Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Πρὸς ἄπιστον πατέρα, Λόγος Δεύτερος
Προηγούμενο: Πρὸς τὸν αὐτὸν Θεόδωρον — Λόγος Δεύτερος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Πρὸς τοὺς Πολεμοῦντας τοῖς ἐπὶ τὸ Μονάζειν Ἐνάγουσιν

α’. Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβαροί τινες και ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδεσθέντες, ᾧ τὸν νεὼν ἔγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφοράν, ἀφ’ ἧς ὀψὲ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι’ ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς· ὡς δὲ οὐδὲν ἤνυον, γράμματα πέμψαντες ὡς βασιλέα τὸν αὐτῶν, ἐν οἷς ἀποστάτην καὶ νεωτεροποιὸν καὶ φιλοπόλεμον τὴν πόλιν ἐκάλουν ἐκείνην, ἔπεισαν ἐπιτρέψαι κωλῦσαι σφισὶ τὴν οἰκοδομήν. Καὶ λαβόντες ταύτην παρ’ ἐκείνου τὴν ἐξουσίαν, καὶ μετὰ πολλῶν αὐτοῖς ἐπιθέμενοι τῶν ἱππέων, διέκοψάν τε τὸ ἔργον τέως, καὶ ἐφρόνουν ἐπὶ τῇ νίκῃ μέγα, ἐφ’ ἧς κατακόπτεσθαι ἔδει, καὶ πέρας αὐτοῖς ἔχειν ᾤοντο τὴν ἐπιβουλήν. Τόδε ἦν ἆρα προοίμιον καὶ ἀρχὴ τῶν αὐτίκα δὴ μάλα αὐτοὺς καταληψομένων κακῶν. Τὸ τε γὰρ ἔργον ἠνύετο, καὶ λαμπρὸν ἀπελάμβανε τέλος· ἐκεῖνοί τε ἐμάνθανον, καὶ δι’ ἐκείνων ἅπαντες, ὅτι οὐκ ἄρα ἄνθρωπος ἐπολέμουν, οὔτε Μιθριδάτης τότε, οὐδὲ ἄλλος οὐδείς, ὃς ἂν ἀνθρώποις ἕληται πολεμεῖν ἀγαθὸν τι προαιρουμένοις ποιεῖν, ἀλλ’ αὐτῷ πρὸ ἐκείνων τῷ δι’ ἐκείνων τιμωμένῳ Θεῷ. Τὸν δὲ Θεῷ πολεμοῦντα οὐκ ἔνι ποτὲ εἰς χρηστὸν καταστρέψαι τέλος· ἀλλ’ ὁ τοιοῦτος ἐν ἀρχῇ μὲν τῆς τόλμης οὐδὲν ἴσως πείσεται δεινόν, ἂν δ’ ἄρα μὴ πάθοι, τοῦ Θεοῦ καλοῦντος αὐτὸν εἰς μετάνοιαν, καὶ διδόντος ὥσπερ ἐκ τινος μέθης ἀνενεγκεῖν· ἂν δὲ ἐπιμενῃ τῇ παροινίᾳ, μηδὲν ἀπὸ τῆς τοσαύτης ἀνεξικακίας κερδαίνων, ἑτέρους γοῦν ὀνήσει τὰ μέγιστα, διὰ τῆς εἰς αὐτὸν τιμωρίας παιδεύων μηδέποτε τῆς πρὸς τὸν Θεὸν ἅπτεσθαι μάχης, ὡς οὐκ ἐνὸν τὴν ἀήττητον ἐκείνην χεῖρα διαφυγεῖν. Τοιαῦται γοῦν εὐθέως αὐτοὺς κατελάμβανον συμφοραί, ὡς ἀποκρύψαι τῷ μεγέθει τῆς τραγῳδίας πάσας τὰς ἄλλας συμφοράς. Μετὰ γὰρ τοὺς φόνους καὶ τὰς μυριὰς σφαγὰς ἃς αἱ τῶν κωλυομένων Ἰουδαίων εἰς αὐτοὺς εἰργάσαντο χεῖρες, ἐβρέχετο μὲν τῷ τῶν ἀνηρημένων αἵματι διὰ πολλοῦ τοῦ βάθους ἡ γῆ, καὶ πολὺς ἀπὸ τούτου τοῦ αἵματος ἐγίνετο πηλός· τῶν δὲ σωμάτων τῶν τὲ ἱππείων τῶν τε ἀνθρωπίνων ὁμοῦ πεφυρμένων, ἐκ τούτων καὶ τῶν ἐν τούτοις προστριβομένων ὠτειλῶν τοσοῦτον σκωλήκων ἐτίκτετο πλῆθος, ὡς τὴν μὲν γῆν τῷ πλήθει κρύπτεσθαι τῶν νεκρῶν, τούτους δὲ αὐτοὺς πάλιν τῷ τῶν σκωλήκων. Εἶπεν ἂν τις, ἐκεῖνο τὸ πεδίον ἰδών, οὐ σώματα κάτωθεν ὑποκεῖσθαι νεκρῶν, ἀλλὰ πηγὰς εἶναι πολλάς, καὶ πολλαχόθεν ἐκεῖνο φερούσας τῶν ζώων τὸ γένος· οὕτω πάσης ἐπιῤῥοπῆς σφοδρότερον ἀπὸ τῆς σηπεδόνος ἐκείνης ἀνέβλυζεν ἡ τῶν σκωλήκων φορά. Τοῦτο δὲ οὐκ ἐπὶ δέκα καὶ εἴκοσιν ἡμέραις ἐγίνετο μόνον, ἀλλ’ ἐπὶ πολλῷ τῷ χρόνῳ. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ διαδεξόμενα αὐτούς, πολλῷ τούτων ἐστὶ χαλεπώτερα. Οὐ γὰρ εἰς χίλια ἔτη, οὐδὲ εἰς μύρια μόνο, οὐδὲ εἰς δὶς τοσαῦτα, καὶ τρίς, ἀλλ’ εἰς ἀπείρους αἰῶνας ψυχωθέντα τὰ σώματα, τότε δέχεται τὰς βασάνους καὶ τὰς ἀῤῥήτους ἀλγηδόνας ἐκείνας. Καὶ ταῦτα ἀμφότερα οἶδε μὲν ὁ μακάριος Ἡσαΐας, οἶδε δὲ ὁ τῶν παραδόξων ὄψεων θεωρὸς Ἰεζεκιήλ, οἳ καὶ τῶν ἀνθρώπων τούτων διανειμάμενοι τὴν κόλασιν, ὁ μὲν τὴν ἐνταῦθα, ὁ δὲ τὴν ἐκεῖ διηγήσατο.

β’. Ἐγὼ δὲ αὐτῶν οὐχ ἁπλῶς ἐμνημόνευσα νῦν, ἀλλ’ ἐπειδὴ τις ἐλθὼν ἡμῖν ἀπήγγειλεν ἀγγελίαν πικρὰν τινὰ καὶ χαλεπήν, καὶ πολλὴν εἰς τὸν Θεὸν τὴν ὕβριν ἔχουσαν. Εἶναι γὰρ τινας ἀνθρώπους καὶ νῦν τὰ αὐτὰ τοῖς βαρβαροῖς τολμώντας ἐκείνοις, μᾶλλον δὲ καὶ παρανομωτέρα ἐκείνῳ πολλῷ· τοὺς γὰρ εἰς τὴν καθ’ ἡμᾶς φιλοσοφίαν ἄγοντας πάντοθεν ἐλαύνειν, καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἀπαγορεύειν καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν μηδένα ποτὲ ἀνθρώπων τοιοῦτον μηδέν. Ἐγὼ μὲν οὖν ἀνέκραξά τε εὐθέως ἀκούσας, καὶ τὸν εἰπόντα συνεχῶς ἀνηρώτων, εἰ μὴ παίζοι ταῦτα λέγων. Ὁ δέ, Ἄπαγε, ἔφη· μὴ γὰρ ἂν ποτε παίζοιμι ταῦτα, μηδ’ ἂν εἰπεῖν, καὶ πλάσαι τοιαῦτα τῷ λόγῳ, ἃ πολλοῦ ἂν ἐτιμησάμην, καὶ πολλάκις ηὐξάμην μηδὲ νῦν, ὅτε γέγονεν, ἐν ἀκοῇ γοῦν δέξασθαι μόνῃ. Τότε δὴ καὶ πικρότερον ἀνοιμώξας, Ὄντως ἔφην, τῶν τῷ Μιθριδάτῃ καὶ πᾶσιν ἐκείνοις τολμηθέντων τοσούτῳ ταῦτα ἀνοσιώτερα, ὅσῳ καὶ σεμνότερος πολλῷ καὶ ἁγιώτερος ὁ ναὸς οὗτος ἐκείνου. Ἀλλὰ τίνες, εἰπὲ μοι, καὶ πόθεν οἱ ταῦτα τολμήσαντες; Καὶ διὰ τί, καὶ ἐκ ποίας αἰτίας, καὶ πρὸς τὶ βλέποντες τοὺς λίθους εἰς τὸ ὕψος βάλλουσι, καὶ πρὸς τὸν οὐρανὸν ἀκοντίζουσι τὰ βέλη, καὶ τῷ τῆς εἰρήνης πολεμοῦσι Θεῷ; Σαμέας μὲν γὰρ καὶ οἱ Φαραθαῖοι καὶ οἱ ἄρχοντες Ἀσσυρίων καὶ πάντες ἐκεῖνοι βάρβαροί τε ἦσαν, ὡς καὶ ἀπ’ αὐτῶν τῶν ὀνομάτων ἔστιν ἰδεῖν, καὶ τῆς Ἰουδαϊκῆς μακρὰν ἤσκηντο πολιτείας, καὶ οὐκ ἐβούλοντο προσοικοῦντες αὐτοῖς ἀνθρώπους αὐξομένους ὁρᾷν· τὴν γὰρ δύναμιν τὴν ἐκείνων τῇ σφῶν αὐτῶν ἐξουσίᾳ λοιπὸν ἐπισκοτεῖν ᾤοντο· οὗτοι δὲ ποίας αὐτοῖς ἐλευθερίας ἐλαττουμένης, ποίας ἐκκοπτομένης ἀδείας, τινὰς τῶν κρατούντων συμπράττοντες ἔχοντες, ταῦτα ἐτόλμησαν; Ἐκεῖνοι μὲν γὰρ εἶχον τοὺς Περσῶν βασιλεῖς ταυτὰ βουλομένους αὐτοῖς· οἱ δὲ ἡμέτεροι τἀναντία τούτων, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιθυμοῦσι καὶ εὔχονται. Ὅθεν καὶ πολλῆς ἐμπέπλησμαι τῆς ἀπορίας, ὅτι τῶν βασιλέων ἐν εὐσέβειᾳ ζώντων, τοιαῦτα σὺ λέγεις ἐν μέσαις τολμᾶσθαι ταῖς πόλεσιν. Ὁ δὲ φησίν· Ἂν καὶ τὸ τούτου παραδοξότερον μάθῃς, ὅτι καὶ οἱ ταῦτα δρῶντες εὐσεβεῖς τε εἶναι βούλονται, καὶ Χριστιανοὺς καλοῦσιν αὐτούς, πολλοὶ δὲ αὐτῶν καὶ τῶν ἤδη μεμυημένων εἰσί· καὶ τις αὐτῶν δὴ τούτων πολλοῦ τοῦ διαβόλου πνεύσαντος εἰς αὐτόν, διὰ τῆς μιαρᾶς γλώσσης ἐκείνης ἐτόλμησεν εἰπεῖν, ὅτι καὶ τῆς πίστεως ἀποστήσεται, καὶ θύσεται δαίμοσιν· ἀποπνίγεσθαι γὰρ ὁρῶν ἀνθρώπους ἐλευθέρους καὶ εὐγενεῖς καὶ δυναμένους ἐν τρυφῇ ζῇν, ἐπὶ τὸν σκληρὸν τοῦτον ἀγομένους βίον. Ταῦτα ἀκούσας ἐγὼ ἐπλήγην τὲ πληγὴν χαλεπωτέραν, καὶ ὅσα ἀπὸ τούτου κακὰ στοχαζόμενος, τὴν τε οἰκουμένην ἐθρήνουν ἅπασαν, καὶ πρὸς τὸν Θεὸν ἔλεγον· ἆρον τὴν ψυχὴν μου ἀπ’ ἐμοῦ, καὶ ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με, καὶ ἀπαλλάξον τῆς ἐπικήρου ταύτης ζωῆς, καὶ πρὸς τὸν χῶρον μετάστησον ἐκεῖνον, ἔνθα τοιοῦτον οὐδὲν οὔτε ἕτερος ἐρεῖ τις, οὔτε ἀκούσομαι ἐγώ. Οἶδα μὲν γάρ, ὅτι ἀπελθόντα ἐντεῦθεν τὸ σκότος διαδέξεται τὸ ἐξώτερον, ἔνθα πολὺς ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἀλλ’ ἥδιον ἐμοὶ βρυχόντων ἀκούειν ὀδόντων, ἢ τοιαῦτα ἠχούντων ῥήματα. Ἰδὼν δὲ με πενθοῦντα ἐκεῖνος σφοδρῶς, Ἀλλ’ οὐ τούτων, φησίν, ὁ καιρὸς νῦν· οὐδὲ γὰρ δὴ τοὺς ἀπολωλότας καὶ ἀπολλυμένους τοῖς δάκρυσι τούτοις ἀνακτήσασθαι δυνήσῃ ποτέ· καὶ γὰρ οἶμαι μὴ στήσεσθαι τὸ δεινό. Χρὴ δὲ ὁρᾷν ὅπως σβέσωμεν τὴν πυράν, καὶ στήσωμεν τὸν λοιμόν, τὸ γε ἡμέτερον μέρος· καὶ εἲ γὲ τι πείθοιο, τῶν ὀδυρμῶν τούτων ἀφέμενος, ἔργασαι λόγον παραίνεσιν ἔχοντα τοῖς νοσοῦσι καὶ στασιάζουσι, πρὸς τε τὴν ἑαυτῶν, πρὸς τε τὴν κοινὴν ἁπάντων σωτηρίαν ἀνθρώπων. Καὶ τὸ βιβλίον ἐγὼ τοῦτο λαβών, ἀντ’ ἄλλου τίνος φαρμάκου ταῖς τῶν καμνόντων ἐνθήσω χερσί· καὶ γὰρ εἰσὶ μοι τῶν τὰ τοιαῦτα νοσούντων φίλοι πολλοί, καὶ ἀνέξονται ἐπελθεῖν καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ οἶδα ὅτι ταχέως ἀπαλλάξονται τοῦ λοιμοῦ. Σὺ μέν, ἔφην, πρὸς τὸ μέτρον τῆς ἀγάπης καὶ τὰ τῆς δυνάμεως τῆς ἡμετέρας μετρεῖς· ἐμοὶ δὲ οὔτε πάρεστί τις λόγων ἰσχύς, τῇ τε εἶναι δοκούσῃ χρήσασθαι εἰς ὑπόθεσιν τοιαύτην αἰσχύνομαι, ἄλλον μὲν οὐδένα τοσοῦτον, Ἕλληνας δὲ ἅπαντας, τοὺς τὲ ὄντας τοὺς τε ἐπιγινομένους, οὓς ἀεὶ τῶν δογμάτων οὐχ ἧττον ἐπὶ τῇ τοῦ βίου διασύρων ῥαθυμίᾳ, νῦν τὰ ἡμέτερα ἀναγκάζομαι διδάξαι κακά. Εἰ γὰρ αἴσθωνταί τινες ἐκείνων ὅτι παρὰ Χριστιανοῖς εἰσὶ τινες ἄνθρωποι οὕτω πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἐκπεπολεμωμένοι, ὡς μὴ μόνον τῶν ὑπὲρ ταύτης ἀφίστασθαι πόνων, ἀλλὰ μηδὲ τοὺς ὑπὲρ τούτων ἀνέχεσθαι λόγους, καὶ οὐδὲ ἐνταῦθα στῆναι τῆς μανίας ἀνέχονται, ἀλλὰ κἂν ἕτερός τις ταῦτα συμβουλεύῃ καὶ διαλέγηται, καὶ τοῦτον πάντοθεν ἐλαύνουσιν· ἂν ταῦτα αἴσθωνται, δέδοικα μὴ ποτε οὔτε ἀνθρώπους ἡμᾶς εἶναι νομίσωσιν, ἀλλὰ θηρία καὶ τέρατα ἀνθρωπόμορφα, καὶ δαίμονάς τινας ἀλάστορας, καὶ τῆς κοινῆς φύσεως ἐχθρούς, καὶ ταύτην οὐ περὶ τῶν ὑπευθύνων μόνον, ἀλλὰ καὶ περὶ παντὸς ἡμῶν τοῦ ἔθνους τὴν ψῆφον ἐνέγκωσι. Καὶ γέλασα ἐκεῖνος, Παίζεις, ἔφη, ταῦτα λέγων· ἐγὼ γὰρ νῦν τούτου σοι εὐκαιρότερον ἐρῶ, εἰ γε δέδοικας μὴ παρὰ τῶν σῶν λόγων μάθωσιν ἃ διὰ τῶν ἔργων ἔμαθον ἅπαντες πάλαι. Ὥσπερ γὰρ τινος πονηροῦ πνεύματος τὰς ἁπάντων πεπληρωκότος ψυχάς, οὕτω τὰ πάντων στόματα τούτων γέμει τῶν λόγων· κἂν εἰς ἀγορὰν ἐμβάλης, ὄψει, καὶ ἐν τοῖς ἰατρείοις, κἂν ἐν παντὶ μέρει τῆς πόλεως, ἔνθα συνεδρεύειν εἰώθασιν οἱ πράττειν οὐδὲν ἐθέλοντες, πολὺν γέλωτα παρὰ πάντων κινούμενον. Ἡ δὲ τοῦ γέλωτος τούτου καὶ τῆς κωμῳδίας ὑπόθεσις, τῶν εἰς τοὺς ἁγίους ἄνδρας εἰργασμένων ἐστὶ τὰ διηγήματα. Καθάπερ γὰρ τινες πολεμισταὶ πολλὰς ἠνυκότες μάχας, καὶ τροπαὶ στήσαντες, τὰς ἑαυτῶν ἀριστείας διηγούμενοι χαίρουσιν, οὕτω δὴ καὶ οὗτοι γάννυνται ἐπὶ τοῖς τολμήμασι τοῖς ἑαυτῶν· καὶ ἀκούσῃ τοῦ μὲν λέγοντος ὅτι, Ἐγὼ πρῶτος καὶ χεῖρας ἐπέβαλον ἐπὶ τὸν δεῖνα τὸν μοναχόν, καὶ πληγὰς ἐνέτεινα· ἑτέρου δὴ ὅτι, Τὸ καταγώγιον πρὸ τῶν ἄλλων εὗρον αὐτός· Ἀλλὰ τὸν δικαστὴν ἐγὼ μᾶλλον τῶν ἄλλων παρώξυνα, φησὶν ἕτερος· ἄλλος τὸ δεσμωτήριον καὶ τὰ ἐν τῷ δεσμωτηρίῳ δεινά, καὶ τὸ διὰ τῆς ἀγορᾶς ἑλκύσαι τοὺς ἁγίους ἐκείνους ἐν ἐγκωμίου τίθεται μέρει· καὶ ἄλλος ἄλλο. Εἶτα πάντες ἀνακαγχάζουσιν ἐπὶ τούτοις. Καὶ ταῦτα μὲν ἐν τοῖς τῶν Χριστιανῶν συνεδρίοις· οἱ δὲ Ἕλληνες καὶ τούτους γελῶσι, καὶ τοὺς ὑπ’ αὐτῶν γελωμένους· τοὺς μέν, ἐφ’ οἷς ἔδρασαν, τοὺς δὲ ἐφ’ οἷς ἔπαθον καὶ πολέμου τινὸς ἐμφυλίου τὰ πάντα ἐμπέπλησται, μᾶλλον δὲ ταῦτα ἐκείνου πολλῷ χαλεