤῥησίᾳ γὰρ οὐχὶ μόνον ὑπεράνω τῶν παθῶν ἐστίν, ἀλλὰ καὶ τῆς καθαρότητος. Καὶ οὕτω γίνεται ἡ τάξις τῆς παραδόσεως, καθὼς λέγω ἡ μετὰ βίας ὑπομονὴ ἀντιπαλαίει τοῖς πάθεσιν ὑπὲρ τῆς καθαρότητος. Ἐὰν οὖν νικηθῇ τὰ πάθη, προσκτᾶται ἡ ψυχὴ τὴν καθαρότητα. Ἡ καθαρότης δὲ ἡ ἀληθὴς ποιεῖ κτᾶσθαι τὸν νοῦν παῤῥησίαν ἐν τῇ ὥρᾳ τῆς προσευχῆς. Ἄρα οὖν καὶ αὐτὴν ἴσως, ἦν εἴπομεν καθαρότητα τῆς ψυχῆς, αἰτούμενοι ἐν προσευχῇ, ὑπὸ τὴν μέμψιν ἐσμέν, ἡ αὐτῇ ἡ αἴτησις τῆς ὑπερηφανίας καὶ τῆς οἰήσεως, τὸ αἰτήσασθαι παρὰ τοῦ Θεοῦ ἐκεῖνο, ὅπερ ἡ θεῖα Γραφὴ καὶ οἱ πατέρες ἡμῶν παραγγέλλουσι, καὶ αὐτὸς ὁ μοναχὸς ὀπίσω αὐτοῦ ἐξῆλθεν εἰς τὴν ἀναχώρησιν. Ἀλλ’ ἐγὼ νομίζω, ἅγιε, ὅτι, ὥσπερ ὁ υἱὸς οὐ διστάζει εἰς τὸν πατέρα αὐτοῦ καὶ οὐκ αἰτεῖται παρ’ αὐτοῦ, οὕτω λέγων, δίδαξόν με τέχνην ἢ δὸς μοι τί, οὕτω πρέπει τῷ μοναχῷ μὴ διακρίνειν καὶ αἰτεῖσθαι παρὰ τοῦ Θεοῦ, δὸς μοὶ τάδε καὶ τάδε. Διότι γινώσκει, ὅτι ὑπὲρ ὁ προνοεῖται ὁ πατὴρ τοῦ υἱοῦ, ἡ πρόνοια τοῦ Θεοῦ ἐστὶν εἰς ἡμᾶς.

Καὶ διὰ τοῦτο λοιπὸν πρέπει ἡμῖν ταπεινῶσαι ἑαυτοὺς καὶ πενθῆσαι ὑπὲρ τῶν αἰτίων τῶν παραπτωμάτων, τῶν ἐκτὸς τοῦ θελήματος ἡμῶν, εἴτε ἐν τοῖς λογισμοῖς, εἴτε ἐν τοῖς ἔργοις ἐπράχθη παρ’ ἡμῶν, καὶ εἰπεῖν ἐν καρδία συντετριμμένη τὸ τοῦ τελώνου, «ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», καὶ ἐργάσασθαι κρυπτῶς καὶ φανερῶς ὅπερ ἐδίδαξεν ὁ Κύριος εἰπών, «Ὅταν ποιήσητε πάντα τὰ προστεταγμένα ὑμῖν, εἴπατε, ὅτι ἀχρεῖοι δοῦλοι ἐσμέν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν», ἵνα ἡ συνείδησις σου μαρτυρῇ σοι, ὅτι ἀχρεῖος εἶ, καὶ χρείαν ἔχεις ἐλέους. Γινώσκεις δὲ καὶ σύ, καὶ ὅτι οὐ τὰ ἔργα ἀνοίγουσι τὴν θύραν τὴν κεκλεισμένην τὴν ἐν καρδίᾳ, ἀλλὰ καρδία συντετριμμένη καὶ ταπείνωσις, ὅτε νικήσεις τὰ πάθη ἐν τῇ ταπεινώσει καὶ οὐκ ἐν τῇ περιφρονήσει. Ἐκεῖνος γὰρ ὁ νοσῶν ἐν πρώτοις ταπεινοῦται καὶ περὶ τῆς ὑγιείας τῶν ἐν αὐτῷ παθῶν μεριμνᾷ, ἡ καὶ τότε ἐκζητεῖ γενέσθαι βασιλεύς. Ἡ καθαρότης γὰρ καὶ ἡ τῆς ψυχῆς ὑγίεια ἐστὶν ἡ τῆς ψυχῆς βασιλεία.

Καὶ τὶς ἐστὶν ἡ βασιλεία τῆς ψυχῆς; Ὥσπερ ὁ νοσῶν οὐ λέγει τῷ πατρὶ αὐτοῦ, ποίησον μὲ βασιλέα, ἀλλὰ μεριμνᾷ, πρῶτον περὶ τῆς ἀῤῥωστίας αὐτοῦ καὶ μετὰ τὴν ὑγείαν ἐκ παντὸς ἡ βασιλεία τοῦ πατρὸς αὐτοῦ ἐκείνου ἐστίν, οὕτω καὶ ὁ ἁμαρτωλὸς καὶ μετανοῶν, λαμβάνων τῆς ἑαυτοῦ ψυχῆς τὴν ὑγίειαν, εἰσέρχεται μετὰ τοῦ Πατρὸς εἰς τὴν χώραν τῆς φύσεως τῆς καθαρᾶς καὶ βασιλεύει ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ.

Ὅτε μνημονεύομεν τοῦ ἁγίου ἀποστόλου Παύλου τὰ ἑαυτοῦ πλημμελήματα διηγουμένου καὶ ἐν τῷ ἐσχάτῳ μέρει καὶ κατωτέρω τὴν ἑαυτοῦ τιθεμένου ψυχήν. «Ἰησοῦς Χριστός, φησίν, εἰς τὸν κόσμον ἦλθεν ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγὼ ἀλλὰ διὰ τοῦτο ἠλέησέ με, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται ἅπασαν τὴν ἑαυτοῦ μακροθυμίαν». Διότι ἐξ ἀρχῆς διώκτης ἤμην καὶ λοίδορος καὶ βλάσφημος, ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἔπραξα ἐν ἀπιστία. Ταῦτα πότε καὶ ἐν ποίῳ καιρῷ ἔλεγε; Μετὰ τοὺς ἀγῶνας τοὺς μεγάλους καὶ τὰ ἔργα τὰ δυνατά, μετὰ τὸ κήρυγμα, ὃ ἐκήρυξεν ἐν ὅλῳ τῷ κόσμῳ, κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, μετὰ τοὺς θανάτους τοὺς συνεχεῖς καὶ τὰς θλίψεις τὰς πολυτρόπους, ἃς ἔπαθεν ἐκ τῶν Ἰουδαίων καὶ ἐκ τῶν ἐθνῶν, αὐτὸς ἀκμὴν ἐν τοῖς ἑαυτοῦ πρώτοις ἐθεώρει. Καὶ οὐχὶ μόνον, ὅτι οὐκ ἔφθασεν εἰς τὴν καθαρότητα ἐνόμιζεν, ἂλλ’ οὐδὲ ψηφισθῆναι εἰς μαθητὴν ἐπενόησεν, ὅτι πρέπον ἐστίν. Ἔλεγε γὰρ «οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ». Καὶ ὅτε ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὴν κατὰ τῶν παθῶν νίκην ἐκέκτητο, ἔλεγεν «ὑπωπιάζω μου τὴν σάρκα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι».

Εἰ δὲ εἴπῃς, ὅτι καὶ τὰ μεγάλα ἐν τόποις διηγεῖται περὶ ἑαυτοῦ, αὐτὸς πειθέτω σε περὶ τούτου. Λέγει γάρ, ὡς οὐχ ἑκουσίως ἐποίησεν, οὐδὲ δι’ ἑαυτοῦ, ἀλλὰ διὰ τὸ κήρυγμα. Καὶ ἡνίκα ὑπὲρ τῆς τῶν πιστῶν ὠφελείας διηγεῖται ταῦτα, τίθησιν ἑαυτὸν ἁπάσης διανοίας ἐστερημένον τῆς τοιαύτης χάριν καυχήσεως, βοῶν καὶ λέγων, ὡς «ὑμεῖς με ἠναγκάσατε»· καὶ πάλιν, «οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ἐν ἀφροσύνη ἐν τῷ τόπῳ τῆς καυχήσεως». Ἰδοὺ οὗτος ὁ κανών, ὃν ἔθηκεν ἡμῖν ὁ ἅγιος Παῦλος, ὁ δίκαιος καὶ εὐθύς.

Φυλάξωμεν λοιπὸν αὐτὸν καὶ ζηλώσωμεν ἐν αὐτῷ. Καὶ τὸ μὲν ζητῆσαι τὰ ὑψηλὰ παρὰ τοῦ Θεοῦ, καὶ ταῦτα αὐτοῦ μὴ παρέχοντος μηδὲ δωρουμένου, παραιτησώμεθα διότι ὁ Θεὸς γινώσκει τὰ σκεύη τῆς ἐκλογῆς τῆς ὑπηρεσίας ἑαυτοῦ. Ὁ μακάριος γὰρ Παῦλος οὐδὲ μετὰ ταῦτα ᾐτήσατο τὴν τῆς ψυχῆς βασιλείαν, ἀλλ’ εἶπε «ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ». Πῶς οὖν ἡμεῖς τολμήσωμεν καὶ πρὸ τοῦ καιροῦ τοῦ γινωσκομένου ὑπ’ αὐτοῦ, αἰτήσασθαι τὴν βασιλείαν τῆς ψυχῆς, μήπω μήτε τὰς ἐντολὰς τηρήσαντες, μήτε τὰ πάθη νικήσαντες, καὶ τὸ χρέος μὴ ἀποδόντες;

Παρακαλῶ οὖν, ἅγιε, ἵνα μὴ ἐπὶ τῷ λογισμῷ σου ἀνέλθῃ τοῦτο, ἀλλὰ κτῆσαι ὑπὲρ ἅπαντα ὑπομονὴν τῶν ἐπερχομένων. Καὶ ἐν ταπεινώσει μεγάλη καὶ συντριμμῷ καρδίας ἐν τοῖς καθ’ ἡμᾶς καὶ τοῖς λογισμοῖς ἡμῶν, αἰτησώμεθα τὴν τῶν ἁμαρτιῶν ἡμῶν συγχώρησιν καὶ τὴν ταπείνωσιν τῆς ψυχῆς.

Ἡ γραφὴ ὑπὸ τίνος τῶν ἁγίων, ὅτι ὅστις οὐ λογίζεται ἑαυτὸν ἁμαρτωλόν, παρὰ τῷ Κυρίῳ εὐχῇ αὐτοῦ οὐκ ἐστὶν εὐπρόσδεκτος. Ἐὰν δὲ εἴπῃς, ὅτι τίνες τῶν πατέρων ἔγραψαν περὶ τούτων, τὶ ἐστὶ καθαρότης τῆς ψυχῆς καὶ τὶ ὑγίεια καὶ τὶ ἀπάθεια καὶ τὶ θεωρία, οὐχ ἵνα ζητήσωμεν αὐτὰ πρὸ καιροῦ ἐν προσδοκία ἔγραψαν. Διότι γέγραπται, ὅτι «οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ ἐν παρατηρήσει προσδοκίας». Οἱ γὰρ ἐν τούτῳ τῷ σκοπῷ εὑρεθέντες, ὑπερηφανίαν καὶ πτῶσιν ἐκτήσαντο. Ἀλλ’ ἡμεῖς γε καταστήσωμεν τὴν χώραν τῆς καρδίας ἐν τοῖς ἔργοις τῆς μετανοίας καὶ ταῖς πολιτείαις ταῖς εὐαρεστούσαις τῷ Θεῷ, καὶ τὰ τοῦ Κυρίου ἀφ’ ἑαυτῶν ἔρχονται, ἐὰν ὁ τόπος τῆς καρδίας καθαρὸς καὶ ἀμόλυντος γένηται. Ἐκεῖνα δὲ ἅπερ ζητοῦμεν ἐν παρατηρήσει, τὰ ὑψηλὰ φημὶ δὴ τοῦ Θεοῦ, ἀδόκιμον ἐστὶ τοῦτο τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Καὶ οἱ λαβόντες ὑπερηφανίαν ἐκτήσαντο καὶ πτῶσιν. Καὶ οὐ σημεῖον ἐστὶ τοῦτο τοῦ ἀγαπᾶν τίνα τὸν Θεόν, ἀλλὰ νόσος ψυχῆς. Καὶ πῶς ἡμεῖς ζητήσωμεν τὰ ὑψηλὰ τοῦ Θεοῦ, ὅπου Παῦλος ὁ θεῖος καυχᾶται ἐν ταῖς θλίψεσι καὶ τὴν κοινωνίαν τῶν παθημάτων τοῦ Χριστοῦ ἡγεῖται εἶναι τὰ ὑψηλὰ τοῦ Θεοῦ; Πάλιν ἐν τῇ ἐπιστολῇ σου ἔγραψας, ὅτι ἠγάπησεν ἡ ψυχὴ σου ἀγαπῆσαι τὸν Θεόν, ἀλλ’ οὐκ ἔφθασας τὸ ἀγαπᾶν, εἰ καὶ ἐπιθυμίαν τοῦ ἀγαπᾶν ἔχεις πολλὴν καὶ πρὸς τούτῳ, ὅτι ἡ ἀναχώρησις τῆς ἐρήμου ποθητὴ σοι ἐστί, καὶ ἔδειξας ἐν τούτῳ, ὅτι ἡ καθαρότης τῆς καρδίας ἤρξατο ἐν σοι καὶ ἢ μνήμη τοῦ Θεοῦ ἐπιμελῶς πυροῦται καὶ θερμαίνει ἐν τῇ καρδίᾳ σου. Καὶ ταῦτα, εἰ ἀληθῆ, μεγάλα εἰσί, γραφῆναι δὲ παρὰ σου οὐκ ἤθελον. Οὐκ ἔχουσι γὰρ μίαν ἐξ αὐτῶν τάξιν. Εἰ δὲ διὰ τὴν ἐρώτησιν διηγήσω αὐτά, ἄλλως ἦν ἡ τάξις τῆς ἐρωτήσεως. Ὁ γὰρ λέγων, ὅτι οὐκ ἔχει ἀκμὴν παῤῥησίαν ἡ ψυχὴ αὐτοῦ ἐν τῇ προσευχῇ, διότι οὐκ ἐνίκησε τὰ πάθη, πῶς τολμᾷ εἰπεῖν, ὅτι ἠγάπησεν ἡ ψυχὴ αὐτοῦ τοῦ ἀγαπῆσαι τὸν Θεόν; Οὐκ ἔστι τρόπος τοῦ κινηθῆναι ἐν τῇ ψυχῇ τὴν θείαν ἀγάπην, ἧς ὀπίσω ἐν ἀναχωρήσει μυστικῶς τρέχεις, εἰ οὐκ ἐνίκησε τὰ πάθη. Σὺ δὲ εἶπας, ὅτι ἡ ψυχὴ σου τὰ πάθη οὐκ ἐνίκησε, καὶ τὸν Θεὸν ἀγαπῆσαι ἠγάπησεν, ὅπερ οὐκ ἔχει τάξιν. Ὃ γὰρ λέγων, ὅτι τὰ πάθη οὐκ ἐνίκησε καὶ ἀγαπῆσαι τὸν Θεὸν ἀγαπᾷ, ἐγὼ οὐκ οἶδα ὅπερ φησίν.

Ἀλλὰ σὺ λέγεις, ὅτι οὐκ εἶπον ἀγαπῶ, ἀλλ’ ἀγαπῶ ἀγαπῆσαι. Καὶ οὐδὲ τοῦτο τόπον ἔχει, ἐὰν ἡ ψυχὴ μὴ ἡ ἐν καθαρότητι. Ἐὰν δὲ λόγον ψιλὸν θέλῃς εἰπεῖν, τοῦτο οὐ σὺ μόνος λέγεις, ἀλλ’ ἕκαστος λέγει, ὅτι ἐθέλει ἀγαπῆσαι τὸν Θεόν. Καὶ οὐ μόνον οἱ Χριστιανοί, ἀλλὰ καὶ οὗτος ὁ λόγος οἰκεῖος ἐξ ἑκάστου λέγεται ἀλλ’ ἐν τούτοις τοῖς λόγοις ἡ γλῶσσα μόνον κινεῖται, τῆς ψυχῆς μὴ αἰσθανομένης τὸ τὶ λέγει. Καὶ πολλοὶ νοσοῦντες οὐδὲ αὐτό, ὅτι νοσοῦσιν, ἐπίστανται. Κακία γὰρ νόσος ἐστὶ ψυχῆς καὶ πλάνη, τῆς ἀληθείας ἀπώλεια, καὶ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἐν τούτοις ἀῤῥωστοῦντες, ὑγείαν κηρύττουσι καὶ ὑπὸ πολλῶν εὐφημοῦνται. Ἐὰν γὰρ μὴ ὑγιάνῃ ἡ ψυχὴ ἐκ τῆς κακίας καὶ σταθῇ ἐν τῇ ὑγείᾳ τῇ φυσικῇ, ἐν ᾗ ἐκτίσθη, ὅπως γεννηθῇ ἐκ τῆς ὑγείας τοῦ πνεύματος, ἐπιθυμεῖν ἄνθρωπον τὰ ὑπὲρ φύσιν τοῦ πνεύματος οὐ δυνατὸν ἐστί. Διότι, ὅσον ἐστὶν ἡ ψυχὴ ἐν τῇ νοσῶ τῶν παθῶν, οὐκ αἰσθήσει αἰσθάνεται τῶν πνευματικῶν, οὐδὲ ἐπιθυμεῖν αὐτὰ οἶδεν, ἂλλ’ ἐκ τῆς ἀκοῆς τῶν ὤτων καὶ τῶν γραφῶν μόνον ἐπιθυμεῖ.

Λοιπὸν δικαίως ἄνωθεν εἶπον, ὅτι χρὴ τοὺς ἐπιθυμοῦντας τῆς τελειότητος φυλάττειν πάσας τὰς ἐντολὰς διότι ἡ ἐργασία ἡ κρυπτὴ τῶν ἐντολῶν ἰατρεύει τὴν δύναμιν τῆς ψυχῆς. Καὶ αὕτη οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐγένετο γέγραπται γάρ, ὅτι χωρὶς ἐκχύσεως αἵματος, οὐκ ἐστὶν ἄφεσις. Ἀλλὰ ἐν πρώτοις ἐν τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ ἐδέξατο ἡ φύσις ἡμῶν τὸν ἀνακαινισμόν καὶ ἐκοινώνησε τῷ πάθει αὐτοῦ καὶ τῷ θανάτῳ αὐτοῦ, καὶ τότε μετὰ τὸν ἀνακαινισμόν τῆς ἐκχύσεως τοῦ αἵματος ἀνεκαινίσθη καὶ ἡγιάσθη ἡ φύσις ἡμῶν καὶ ἱκανὴ ἐγένετο δέξασθαι τὰς ἐντολὰς τὰς νέας καὶ τελείας. Εἰ γὰρ ἐδόθη αὐτοῖς πρὸ τῆς ἐκχύσεως τοῦ αἵματος, πρὸ τοῦ ἀνακαινισθῆναι καὶ ἁγιασθῆναι τὴν φύσιν ἡμῶν, τάχα καὶ αὗται αἱ ἐντολαὶ αἱ νέαι, κατ’ ἐκείνας τὰς πάλαι τὴν κακίαν ἔκοπτον ἐκ τῆς ψυχῆς, μὴ δυνάμεναι τὴν ῥίζαν αὐτὴν τῆς κακίας τέλεον ἐκτίλαι ἐκ τῆς ψυχῆς. Νῦν δὲ οὐχ οὕτως, ἀλλ’ ἡ κρυπτὴ ἐργασία ἡ ἐξακολουθοῦσα καὶ αἱ ἐντολαὶ αἱ καιναὶ καὶ πνευματικαί, ἃς ἡ ψυχὴ φυλάττει ἐν τῇ περιβλέψει τοῦ φόβου τοῦ Θεοῦ, ἀνακαινίζουσιν αὐτὴν καὶ ἁγιάζουσι καὶ κρυπτῶς θεραπεύουσι πάντα τὰ μέλη αὐτῆς. Ὅτι ἑκάστη ἐντολὴ ὁποῖον πάθος ἐξιᾶται ἐν τῇ ψυχῇ ἡσύχως, δῆλον ἐστί. Καὶ τῆς ἐνεργείας δὲ τούτων, ὁ τε ἰατρεύων καὶ ἰατρευόμενος ἐπαισθάνονται καθ’ ὁμοιότητα τῆς αἱμόῤῥου γυναικός.

Σὺ γινώσκεις, ᾧ ἀγαπητέ, ὅτι, εἰ μὴ ἰατρευθείη τὸ ἐμπαθὲς μέρος τῆς ψυχῆς καὶ ἀνακαινισθείη ἐν τῇ πολιτείᾳ τοῦ πνεύματος, οὐ κτήσεται ὑγίειαν, οὐδὲ ἐλευθερωθήσεται τοῦ λυπεῖσθαι ἐκ τῶν ἀπαντώντων αὕτη πραγμάτων τῶν ἐν τῇ κτίσει. Καὶ αὕτη ἡ ἰατρεία ἐστί, ταύτην γενέσθαι ὑπὸ τῆς χάριτος καθάπερ ἐπὶ τῶν μακαρίων Ἀποστόλων, ὅτι ἐν τῇ πίστει ἐτελειώθησαν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ. Καὶ ἐστὶν ὅτε νομίμως ὑποδέχεται ἡ ψυχὴ τὴν ὑγίειαν. Ἐκεῖνος γὰρ ὁ ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν καὶ τοῖς σκληροτέροις ἔργοις τῆς πολιτείας τῆς ἀληθοῦς νικήσας τὰ πάθη, γινωσκέτω, ὅτι τὴν ὑγίειαν τῆς ψυχῆς νομίμως ἐκτήσατο καὶ ἀπεγαλακτίσθη ἀπὸ τῆς σωματώσεως τούτου τοῦ κόσμου καὶ ἐκόπη ἐξ αὐτοῦ τὸ ἔθος τῶν ἑαυτοῦ προλήψεων καὶ ἀνεγεννήθη ὡς ἐξ ἀρχῆς ἐν τοῖς πνευματικοῖς καὶ ἐνωράθη ἐν τῇ χάριτι ἐν τῇ χώρᾳ τοῦ πνεύματος ἐν ταῖς ἐννοίαις τοῦ ἐσωτέρου ἀνθρώπου καὶ ὑπεδέξατο αὐτὸν κόσμος καινὸς ἀσύνθετος.

Ὅταν ἀνακαινισθῇ δὲ ὁ νοῦς καὶ ἡ καρδία ἁγιασθῇ, πᾶσαι αἱ ἔννοιαι αἱ κινούμεναι ἐν αὐτῇ κατὰ τὴν φύσιν ἐκείνου τοῦ κόσμου, ἐν ᾧ εἰσέρχεται, κινοῦνται. Πρῶτον κινεῖται ἐν αὐτῷ ὁ πόθος τῶν θείων, καὶ ἐπιποθεῖ τὴν κοινωνίαν τὴν μετὰ τῶν ἀγγέλων καὶ τὰς ἀποκαλύψεις τῶν μυστηρίων τῆς γνώσεως τοῦ πνεύματος. Καὶ αἰσθάνεται ὁ νοῦς αὐτοῦ τῆς γνώσεως τῆς πνευματικῆς τῶν ποιημάτων καὶ ἀνατέλλει ἐν αὐτῷ ἡ θεωρία τῶν μυστηρίων τῆς ἁγίας Τριάδος σὺν τοῖς μυστηρίοις τῆς οἰκονομίας τῆς προσκυνητῆς, τῆς ὑπὲρ ἡμῶν, καὶ τότε ἑνοῦται ὁλοτελῶς τῇ γνώσει τῆς ἐλπίδος τῶν μελλόντων.

Κατανόησόν μοι λοιπὸν ἐξ αὐτῶν τῶν πραγμάτων, ὧν σοὶ ἔγραψα, τὰ σά. Εἰ ἠδύνατο ἡ ψυχή, ἡνίκα ἦν ἐγκεκλεισμένη ἐν τῇ χώρᾳ τῶν παθῶν, ἀγαπῆσαι τὸν Θεὸν ἐν ἀληθείᾳ, οὐ πολλὴν χρείαν εἶχε τοῦ ἐρωτῆσαι καὶ μαθεῖν τὰ μυστήρια τοῦ κόσμου τοῦ πνεύματος. Ἀλλὰ δῆλον, ὅτι οὐκ ὠφελοῦσιν αἱ μαθήσεις καὶ ἡ γνῶσις ἐν τοῖς πάθεσιν, οὔτε δὲ ἰκανούσιν ἀνοῖξαι τὴν θύραν τὴν ἀποκεκλεισμένην τῆς καθαρότητος κατὰ πρόσωπον. Ἐὰν δὲ ληφθῶσι τὰ πάθη ἀπὸ τῆς ψυχῆς, φωτίζεται ὁ νοῦς καὶ συνίσταται ἐν τῷ τόπῳ τῷ καθαρῷ τῆς φύσεως, καὶ οὐ χρῄζει ἐρωτήσεως ὅτι τηλαυγῶς θεωρεῖ τὰ ἀγαθὰ τὰ εὑρισκόμενα ἐν τόπῳ αὐτοῦ.

Καθάπερ γὰρ αἱ αἰσθήσεις ἡμῶν αἱ ἔξω οὐκ ἐκ μαθήσεως καὶ ἐρωτήσεως αἰσθάνονται τῶν φύσεων καὶ τῶν πραγμάτων τῶν συγγινομένων ἐν αὐταῖς, ἀλλ’ ἑκάστη τῶν αἰσθήσεων φυσικῶς, καὶ οὐ μετὰ ἐρωτήσεως αἰσθάνεται τοῦ πράγματος τοῦ ἀπαντῶντος αὐτῇ οὐ γὰρ ἐστὶ διδαχὴ μεσιτεύουσα μεταξὺ τῶν αἰσθητικῶν καὶ τῶν αἰσθητῶν τῷ τυφλῷ ὁπόσον ἂν λέγηται αὐτῷ περὶ τῆς δόξης τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τοῦ χοροῦ τῶν ἀστέρων καὶ τῆς λαμπηδόνας τῶν λίθων τῶν τιμίων, ἐν ὀνομασία μόνον δέχεται καὶ κρίνει καὶ νοεῖ τὴν ὡραιότητα, ἦν ἔχουσιν, ἡ δὲ γνῶσις αὐτοῦ καὶ ἡ διάκρισις ἀπέχουσιν ἀπὸ τῆς ἡδονῆς τῆς ὁράσεως αὐτῶν οὕτω τὸν ὅμοιον τρόπον νοεῖ μοι καὶ περὶ τῆς θεωρίας τοῦ πνεύματος. Ὁ νοῦς γὰρ ὁ θεωρητικὸς τῶν κρυπτῶν μυστηρίων τοῦ πνεύματος ἐὰν ἡ ἐν τῇ ὑγείᾳ τῆς φύσεως αὐτοῦ, θεωρεῖ ἀρτίως τὴν δόξαν τοῦ Χριστοῦ, καὶ οὐκ ἐρωτᾷ καὶ μανθάνει, ἀλλὰ τρυφᾷ ἐν τῇ ἡδονῇ τῶν μυστηρίων τοῦ κόσμου τοῦ καινοῦ ὑπεράνω τῆς ἐλευθερίας τοῦ θελήματος, κατὰ τὴν θερμότητα τῆς πίστεως καὶ τῆς ἐλπίδος τῆς εἰς τὸν Χριστόν, καθὼς ἔγραψεν ὁ μακάριος Παῦλος «ὃ βλέπομεν, τὶ καὶ ἐλπίζομεν; Δι’ ὑπομονῆς ἀπεκδεχόμεθα».

Ὀφείλομεν λοιπὸν ἀπεκδέχεσθαι καὶ ἐμμένειν μυστικῶς καὶ μετὰ ἁπλότητος πρὸς τὸν ἔσω ἡμῶν ἄνθρωπον, ὅπου οὐκ ἐστὶν ἐκτυπώματα τῶν λογισμῶν, οὐδὲ θεωρία τῶν συνθέτων. Διότι, ὥσπερ ὁ νοῦς βλέπει, οὕτω δέχεται τὰ παραδείγματα. Ὅταν γὰρ βλέπῃ πρὸς τὸν κόσμον κατὰ τὴν παραλλαγὴν τῶν σχημάτων, ἐν οἷς ἂν μετεωρίζηται, κατὰ τοσοῦτον δέχεται ἐξ αὐτῶν ὁ νοῦς τύπους καὶ ὁμοιώματα. Καὶ ταῦτα πρὸς τὸ μέτρον τοῦ πλήθους αὐτῶν καὶ πρὸς τὴν διαφορὰν τῆς ἀλλοιώσεως αὐτῶν κινοῦσιν ἐν αὐτῷ λογισμούς. Καὶ ὅταν κινηθῶσιν οἱ λογισμοί, σφραγίζουσι τὸν νοῦν. Ἐὰν δὲ εἰς τὸν ἔσω ἄνθρωπον ὁ νοῦς ἀποβλέπῃ, ὅπου οὐκ ἔστι τὶ χρήσασθαι δυνατὸν ἐν τῇ ἀλλοιώσει τῶν σχημάτων, οὐδ’ σύνθετος τῶν συνθέτων διαιρεῖται ἐν τῇ ἀλλοιώσει τῶν τύπων, ἀλλ’ ὅλων ἐξ ὅλου Χριστός, δῆλον ὅτι τὴν ἁπλῆν θεωρίαν δέχεται ὁ νοῦς, ἧς χωρὶς οὐδὲν τι ἕτερον εὐωδιάζει τὸν φάρυγγα τῆς ψυχῆς καὶ κτήσασθαι αὐτὴν παῤῥησίαν ἐν τῇ ὥρᾳ τῆς προσευχῆς ποιεῖν πέφυκε διότι αὐτῇ ἐστὶν ἡ τροφὴ τῆς φύσεως τῆς ψυχῆς. Καὶ ἡνίκα στῇ ὁ νοῦς ἐν τῇ χώρᾳ τῆς ἐπιγνώσεως τῆς ἀληθείας, οὐ χρῄζει τῆς ἐρωτήσεως.

Ὥσπερ γὰρ ὁ σωματικὸς ὀφθαλμὸς οὐκ ἐρωτᾷ, εἶτα βλέπει τὸν ἥλιον, οὕτως οὐδὲ ὁ τῆς ψυχῆς ὀφθαλμὸς ἐξετάζει πρῶτον, καὶ μετὰ τοῦτο θεωρεῖ τὴν γνῶσιν τοῦ πνεύματος. Οὕτω καὶ ἡ θεωρία ἡ μυστική, ἦν ἐπιθυμεῖς, ᾧ ἅγιε, μετὰ τὴν τῆς ψυχῆς ὑγείαν ἀποκαλύπτεται τῷ νοΐ. Ἐκείνη δὲ ἡ μετὰ ἐξετάσεως καὶ ἀνακρίσεως μαθεῖν τοιαῦτα μυστήρια θέλουσα ἀφροσύνη ψυχῆς ἐστί. Καὶ γὰρ ὁ μακάριος Παῦλος οὐκ ἐν μαθήσει ἢ ἐν τρόπῳ ὑλικῷ εἶπεν, ὅτι εἶδε καὶ ἤκουσε μυστήρια καὶ ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, ἀλλ’ ἁρπαγὴ ἡρπάγη εἰς τὴν χώραν τὴν πνευματικὴν καὶ ἐθεάσατο τὴν ἀποκάλυψιν τῶν μυστηρίων.

Λοιπὸν καὶ σύ, ᾧ ἅγιε, ἐὰν ἀγαπᾷς τὴν καθαρότητα, κόψον ἐκ πάντων τὴν ἀγάπην τὴν ἐκκεχυμένην πρὸς πάντας εἰσελθὼν ἔργασαι ἐν τῇ ἀμπέλῳ τῆς καρδίας σου, ἔκτιλλον ἐκ τῆς ψυχῆς σου τὰ πάθη, ἔργασαι μὴ γνῶναι κακίαν ἀνθρώπου. Ἡ καθαρότης βλέπει τὸν Θεόν, οὐκ ἐξ αἰτήσεως ἀνατέλλει καὶ ἀνθεῖ ἐν τῇ ψυχή, ἀλλ’ ἐκ τοῦ μὴ γινώσκειν κακίαν ἀνθρώπου τινός. Ἐὰν δὲ θέλῃς, ἵνα γένηται ἡ καρδία σου τόπος μυστηρίων τοῦ καινοῦ κόσμου, πρῶτον μὲν πλούτησον ἐν ἔργοις σωματικοῖς, νηστεία, ἀγρυπνία, λειτουργία, ἀσκήσει, ὑπομονῇ, καθαιρέσει τῶν λογισμῶν καὶ τοῖς λοιποῖς. Δέσμευσον τὸν νοῦν σου ἐν τῇ ἀναγνώσει τῶν Γραφῶν καὶ τῇ μελέτῃ τῇ ἐν αὐταῖς, γράψον τὰς ἐντολὰς κατέναντι τῶν ὀφθαλμῶν σου, καὶ ἀπόδος τὸ χρέος τῶν παθῶν, ἡνίκα ἡττᾶσαι καὶ ἧττάς. Καἰ ἐν τῇ διηνεκεῖ ὁμιλία τῆς εὐχῆς καὶ τῆς λιτῆς καὶ τῇ μελέτῃ τῇ ἐν αὐταῖς ἔκτιλλον ἐκ τῆς καρδίας σοῦ πᾶσαν εἰκόνα καὶ πᾶν ὁμοίωμα, ὅπερ προληπτικῶς προελήφθης.

Ἔθισον τὸν νοῦν σου ἀεὶ ἐν τοῖς μυστηρίοις τῆς οἰκονομίας τοῦ Σωτῆρος μελετᾶν, καὶ ἄφες τὴν αἴτησιν τῆς γνώσεως καὶ τῆς θεωρίας, ἅπερ ὑπερβάλλει τὴν διήγησιν τῶν λόγων, εἰς τὸν τόπον καὶ τὸν καιρὸν αὐτῶν, καὶ ἀκολούθησον τῇ ἐργασίᾳ τῶν ἐντολῶν καὶ τοῖς ἔργοις τοῖς ὑπὲρ τῆς καθαρότητος, καὶ αἴτει σεαυτῷ παρὰ Κυρίου ἐν τῇ προσευχῇ λύπην πυρὸς πεπυρωμένην ἐν πᾶσιν (ἦν καὶ ταῖς καρδίαις τῶν Ἀποστόλων καὶ τῶν μαρτύρων ἐνέθηκε καὶ τῶν πατέρων), ἵνα στάξῃ ἐν τῇ καρδίᾳ σου καὶ ἀξιωθῇς τῆς πολιτείας τῆς διανοίας. Ἡ ἀρχὴ καὶ τὸ μέσον καὶ τὸ τέλος τῆς πολιτείας ταύτης ταῦτα ἐστὶν ἡ ἐκκοπῇ πάντων τῇ ἑνώσει τῇ ἐν Χριστῷ. Ἐὰν δὲ ἐπιθυμῇς τῆς θεωρίας τῶν μυστηρίων, ἐν ἔργοις ἔργασαι τὰς ἐντολὰς ἐν σεαυτῷ, καὶ μὴ ἐν τῇ καταδιώξει τῆς γνώσεως αὐτῶν. Ἡ θεωρία ἡ πνευματικῇ ἐν τῇ χώρᾳ τῆς καθαρότητος ἐνεργεῖ ἐντὸς ἡμῶν. Καὶ σὺ ζήτησον πρῶτον μαθεῖν, πῶς εἰσέρχῃ εἰς τὴν χώραν τῶν μυστηρίων τοῦ πνεύματος, καὶ οὕτως ἄρξαι.

Πρῶτον τῶν μυστηρίων καλεῖται ἡ καθαρότης, ἡ συνισταμένη ἐκ τῆς ἐνεργείας τῶν ἐντολῶν, θεωρία δὲ ἐστὶν ἡ θεωρία ἡ πνευματικὴ τοῦ νοός, τὸ ἐκπλήττεσθαι καὶ κατανοεῖν ἐν πᾶσιν οἷς ἐγένοντο καὶ γεννήσονται. Θεωρία ἐστὶν ἡ ὅρασις τοῦ νοός, ἐκπλήττεσθαι ἐπὶ τῇ οἰκονομίᾳ τοῦ Θεοῦ τῇ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, καὶ κατανοεῖν τὰς δόξας αὐτοῦ καὶ τὰ δυσχερῆ τοῦ καινοῦ κόσμου, ἐν οἷς συντρίβεται ἡ καρδία καὶ ἀνακαινίζεται καὶ καθ’ ὁμοιότητα τῶν ἐν Χριστῷ νηπίων ἐν γάλακτι χωρὶς κακίας, καὶ ἐθίζεται ἐν τοῖς μυστηρίοις τοῦ πνεύματος καὶ ἐν ταῖς ἀποκαλύψεσι τῆς γνώσεως, ἐπαιρόμενος ἀπὸ γνώσεως εἰς γνῶσιν καὶ ἀπὸ θεωρίας εἰς θεωρίαν καὶ ἀπὸ κατανοήσεως εἰς κατανόησιν καὶ μανθάνει καὶ κραταιοῦται μυστικῶς, ἕως ἂν ὑψωθῇ ἐν τῇ ἀγάπῃ καὶ ἑνωθῇ ἐν τῇ ἐλπίδι καὶ ἐνδομυχήση ἐν αὐτῷ ἡ χαρὰ καὶ ὑψωθῇ ἐν τῷ Θεῷ καὶ στεφανωθῇ τῇ δόξῃ τῇ φυσικῇ τῆς ἑαυτοῦ δημιουργίας, ἐν ᾗ ἐκτίσθη. Ἐν ταύταις ταῖς νομαῖς τοῦ πνεύματος ἀνέρχεται ὁ νοῦς ἐν ταῖς ἀποκαλύψεσι τῆς γνώσεως καὶ πίπτει καὶ ἐγείρεται, καὶ νικᾷ καὶ ἡττᾶται, καὶ τηγανίζεται ἐν τῇ καμίνῳ τοῦ κελλίου καὶ οὕτω καθαίρεται, καὶ γίνεται ἔλεος καὶ πρακτικῶς ἀξιοῦται τῆς θεωρίας τῆς ἁγίας Τριάδος, ἧς ἐν ἐπιθυμία ὑπάρχει, θεωρίαι γὰρ τῶν φύσεων, ἐν αἷς ὁ νοῦς ὑψοῦται καὶ ἐνεργεῖ καὶ γυμνάζεται, τρεῖς εἰσὶ δύο τῶν φύσεων τῶν κτιστῶν, τῶν λογικῶν καὶ ἀλόγων, καὶ πνευματικῶν καὶ σωματικῶν, καὶ ἡ ἄλλη τῆς ἁγίας Τριάδος. Πρῶτον μὲν οὖν εἰς πᾶν κτίσμα ἐλθόν, εἰς τὴν κτίσιν γίνεται ἡ θεωρία, καὶ διέρχεται δι’ αὐτῆς ὁ νοῦς ἐν τῇ ἀποκαλύψει τῆς γνώσεως. Τοῖς δὲ μὴ ὑποπίπτειν τῇ αἰσθήσει πεφυκόσι, θεωρία γίνεται ἐν αὐτοῖς νοητή. Καὶ ὁ νοῦς ἔχει θεωρίαν τοῦ θεωρεῖν ἑαυτόν, ἐν ᾗ οἱ ἔξω φιλόσοφοι μετεωρίσαντο τὴν διάνοιαν ἑαυτῶν ἐν τῇ φαντασίᾳ τῶν κτισμάτων.

Ἡ θεωρία οὖν τῶν υἱῶν τοῦ μυστηρίου τῆς πίστεως μετὰ τῆς πίστεως συγκεκολλημένη ἐστὶ καὶ ἐν τῷ λειμῶνι τῶν Γραφῶν ποιμαίνεται, ἥτις συνάγει τὸν νοῦν ἀπὸ παντὸς μετεωρισμοῦ ἐξωτέρου καὶ δεσμεύει αὐτὸν ἐν τῇ ἑνώσει τοῦ Χριστοῦ, καθ’ ὁμοιότητα Βασιλείου καὶ Γρηγορίου, καὶ εἰς τοὺς μυστικοὺς λόγους τοὺς τεθέντας ἐν τῇ Γραφῇ γεύεται ἡ θεωρία αὐτοῦ. Καὶ οἱ μὴ καταλαμβανόμενοι ὑπὸ τῆς γνώσεως λόγοι, δεκτοὶ διὰ τῆς πίστεως ὑφ’ ἡμῶν γίνονται, καὶ ἐν τῇ θεωρίᾳ δεχόμεθα γνῶσιν ὑπὲρ αὐτῶν, ἥτις γίνεται ἐν ἡμῖν μετὰ τὴν κάθαρσιν. Καὶ διὰ τὰ μυστήρια τοῦ πνεύματος τὰ ὑπὲρ τὴν γνῶσιν, ὧν αἱ αἰσθήσεις τοῦ σώματος οὐκ αἰσθάνονται, οὐδὲ τὸ λογικὸν τοῦ νοός, ἔδωκεν ἡμῖν ὁ Θεὸς πίστιν, ἐν ἡ γινώσκομεν μόνον, ὅτι εἶσί, καἰ ἐξ αὐτῆς τῆς πίστεως γεννᾶται ἡμῖν ἡ ἐλπὶς ὑπὲρ αὐτῶν. Ἐν τῇ πίστει ἐξομολογούμεθα, ὅτι ὁ Θεὸς Κύριος καὶ δεσπότης καὶ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων ἐστί, καὶ ἐν τῇ γνώσει διακρίνομεν, ὅτι δέον ἡμᾶς φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ νοῆσαι τοῦτο, ὅτι τὰς ἐντολὰς τὰς παλαιᾶς ὁ φόβος φυλάττει, καθὼς εἶπεν αὐτὸς τὰς δὲ ζωοποιοὺς ἐντολὰς τοῦ Χριστοῦ ἡ ἀγάπη φυλάττει, καθὼς εἶπεν «ἐγὼ τετήρηκα τὰς ἐντολὰς τοῦ Πατρὸς μου καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ».

Δῆλον οὖν, ὅτι οὐκ ἐν φόβῳ φυλάττει ὁ υἱὸς τὰς τοῦ πατρὸς αὐτοῦ ἐντολάς, ἀλλ’ ἐξ ἀγάπης. Καὶ διὰ τοῦτο παραγγέλλει ἡμῖν, ἵνα καὶ ἡμεῖς ἐξ ἀγάπης τηρήσωμεν τὰς ἐντολάς, καθὼς λέγει «ἐὰν ἀγαπᾶτε με, τὰς ἐντολὰς μου τηρήσετε, καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν». Παρουσίαν τοῦ Παρακλήτου καλεῖ τὰ χαρίσματα τῆς ἀποκαλύψεως τῶν μυστηρίων τοῦ πνεύματος, ὡς εἶναι ἐν τῇ ὑποδοχὴ τοῦ Πνεύματος, ἦν οἱ Ἀπόστολοι ἐδέξαντο, τὴν τελείωσιν τῆς γνώσεως τῆς πνευματικῆς. Καὶ τὸν Παράκλητον ὁ Κύριος καθωμολόγησε καὶ ὑπέσχετο ἐρωτήσας τὸν Πατέρα ἑαυτοῦ δοῦναι αὐτοῖς, ὅπως διαμένῃ μὲτ’ αὐτῶν εἰς τοὺς αἰῶνας μετὰ τὴν ἐργασίαν τῶν ἐντολῶν καὶ τὴν κάθαρσιν.

Ὁρᾷς, ὅτι ἐκ τῆς φυλακῆς τῶν ἐντολῶν ἀξιοῦται ὁ νοῦς τῆς χάριτος τῆς θεωρίας τῆς μυστικῆς καὶ τῆς ἀποκαλύψεως τῆς γνώσεως τοῦ πνεύματος, οὐχ ὡς ἡ σοφία σου ὑπενόησεν, ὅτι τὸ ἔργον τῆς φυλακῆς τῶν ἐντολῶν ἀναχαιτισμὸς τῆς θεωρίας τῶν θείων μυστηρίων, τῶν ἐν τῇ ἡσυχίᾳ τελειουμένων ἐστί; Παρακαλῶ οὖν σε, ἐὰν αἰσθηθής ἐν τῇ ψυχὴ σοῦ, ὅτι ἔφθασας τὴν χώραν τῆς ἀγάπης, τήρησον τὰς ἐντολὰς τῆς νέας, διὰ τὸν πόθον τοῦ τεθεικότος αὐτάς, ἀλλὰ μὴ διὰ τὸν φόβον. Καθὼς καὶ ὁ μακάριος Παῦλος ἡνίκα ἐπυροῦτο ἐν τῇ ἀγάπῃ τῇ θείᾳ, εἶπε «τὶς χωρίσει με ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις ἢ φυλακὴ ἢ διωγμός;» καὶ τὰ ἑξῆς. Καὶ πάλιν προστίθησι «πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα δύνανταί με χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν». Καὶ ἵνα μὴ νομισθῇ, ὅτι τὸν μισθὸν τὸν πολὺν ἢ τὴν τιμὴν ἢ τὴν δόσιν τὴν ὑπερβάλλουσαν τῶν πνευματικῶν ἐπιθυμεῖ, καθὼς ἡ σῇ ἁγιωσύνῃ ἐπιθυμεῖ, εἶπεν «ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ἵνα οἱ ἀλλότριοι οἰκειωθῶσιν αὐτῷ».

Καὶ ἵνα γνῷς ὅτι οὐ τὴν θεωρίαν τὴν μυστικὴν καὶ ἀναχωρητικήν ἦν καταδιώκων καθ’ ὁμοιότητα τῆς σῆς πατροσύνης, ἀλλ’ ἐκείνην ἐπιθυμεῖ, ἧς πολλάκις τίνες διὰ τῆς χάριτος ἠξιώθησαν, ἄκουσον τι φησὶν ἐν ἄλλῳ τόπῳ «ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ καὶ τῶν ἀνθρώπων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον κἂν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω τὴν πίστιν, ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν εἰμί». Ὅτι ἡ θύρα ἡ νόμιμη ἡ εἰσφέρουσα εἰς ταῦτα, ἡ ἀγάπη ἐστίν. Ἐὰν κτησώμεθα ἀγάπην, αὕτη εἰσφέρει ἡμᾶς εἰς ταῦτα. Ἐὰν δὲ ἐν χάριτι ἀξιωθῶμεν τούτων χωρὶς ἀγάπης, πάντως ποτὲ γενήσεται ἡμῖν ἀποκτήσασθαι αὐτά. Ἡ κτῆσις γὰρ καὶ ὁ φρουρὸς τῶν ὑψηλότερων ἁγίων καὶ τῆς θείας πολιτείας ἡ ἀγάπη ἐστίν. Εὐθέως γὰρ ἡνίκα ἀποκτήσηται ὁ μοναχὸς τὴν ἀγάπην, ἡ καρδία ἀποκτᾶται τὴν εἰρήνην (αὕτη δὲ ἐστὶ τὸ σκήνωμα τοῦ Θεοῦ) καὶ ἀποκλείεται αὐτῷ ἡ θύρα τῆς χάριτος, ἐν ᾗ ὁ Κύριος ἡμῶν εἰσελεύσεται καὶ ἐξελεύσεται, καθὼς εἶπεν ὅτι «ἐγὼ εἰμὶ ἡ θύρα τῆς ζωῆς καὶ ἐν ἐμοὶ ὁ ἄνθρωπος εἰσελεύσεται ζῆσαι καὶ νομὴν εὑρήσει» εἰς ἀναστροφὴν τῆς ἑαυτοῦ ζωῆς τῆς πνευματικῆς. Ἔνθα μήτε ὑπὸ κακίας μὴθ’ ὑπὸ πλάνης ἀναχαιτίζεται, ἀλλ’ ἐν πάσαις ταῖς ἀναβάσεσι τῶν ἀποκαλύψεων τῆς γνώσεως καὶ τῶν θεωριῶν τῶν μυστικῶν εἰσάγει αὐτὸν καὶ ἐξάγει ἡ θεῖα ἀγάπη κατὰ τοὺς ἐλευθέρους τοῦ Χριστοῦ.

Καὶ ἵνα γνῷς τὴν ἀλήθειαν τούτων, ὡς ἐν ἀληθείᾳ ἡ πνευματικῇ ζωὴ τοῦ νοὸς θεωρία θεῖα ἐστίν, ἄκουσον τοῦ μεγάλου Παύλου. Αὐτὸς γὰρ βοᾷ, ὅτι οὐκ εὐδοκῶ ἐν αὐτῇ χωρὶς τῆς ἀγάπης, καὶ ἐὰν εἰς τὴν πύλην τὴν νομίμην τῆς ἀγάπης οὐκ εἰσελεύσωμαι, ἤτοι πρὸς θεωρίαν, οὐδὲ ἐπιθυμίᾳ ἐπιθυμήσω τὴν ἀγάπην, καὶ ἂν δοθῇ μοι κατὰ χάριν, ἡνίκα οὐκ ἐκτησάμην τὴν ἀγάπην, οὐ ζητῶ αὐτὴν ἐπεὶ οὐκ εἰσῆλθαν πρὸς αὐτὴν διὰ τῆς θύρας τῆς φυσικῆς, ἥτις ἐστὶν ἡ ἀγάπη.

Δεῖ οὖν πρῶτον κτήσασθαι ἀγάπην, ἥτις ἐστὶν θεωρία ἡ προτέρα τῆς ἁγίας Τριάδος, καὶ μετὰ ταῦτα χωρὶς δόσεως ἔσται μοι φυσικῶς ἡ τῶν πνευματικῶν θεωρία. Κατανόησάν μοι τὴν σοφίαν τοῦ μακαρίου Παύλου, ὅπως κατέλιπε πάντα τὰ χαρίσματα τὰ μεταδιδόμενα ὑπὸ τῆς χάριτος καὶ ᾐτήσατο τὴν ὑπόστασιν αὐτὴν τῶν πραγμάτων, ἥτις ὑποδέχεται τὰ χαρίσματα καὶ φυλάττει αὐτά, καθὼς τὶς λέγει τὸ χάρισμα τῆς θεωρίας τῶν κτισμάτων καὶ τῷ Μωσεί ἐδόθη, καὶ πολλοὶ αὐτῆς ἠξιώθησαν, ὅμως οὐκ ἐν βεβαιώσει, ἂλλ’ ἐν ἀποκαλύψει. Ἐγὼ δὲ ὁ βαπτισθεὶς ἐν τῷ Πνεύματι τῷ ἁγίῳ καὶ πεπληρωμένος χάριτος ὑπάρχων θέλω δέξασθαι αἴσθησιν ἐντὸς μοὺ τοῦ ἐνοικοῦντος ἐν ἐμοὶ Χριστοῦ. Ὁ Χριστὸς γὰρ ἐποίησε τὸν ἀνακαινισμόν τῆς φύσεως ἡμῶν ἐν τῇ ἑαυτοῦ ὑποστάσει, καὶ ἐνεδυσάμεθα αὐτὸν ἐξ ὕδατος καὶ Πνεύματος, καὶ ἐν μυστηρίῳ ἀῤῥήτων ἥνωσεν ἡμᾶς ἑαυτῷ, καὶ ἐποίησεν ἡμᾶς μέλη τοῦ ἑαυτοῦ σώματος ἀλλ’ ἐνταῦθα μὲν ἐν ἀῤῥαβῶνι, ἐν δὲ τῷ καινῷ κόσμῳ φυσικῶς μεταδιδοῖ τῆς ζωῆς τοῖς λοιποῖς μέλεσι. Λοιπὸν τὶ θέλεις καὶ ζητεῖς τὴν θεωρίαν πρὸ τῆς ἀγάπης, ὅποτέ Παῦλος ὁ θεῖος ἀδόκιμον αὐτὴν ἐποίησεν ἐκτὸς ἀγάπης;

Ἐκεῖνο γὰρ ὃ εἶπας, ὅτι ἡ ἐργασία τῶν ἐντολῶν ἀναχαιτίζει με τῆς θεωρίας, δῆλον ὅτι ἔψεξας τὴν τοῦ πλησίον ἀγάπην καὶ προέκρινας τὴν θεωρίαν καὶ ἐπιθυμεῖς ἰδεῖν αὐτήν, ἔνθα οὐ θεωρεῖται, ἕως ὅτε ἡμεῖς οὐ δυνάμεθα ἰδεῖν τὴν θεωρίαν, ᾧ σοφώτατε, ἂλλ’ ἡ θεωρία αὐτῇ δεικνύει ἡμῖν ἑαυτὴν ἐν τῷ ἑαυτῆς τόπῳ. Καθάπερ ἐν τῇ αὐξήσει τῆς ἡλικίας τῆς φύσεως δέχεται ἡ ψυχὴ τὴν διαφορὰν τῆς γνώσεως καὶ αἰσθάνεται τῶν τοῦ κόσμου καὶ γυμνάζεται ἐν αὐτοῖς ἡμέραν καθ’ ἡμέραν, οὕτω καὶ ἐν τοῖς τοῦ πνεύματος δέχεται τὶς τὴν θεωρίαν τὴν πνευματικὴν καὶ τὴν θείαν αἴσθησιν, καὶ γυμνάζεται ἐν αὐτοῖς, καθ’ ὅσον αὐξάνει ὁ νοῦς ἐν τῇ πολιτείᾳ τῆς διανοίας, καὶ προκύπτει ἐπὶ τὸ ἔμπροσθεν. Ἐὰν δὲ φθάσῃ τὴν χώραν τῆς ἀγάπης θεωρεῖ τὰ πνευματικὰ εἰς τὸν τόπον αὐτῶν, ἅτινα καθ’ ὅσον ἂν τὶς βιάσηται καταβιβάσαι πρὸς αὐτόν, οὐ πείθονται. Ἐὰν δὲ φαντασθῇ τολμηρῶς καὶ θεώρηση καὶ κατανοήσῃ ἐν αὐτοῖς ἐν οὐ καιρῷ, ἀμβλυωπεῖ εὐθὺς ἡ ὅρασις αὐτοῦ, καὶ φαντασίαι καὶ τύποι ἀντὶ τῶν ἀληθινῶν θεωροῦνται αὐτῷ.

Ταῦτα ἄρτίως ἡνίκα ἂν λάβῃς ἐν τῷ νοῖ σου τῷ διακριτικῷ, μὴ ζήτησης τὴν θεωρίαν ἐν οὗ καιρῷ. Ἐὰν δὲ καὶ νῦν δοκῇ σοι ὁρᾶσθαι τὴν θεωρίαν, σκιὰ ἐστὶ τῆς φαντασίας, καὶ οὐ θεωρία ἡ θεωρία. Ὅτι παντὶ νοητῷ γίνεται ὁμοίωμα καὶ τύπος φαντασίας καὶ πάλιν γίνεται ἐν αὐτῷ καὶ θεωρία ἀληθινή. Ἰδοὺ γὰρ καὶ ταῖς φύσεσι ταῖς συνθέτοις γίνεται φαντασία, καὶ ἐστὶν ὅτε ἔχουσι καὶ θεωρίαν ἀληθινήν. Ἐὰν δὲ ἡ θεωρία ἀληθής, τὸ φῶς εὑρίσκεται κἀκεῖνο τὸ θεωρούμενον πλησίον τῆς ἀληθείας θεωρεῖται. Ὅταν δὲ γένηται ἐξ ἐναντίας τούτων, σκιὰν ἀντὶ τῆς ἀληθείας θεωρεῖ ὁ ὀφθαλμός, ὅτε θεωρεῖ ὕδωρ, ὅπου οὐκ ἐστὶν ὕδωρ, καὶ οἰκοδομὰς ἐπηρμένας καὶ κρεμαμένας ἐν τῷ ἀέρι, καὶ εἰσὶν ἐν τῇ γῇ κείμεναι. Ἐν τῇ τοιαύτῃ δηλώσει τῶν σωματικῶν, τὸ αὐτὸ νοεῖ μοι καὶ ἐπὶ τῶν νοητῶν.

Ἐὰν μὴ καθαρισθῇ ἡ ὅρασις τοῦ νοὸς ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν καὶ ἐν ταῖς πράξει τῶν πολιτειῶν τῆς ἡσυχίας, καὶ κτήσηται τὸ φῶς τῆς ἀγάπης ἐν τελειότητι καὶ αὐξηθῇ ἐν τῇ ἡλικίᾳ τῆς καινότητος τοῦ Χριστοῦ καὶ ἐν τῇ διαφορᾷ τῆς γνώσεως πλησίον γένηται τῶν πνευματικῶν φύσεων ἐν τῇ τάξει, ἐν ᾗ ζητεῖ τὴν ἀγγελικὴν πολιτείαν τοῦ Πνεύματος, οὐ δύναται θεωρητικὸς ἀληθινὸς γενέσθαι τῆς θείας θεωρίας. Καὶ ὅσα ὁμοιώματα τίνα νομίζει ὁ νοῦς ὑπὲρ αὐτῶν ποιεῖσθαι, φαντασία λέγεται καὶ οὐκ ἀλήθεια. Καὶ τοῦτο, τὸ θεωρεῖν ἄλλο τὶ ἀντ’ ἄλλου τὸν νοῦν, ἐκ τοῦ μὴ καθαρεύειν συμβαίνει αὐτόν. Ἡ φύσις γὰρ τῆς ἀληθείας ἀναλλοίωτος μένει ἀεί, μὴ ἀλλοιουμένη ποτὲ εἰς ὁμοιώματα. Ἡ αἰτία τῆς φαντασίας τῶν εἰκόνων, ἡ ἀσθένεια καὶ οὐχ ἡ καθαρότης ἐστὶ τοῦ νοός.

Τοῦτο συνέβη καὶ τοῖς ἔξω φιλοσόφοις, ἐπειδὴ ταῦτα ἐνόμισαν εἶναι τὰ πνευματικά, περὶ ὧν διδαχὴν ἀληθινὴν ἐκ τοῦ Θεοῦ οὐκ ἐδέξαντο. Ἐκ γὰρ τοῦ σφιγμοῦ καὶ τῆς κινήσεως τοῦ λογιστικοῦ αὐτῶν καὶ ἐκ τῶν ἐννοιῶν τῶν λογισμῶν αὐτῷ ἔδοξαν τῇ οἰήσει αὐτῶν, ὅτι εἰσὶ τί. Καὶ μετὰ τούτου, καὶ πῶς εἰσὶ διελογίσαντο, ἵνα ἡ εὕρεσις τῆς γενέσεως αὐτῶν καὶ ἡ ἀλλοίωσις τῆς ἀφομοιώσεως αὐτῶν αὐτοῖς γένωνται τὰ ἀμφότερα. Καὶ διελάλησαν περὶ αὐτῶν ἐν οἰήσει τῇ μὴ καθηκούσῃ καὶ τὸν ἕνα Θεὸν εἰς πολυθεΐαν κατεμερίσαντο καὶ ἐλάλησαν καὶ συνέθεντο ἐν τῇ ἀδολεσχίᾳ τῶν λογισμῶν αὐτῶν. Καὶ ταύτην τὴν φαντασίαν τῆς παραφρονήσεως τῶν λογισμῶν αὐτῶν θεωρίαν ἐκάλουν τῶν φύσεων.

Θεωρία οὖν ἡ ἀληθινὴ τῶν φύσεων τῶν αἰσθητῶν καὶ ἀναίσθητων καὶ αὐτῆς τῆς ἁγίας Τριάδος, ἐν τῇ τοῦ Χριστοῦ ἀποκαλύψει προσγίνεται, ἦν ἐδίδαξε καὶ ἔδειξε τοῖς ἀνθρώποις, ἡνίκα ἐν πρώτοις ἐποίησεν ἀνακαινισμόν ἐν τῇ ἑαυτοῦ ὑποστάσει τῇ φύσει τῇ ἀνθρωπίνῃ, καὶ κατέτριψεν ἡμῖν ὁδὸν ἐν ἑαυτῷ τοῦ διαβῆναι ἐν ταῖς ζωοποιαῖς αὐτοῦ ἐντολαῖς πρὸς τὴν ἀλήθειαν. Καὶ τότε ἱκανὴ ἡ φύσις γενέσθαι θεωρητικὴ τῆς ἀληθινῆς θεωρίας, ἀλλὰ μὴ τῆς φανταστικῆς, ὁπόταν ὁ ἄνθρωπος ἐν πρώτοις ἐν τῇ ὑπομονῇ τῶν παθῶν καὶ τῇ ἐργασίᾳ καὶ τῇ θλίψει ἀποδύσηται τὸν παλαιὸν ἄνθρωπον τῶν παθῶν, καθὼς σποδύεται τὸ βρέφος τὸ εὐθυγενές τὸ τῆς μήτρας ἔνδυμα. Τότε ἱκανὸς ὁ νοῦς γεννηθῆναι πνευματικῶς καὶ ὀραθῆναι ἐν τῷ κόσμῳ τοῦ πνεύματος καὶ δέξασθαι θεωρίαν τῆς πατρίδος αὐτοῦ.

Ἡ θεωρία οὖν ἀρτίως τῶν ποιημάτων, εἰ καὶ γλυκεῖα ἐστίν, ἀλλὰ σκιὰ ἐστὶ τῆς γνώσεως, καὶ οὐκ ἐστὶν ἡ γλυκύτης αὐτῆς ἀφωρισμένη ἐκ τῆς τῶν ὀνείρων φαντασίας, θεωρία οὖν τοῦ καινοῦ κόσμου ἐν τῷ πνεύματι ἀποκαλύψεως, ἐν ᾗ κατατρυφᾷ ὁ νοῦς πνευματικῶς, τῆς χάριτος ἐστὶν ἐνέργεια, ἀλλ’ οὐ σκιὰ τῆς γνώσεως. Καὶ οὐκ ἐστὶν ἡ ἡδύτης αὐτῆς ἀφωρισμένη ἐκείνης, ἧς ἔγραψεν ὁ Ἀπόστολος, «ἃ ὀφθαλμός, λέγων, οὐκ εἶδε, καὶ οὓς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», τοῖς ἁγίοις δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. «Αὐτὸ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ». Καὶ αὕτη ἡ θεωρία γίνεται τροφὴ τῷ νοΐ, ἕως ἂν ἰσχύσῃ δέξασθαι θεωρίαν ὑψηλοτέραν τῆς πρώτης θεωρίας. Διότι ἡ θεωρία τῇ θεωρίᾳ μεταδίδωσι, μέχρις ἂν εἰσαχθείη εἰς τὴν χώραν ὁ νοῦς τῆς τελείας ἀγάπης. Ἡ ἀγάπη γὰρ τόπος ἐστὶ τῶν πνευματικῶν καὶ ἐν τῇ καθαρότητι τῆς ψυχῆς αὐλίζεται, καὶ ὅτε σταθῇ ὁ νοῦς ἐν τῇ χώρᾳ τῆς ἀγάπης, ἐνεργεῖ ἡ χάρις καὶ δέεται ὁ νοῦς τὴν θεωρίαν τοῦ Πνεύματος καὶ γίνεται θεωρητικὸς τῶν κρυπτῶν.

Εἶπον γάρ, ὅτι ἐκ δύο δίδοται τὸ χάρισμα τῶν ἀποκαλύψεων τῆς θεωρίας τοῦ νοός. Ἔστι γὰρ ὅτε διὰ τῆς χάριτος ἐκ τῆς θερμότητος τῆς πίστεως δίδοται, ἐστὶ δ’ ὅτε ἐκ τῆς τῶν ἐντολῶν ἐργασίας καὶ τῆς καθαρότητος. Ἐκ τῆς χάριτος μέν, καθὼς πρὸς τοὺς μακαρίους Ἀποστόλους, οὐκ ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν τὸν νοῦν καθηραμένους καὶ τῆς ἀποκαλύψεως τῆς θεωρίας ἀξιωθέντας, ἀλλ’ ἐκ τῆς θέρμης τῆς πίστεως διότι ἐπίστευσαν εἰς τὸν Χριστὸν ἐν ἁπλότητι καὶ ἠκολούθησαν αὐτῷ ἐν καρδίᾳ διαπύρῳ ἀδιστάκτως. Καὶ ὅτε ἐτελείωσε τὴν οἰκονομίαν αὐτοῦ τὴν προσκυνητήν, ἀπέστειλεν αὐτοῖς τὸ Παράκλητον Πνεῦμα καὶ ἐκάθηρε καὶ ἐτελείωσε τὸν νοῦν αὐτῶν καὶ ἐνεργητικῶς ἐνέκρωσεν ἐντὸς αὐτῶν τὸν παλαιὸν ἄνθρωπον τῶν παθῶν, καὶ ἐνεργητικῶς ἐζωοποίησεν ἐν αὐτοῖς τὸν καινὸν τοῦ Πνεύματος ἄνθρωπον καὶ ἐδέξαντο τὴν αἴσθησιν τῶν ἀμφοτέρων αὐτῶν.

Οὕτω καὶ ὁ μακάριος Παῦλος ἀνεκαινίσθη μυστικῶς, καὶ οὕτως ἐδέξατο τὴν θεωρίαν τῆς ἀποκαλύψεως τῶν μυστηρίων, καὶ σὺν τούτοις οὖν ἦν πεποιθὼς εἰς αὐτήν. Ἐνεργητικῶς ἐδέξατο τὴν χάριν καὶ δωρεάν, ἀλλ’ ὅλον τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἐποίει τὸν δρόμον, ἵνα ἀνταποδώσῃ κατὰ τὸν δυνατὸν τῇ χάριτι, ἧς ἠξιώθη, ἐξ ὅτου συνωμίλησεν αὐτῷ ἐν τῇ ὁδῷ, ὡς οἰκείῳ, καὶ ἀπέστειλεν αὐτὸν εἰς Δαμασκόν. Οὐκ ἐγράφη, ὅτι ὡμίλησεν αὐτῷ φανερῶς ὁ Ἰησοῦς, ἀλλ’ ὡς καὶ ὁ Ἀνανίας γράφει, ὅτι εἶπεν αὐτῷ· «Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ὀφθεὶς σοι ἐν τῇ ὁδῷ, ἀπέστειλε με πρὸς σε, ὅπως ἀναβλέψωσιν οἱ ὀφθαλμοὶ σου καὶ πληρωθῇς Πνεύματος ἁγίου». Καὶ ὅτε ἐβάπτισεν αὐτόν, ἐνεπλήσθη Πνεύματος ἁγίου καὶ ᾐσθήθη τῶν μυστηρίων τῶν ἀποκαλύψεων τῶν ἀποκρύφων, καθὼς ἐνηργήθη καὶ τοῖς ἁγίοις Ἀποστόλοις ἡνίκα σὺν αὐτοῖς ἀνεστρέφετο ὁ Ἰησοῦς εἶπεν «ὅτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· Ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖνο ὁδηγήσει ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν καὶ τὰ μέλλοντα ἀναγγελεῖ ὑμῖν».

Καὶ ὁ μακάριος Παῦλος δηλονότι ἡνίκα ἐδέξατο τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀνεκαινίσθη ἐν αὐτῷ, ἠξιώθη τῶν μυστηρίων τῆς ἀποκαλύψεως καὶ ἐν τῷ Πνεύματι τῶν ἀποκαλύψεων ἐθεώρει καὶ ἐτρύφα ἐν τῇ θεωρίᾳ, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, καὶ ἐθεώρει θεωρίαν ὑψηλοτέραν τῆς φύσεως, καὶ ἀπήλαυσεν ἐν ταῖς θεωρίαις τῶν οὐρανίων δυνάμεων, καὶ τῶν πνευματικῶν πραγμάτων ἦν κατατρυφῶν. Καὶ τοῦτο μὴ γένοιτο, ὡς καταφρονοῦσιν οἱ αἱρετικοὶ οἱ λεγόμενοι Εὐκτίται, ὅτι τὴν ἄνοδον ἐκείνην ἀνῆλθε θελήσει αὐτοῦ (οὐδὲ ὅλως δύναται ὁ νοῦς ἀνελθεῖν ἐκεῖσε), ἀλλ’ ἁρπαγῇ ἡρπάγη ἐν τῷ Πνεύματι τῶν ἀποκαλύψεων, καθὼς γέγραφεν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ἐξ ἐναντίας τῶν ματαίων ἀνθρώπων, οἵτινες ἀφωμοίουν ἑαυτοὺς τοῖς ἁγίοις Ἀποστόλοις καὶ ὡμολόγουν τὰς φαντασίας τῶν λογισμῶν αὐτῶν καὶ ἐκάλουν αὐτὰς πνευματικὰς θεωρίας. Τοῦτο πρὸς αἱρετικοὺς πολλοὺς εὑρέθη, λέγω δὴ τοῦ Ὠριγένους ἐγγύς, καὶ τοῦ Οὐαλεντίνου, καὶ τοῦ υἱοῦ τοῦ Δισσάν, καὶ τοῦ Μαρκίωνος, καὶ τοῦ Μάνεντος, καὶ τῶν λοιπῶν παλαιῶν αἱρεσιαρχῶν τῶν κακῶν αἱρέσεων, τῶν ἀπὸ τῶν καιρῶν τῶν Ἀποστόλων ἀρξαμένων καὶ ἕως τῆς σήμερον εὑρισκομένων ἐν τόποις τόποις.

Λοιπὸν διότι τίνες ἐν τῇ φαντασίᾳ τῶν δαιμόνων ἐφθαρμένοι ἄνθρωποι ἠθέλησαν φθεῖραι τὴν διδαχὴν τῶν μακαρίων Ἀποστόλων, ἠναγκάσθη ὁ θεῖος Ἀπόστολος καταλῦσαι τὸ καύχημα τῶν αἱρετικῶν, τῶν καυχωμένων ἐν τῇ σκιᾷ τῆς ἐργασίας τῶν δαιμόνων τῶν φαινομένων αὐτοῖς, ἡνίκα διηγεῖται τὴν θείαν θεωρίαν τὴν ἑαυτοῦ ἐν ταπεινώσει καὶ φόβῳ πολλῷ, εἰς πρόσωπον ἄλλου ἀναφέρων αὐτήν. «Εἶδον, γὰρ φησίν, ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐκτὸς τοῦ σώματος, εἴτε ἐν σώματι, οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ἁρπαγέντα εἰς τὸν παράδεισον καὶ ἀκούσαντα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι».

Ἁρπαγῇ οὖν ἡρπάγη, λέγει, καὶ οὐχ ὅτι ἑκουσίως ἀνῆλθεν ἐν τῷ νοΐ αὐτοῦ ἐν τῇ θεωρίᾳ εἰς τὸν τρίτον οὐρανόν. Ἀλλ’ ὅτι εἶδε θεωρίας ἔγραψε καὶ ὅτι ἤκουσε ῥήματα εἶπε, τίνες δὲ εἰσὶν οἱ λόγοι ἢ οἱ τύποι τῶν θεωριῶν, οὐκ ἠδυνήθη γράψαι. Ὁ γὰρ νοῦς ἡνίκα ἐν τῷ Πνεύματι τῆς ἀποκαλύψεως εἶδεν αὐτὰ ἐν τῷ ἑαυτῷ τόπῳ, οὐκ ἐδέξατο παράθεσιν λαλῆσαι αὐτὰ ἐν τῷ τόπῳ τῷ μὴ ἰδίῳ αὐτῶν. Οὔτε δὲ εἰ ἠθέλησε λαλῆσαι αὐτὰ ἠδυνήθη. Διότι οὐκ ἐν ταῖς σωματικαῖς αἰσθήσεσιν εἶδεν αὐτά. Ὅπερ γὰρ δέχεται ὁ νοῦς ἐν ταῖς αἰσθήσεσι τοῦ σώματος, δύναται πάλιν καὶ ἐν αὐταῖς ἑρμηνεῦσαι ἐν τῇ χώρᾳ τῶν σωμάτων, ὅπερ δὲ ἐντὸς ἑαυτοῦ ἐν τῇ χώρᾳ τοῦ πνεύματος αἰσθητικῶς θεωρεῖ ἢ ἀκούει ἢ αἰσθάνεται, ἡνίκα στρέφεται πρὸς τὸ σῶμα, οὐχ ἱκανοὶ διηγήσασθαι μνημονεύει δὲ μόνον ὅτι εἶδεν αὐτά, πῶς δέ, οὐ τρανῶς γινώσκει διηγήσασθαι.

Καὶ ἐκ τούτου ἐλέγχονται αἱ γραφαὶ αἱ ψευδεῖς, αἱ καλούμεναι ἀποκαλύψεις, αἱ ἐκτιθεῖσαι ὑπὸ τῶν αἱρεσιαρχῶν τῶν ἐφθαρμένων αἱρέσεων ἐν τῇ φαντασίᾳ τῶν δαιμόνων περὶ τῶν μονῶν τοῦ στερεώματος, ἐν αἷς ἄγουσι τὸν νοῦν εἰς τὸ μαθεῖν ἑκουσίως καὶ περὶ τῶν εἰσόδων τῶν εἰς τὸν οὐρανὸν τοῦ νοὸς καὶ περὶ τῶν τόπων τῶν ἀφωρισμένων τῇ κρίσει, καὶ περὶ τῶν πολυτρόπων τύπων τῶν δυνάμεων, καὶ περὶ τῆς ἐνεργείας αὐτῶν, ἅπερ πάντα σκιὰ τοῦ νοὸς τοῦ μεμεθυσμένου ἐν τῇ οἰήσει καὶ παραπεπληγμένου ἐν τῇ ἐργασίᾳ τῶν δαιμόνων. Διὰ τοῦτο ὁ μακάριος Παῦλος ἑνὶ λόγῳ ἀπέκλεισε τὴν θύραν εἰς τὸ πρόσωπον τῆς ἁπάσης θεωρίας καὶ εἰσήνεγκε τὸν ἀποκλεισμὸν αὐτῆς ἐντὸς τῆς σιωπῆς. Ἔνθα οὐδὲ εἰ ἠδυνήθη ὁ νοῦς δεῖξαι αὐτά, παράθεσιν ἐδέξατο ἄν. Εἶπε γὰρ πάσας τὰς θεωρίας, ἃς ἱκανοὶ ἐν τῇ χώρᾳ δεῖξαι τῶν σωμάτων ἡ γλῶσσα, φαντασίαι εἰσὶ τῶν λογισμῶν τῆς ψυχῆς, ἀλλ’ οὐκ ἐνέργεια χάριτος.

Λοιπὸν ἡ ὁσιότης σου, ὡς μνημονεύουσα τούτων, παρατήρησαί μοι τὰς φαντασίας τῶν λογισμῶν τῶν βαθέων. Πρὸς μοναχοὺς γὰρ ἔχοντας ἀγχίνοιαν καὶ ἐξετάζοντας τὰς κενοδοξίας καὶ ἐπιθυμοῦντας τὰς καινουργίας, τοὺς ἐν προσώπῳ διάγοντας, μάλιστα ὁ πόλεμος οὗτος γίνεσθαι πέφυκε.

Μαλπάς γὰρ τις ὀνόματι ἐξ Ἐδέσσης ἕλκων τὸ γένος, ἐν καιρῷ τινὶ ἦν εὑρηκὼς τὴν αἵρεσιν τῶν Εὐκτιτῶν ἐν πολιτεία μεγάλη διάγων καὶ ἔργοις βιαιοτέροις ἐγκαρτερῶν καὶ ἐν θλίψεσι. Λέγεται γὰρ ὅτι μαθητὴς ὧν τοῦ μακαρίου Ἰουλιανοῦ, τοῦ καλουμένου Σαβᾶ, ἐν καιρῷ ὀλίγῳ ἀπῆλθε μετ’ αὐτοῦ εἰς τὸ Σίναιον καὶ εἰς Αἴγυπτον καὶ εἶδε τοὺς μεγάλους πατέρας τοὺς ἐν ἐκείνῳ τῷ καιρῷ, εἶδε τὸν μακάριον Ἀντώνιον καὶ ἤκουσεν ἐξ αὐτοῦ μυστικοὺς λόγους, οὓς περὶ καθαρότητος ἐλάλει καὶ σωτηρίας ψυχῶν, καὶ ἤκουσεν ἐρωτήσεις λεπτὰς περὶ τῶν παθῶν, δι’ ὧν ἡρμήνευεν, ὅτι ἔχει ὁ νοῦς θεωρίας περὶ τῶν μυστηρίων τοῦ Πνεύματος μετὰ τὴν ἑαυτοῦ κάθαρσιν καὶ ὅτι ἡ ψυχὴ δύναται διὰ τῆς χάριτος ἀξιωθῆναι τῆς ἀπαθείας, ὅταν ἀποδόσηται τῇ ἐργασίᾳ τῶν ἐντολῶν τὰ πάθη τὰ παλαιὰ καὶ σταθῇ ἐν τῇ ὑγιείᾳ τῆς φύσεως ἑαυτῆς τῆς πρώτης.

Καὶ ὅτε ἤκουσε τοὺς λόγους τούτους ὁ Μαλπάς ἐν τῇ ἀκμῇ τῆς νεότητος αὐτοῦ, ἐθερμάνθη καθάπερ πῦρ, καὶ ἦλθεν εἷς τὴν ἑαυτοῦ πόλιν, ἡνίκα ἐπυρώθη ἐν αὐτῷ τὸ πάθος τῆς φιλοδοξίας καὶ ἐξελέξατο ἑαυτῷ σκήνωμα ἀναχωρητικὸν καὶ ἀφώρισεν ἑαυτὸν εἰς ἔργα καὶ θλίψεις σκληρὰς καὶ εἰς ἀδιαλείπτους εὐχάς. Καὶ ὅτε ἐξεκαύθη ἐν αὐτῷ τὸ πάθος τῆς δοξομανίας, ὅπερ ἦν ἐλπὶς αὐτῷ φθάσαι τὰ ὑψηλά, ἅπερ ἦν ἀκούσας, ἡνίκα οὐκ ἔμαθε τὴν τέχνην τὴν ἐναντιουμένην τοῖς ἐχθροῖς τῆς ἀληθείας καὶ οὐκ ἐνόησε τὰς ἐνέδρας καὶ τοὺς δόλους καὶ τὰς μηχανὰς τοῦ ἀντιπάλου, ἐν αἷς κλέπτει τοὺς ἰσχυροὺς καὶ τοὺς κραταιοὺς εἰς ἀπώλειαν, ἐθάῤῥησε δὲ μόνον ἐπὶ τὰ ἔργα καὶ τὰς θλίψεις καὶ τὴν ἀκτημοσύνην καὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν, μὴ τὴν ἑαυτοῦ κτησάμενος ἐξουδένωσιν καὶ τὴν ταπείνωσιν καὶ τὸν συντριμμὸν τῆς καρδίας (ἅπερ εἰσὶν ὅπλον ἀήττητον πρὸς τὰ ἐναντιώματα τοῦ πονηροῦ), μήτε δὲ μνημονεύσας τῆς Γραφῆς τῆς λεγούσης, ὅταν πληρώσητε τὰ ἔργα καὶ φυλάξητε τὰς ἐντολάς, καὶ ὑπομείνητε τὰς θλίψεις, λογίσασθαι ἑαυτοὺς «δούλους ἀχρείους», ἀλλ’ ἐν τῇ οἰήσει τῇ ὑψηλῇ, τῇ ὑπὲρ ἑαυτοῦ, τῇ ἐκ τῆς ἐργασίας τῶν πολιτειῶν αὐτοῦ γινομένη, ἦν πυρούμενος καὶ κατακαιόμενος τῇ ἐπιθυμίᾳ τῶν ὑψηλῶν ὧν ἤκουσε.

Καὶ μετὰ καιρὸν πολὺν ἡνίκα εἶδεν αὐτὸν ὁ διάβολος κενὸν ἐκ τῆς ἐργασίας τῆς ταπεινώσεως καὶ μόνον ἐπιθυμοῦντα τῆς θεωρίας αἰσθηθήναι τῶν μυστηρίων, ὧν ἤκουσεν, ἔδειξεν αὐτῷ ἑαυτὸν ἐν φωτὶ ἀπείρῳ λέγοντα αὐτῷ, ἐγὼ εἰμὶ ὁ Παράκλητος καὶ ἐπέμφθην παρὰ τοῦ Πατρὸς πρὸς σε, ὅπως ἀξιώσω σε ἰδεῖν τὴν θεωρίαν, ἦν ἐπιθυμεῖς χάριν τῶν ἔργων σου, καὶ δοῦναι σοι τὴν ἀπάθειαν καὶ τῶν ἔργων ἀνέσαι σε τοῦ λοιποῦ. Ἀντὶ δὲ τούτων ὁ κακομήχανος ᾐτήσατο προσκύνησιν τὸν δείλαιον ἐκεῖνον. Ἐκεῖνος δὲ ὁ μωρός, διὰ τὸ μὴ αἰσθηθήναι αὐτὸν τοῦ πολέμου τοῦ πονηροῦ, εὐθέως μετὰ χαρᾶς ἐδέξατο αὐτὸν καὶ προσεκύνησεν αὐτῷ, καὶ παραχρῆμα ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἐγένετο. Καὶ ἀντὶ τῆς θείας θεωρίας ἐπλήρωσεν αὐτὸν φαντασίας δαιμόνων καὶ ἐποίησεν αὐτὸν ἀργῆσαι ἐκ τῶν πράξεων τῶν ὑπὲρ τῆς ἀληθείας καὶ ὕψωσεν αὐτὸν καὶ ἐχλεύασεν ἐν τῇ ἐλπίδι τῇ κενὴ τῆς ἀπαθείας, λέγων αὐτῷ, νῦν οὐ χρήζεις τῶν ἔργων καὶ τῶν κολαφισμάτων τοῦ σώματος καὶ τοῦ ἀγῶνος τοῦ ἀντικειμένου τοῖς πάθεσι καὶ ταῖς ἐπιθυμίαις, καὶ ἐποίησεν αὐτὸν αἱρεσιάρχην τῶν Εὐκτιτῶν. Ὅτε δὲ ἐπληρώθησαν καὶ ἐφανερώθη ἡ διδαχὴ ἡ βέβηλος καὶ νόθος, ἐδιώχθησαν παρὰ τοῦ κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπισκόπου.

Πάλιν δὲ ἄλλος τις, ὀνόματι Ἀσινάς, ἐν αὐτῇ τῇ Ἐδέση ποιήσας πολλὰ τριλέξια ψαλλόμενα ἕως τὴν σήμερον, ἐν πολιτείᾳ μεγάλῃ διῆγε, καὶ ἐν ἔργοις σκληροτέροις ἀκρίτως ἐδέσμησεν ἑαυτόν, ἕως οὐ δοξασθῇ. Τοῦτον ἐπλάνησεν ὁ διάβολος καὶ ἐξήνεγκεν αὐτὸν ἐκ τοῦ κελλίου αὐτοῦ καὶ ἔστησεν ἐπάνω ὄρους καλουμένου Στορίου καὶ συνέθετο καὶ ἔδειξεν αὐτῷ σχήματα τῶν ἁρμάτων καὶ τῶν ἱππέων καὶ εἶπεν αὐτῷ ὁ Θεὸς ἔπεμψε με λαβεῖν σε εἰς τὸν παράδεισον κατὰ τὸν Ἡλίαν. Καὶ ὡς ἠπατήθη ἐν τῇ νηπιοφροσύνη αὐτοῦ καὶ ἀνῆλθε καθίσαι ἐπὶ τὸ ἅρμα, κατελύθη ἐκείνη πᾶσα ἡ φαντασία καὶ κατῆλθεν ἀπὸ ὕψους πολλοῦ, καὶ ἔπεσεν ἐκεῖθεν ἐπὶ τὴν γῆν, καὶ ἀπέθανεν θάνατον γέλωτος.

Ταῦτα εἶπον ἐνταῦθα οὐ ματαίως, ἀλλ’ ἵνα μάθωμεν τὸν ἐμπαιγμὸν τῶν δαιμόνων, τῶν διψώντων τὴν ἀπώλειαν τῶν ἁγίων, καὶ μὴ ἐπιθυμήσωμεν ἐν οὗ καιρῷ τὰ ὑψηλὰ τῶν πολιτειῶν τῆς διανοίας, ἵνα μὴ καταγελασθῶμεν ὑπὸ τοῦ πονηροῦ καὶ ἀντιπάλου ἡμῶν. Διότι ὁρῶ καὶ σήμερον, ὅτι νεώτεροι, οἱ πλήρεις παθῶν, βαττολογοῦσι καὶ δογματίζουσι περὶ τῶν μυστηρίων τῆς ἀπαθείας ἀφόβως.

Ἐγράφη τινὶ τῶν ἁγίων, ἐξ ἀνθρώπων πεπληρωμένων παθῶν, ἐξεταζόντων περὶ λόγων τῶν σωματικῶν καὶ ἀσωμάτων, οἱ οὐκ ἦσαν ἀφωρισμένοι ἀπὸ τῶν νοσερῶν τῶν δογματιζόντων περὶ ὑγιείας. Ὁ μακάριος Παῦλος ἡνίκα ᾐσθήθη περὶ τῶν μαθητῶν τῶν καταφρονησάντων μὲν τὰς ἐντολὰς καὶ τὰ πάθη μὴ νικησάντων, τὴν δὲ μακαριότητα τῶν μυστηρίων τῆς θεωρίας τῆς μετὰ τὴν κάθαρσιν ἐπιθυμούντων, εἶπεν αὐτοῖς - πρῶτον ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον τῶν παθῶν, καὶ τότε ἐπιθυμήσατε ἐνδύσασθαι τὸν καινόν, τὸν ἀνακαινούμενον ἐν ἐπιγνώσει τῶν μυστηρίων, καθ’ ὁμοιότητα τοῦ ποιητοῦ καὶ μὴ ἐπιθυμήσητε ἐκείνην τὴν ἐμὴν τῶν Ἀποστόλων, τὴν ἐνεργητικῶς διὰ τῆς χάριτος γενομένην διότι «ὁ Θεὸς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει». Τὶς γὰρ κατὰ πρόσωπον αὐτοῦ στήσεται, ἢ ἐξ ἐναντίας τοῦ θελήματος αὐτοῦ; Ἔστι γὰρ ὅτε, ποτὲ μὲν δωρεὰν παρέχει ὁ Θεός, ποτὲ δὲ τὰ ἔργα καὶ τὴν κάθαρσιν ζητεῖ, καὶ οὕτω χαρίζεται ἐστὶ δ’ ὅτε οὐδὲ μετὰ τὰ ἔργα καὶ τὴν κάθαρσιν παρέχει ὧδε, ἀλλὰ φυλάττει, ἵνα δῷ αὐτὴν εἰς τὸν τόπον αὐτῆς.

Τοῦτο δὲ εὑρίσκομεν ὅτι ποιεῖ καὶ ἐν τῇ ἐλάττονι ταύτης, τῇ τῶν ἁμαρτιῶν φημὶ συγχωρήσει. Ἰδοὺ γὰρ τὸ βάπτισμα δωρεὰν συγχωρεῖ καὶ οὐ ζητεῖ ὅλως τι, ἀλλ’ ἢ πίστιν ἐν τῇ μετανοίᾳ δὲ τῶν ἁμαρτιῶν τῇ μετὰ τὸ βάπτισμα, οὐ δωρεάν, ἀλλὰ ζητεῖ κόπους καὶ θλίψεις καὶ λύπας τῆς κατανύξεως καὶ δάκρυα καὶ κλαυθμὸν καιροῦ πολλοῦ, καὶ οὕτω συγχωρεῖ. Τῷ λῃστῇ γὰρ δωρεὰν συνεχώρησεν, ἐν μόνη τῇ ἐν λόγῳ ἐξομολογήσει ἐν τῷ σταυρῷ, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο. Καὶ παρὰ τῆς ἁμαρτωλοῦ πάλιν πίστιν καὶ δάκρυα ἐζήτησεν. Ἐκ τῶν μαρτύρων δὲ καὶ ὁμολογητῶν, μετὰ τῆς πίστεως τῆς καρδίας αὐτῶν ἐζήτει καὶ τὰς θλίψεις, τὰς βασάνους, τὸν κτενισμόν, τὰς τιμωρίας, τοὺς θανάτους τοὺς πολυτρόπους.

Πεπεισμένη οὖν ἡ σῇ ἁγιωσύνῃ ἐν τούτοις καὶ τοῖς τοιούτοις, ὅρα ἐν τοῖς πρώτοις καὶ τοῖς ἐσχάτοις, καὶ μὴ ζήτησης τὴν θεωρίαν ἐν οὐ καιρῷ θεωρίας. Καὶ ἐν ὅσῳ ἐν τῷ τόπῳ τοῦ σώματος κεκλεισμένος εἰ, γίνου σπουδαῖος τοῖς ἔργοις τῆς μετανοίας καὶ παλαιστὴς πρὸς τὰ πάθη καὶ ὑπομονητικὸς ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν, καὶ παραφυλάξαι ἐκ τοῦ ἐμπαιγμοῦ τῶν δαιμόνων καὶ τῶν κηρυττόντων τὴν τελειότητα ἄτρεπτον ἐν τῷ κόσμῳ τῷ ἐμπαθεῖ καὶ ἐκκλινομένω. Καὶ ταῦτα μηδὲ τῶν ἀγγέλων τῶν ἁγίων, τῶν λειτουργῶν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὄντων, οἱ τίνες ἐκδέχονται τὸν ἀνακαινισμόν τῆς μεσότητος, τοῦ ἐλευθερωθῆναι τῆς δουλείας τῆς φθορᾶς ἐν τῇ ἐλευθερίᾳ τῶν τέκνων τοῦ Θεοῦ. Τελειότης γὰρ ἐνταῦθα ἐστίν, ἔνθα ἥλιος ἀνατέλλων τε καὶ δυνῶν ἐστὶν ἐν μέσῳ τῶν νεφελῶν, ἐν καιρῷ εὐδίᾳ, καὶ ἐν καιρῷ αὐχμός. Καὶ ποτὲ μὲν χαρά, ποτὲ δὲ κατήφεια. Καὶ ὅπερ ἐναντίον τούτων, μέρος ἐστὶ τῶν λύκων, καθὼς τὶς τῶν ἁγίων ἔφη.

Ὁ δὲ Θεὸς στηρίζοι τὴν βάσιν τῆς πολιτείας ἡμῶν ἐν τῇ βεβαιώσει τῇ ἀληθινῇ καὶ τῇ διδαχῇ αὐτὸν τῇ ἁγίᾳ, ᾧ πρέπει ἡ δόξα, τὸ κράτος, καὶ ἡ μεγαλοπρέπεια νῦν τε καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: -
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Γ — Σταλεῖσα πρὸς τινὰ ἀγαπητὸν αὐτοῦ διδάσκει δὲ ἐν αὐτῇ τὰ περὶ τῶν μυστηρίων τῆς ἡσυχίας καὶ πῶς πολλοὶ διὰ τὸ μὴ γινώσκειν αὐτὰ ἀμελοῦσιν εἰς τὴν ἐργασίαν ἀυτὴν τὴν θαυμαστὴν καὶ ὅτι οἱ πλεῖστοι ἐκράτησαν τὸ κάθισμα τῶν κελλίων ἐκ διδαχῆς, τῆς πορευομένης μεταξὺ τῶν μοναχῶν, μετὰ συντόμου συναγωγῆς τῆς ὀφειλομένης τῇ διηγήσει τῆς ἡσυχίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος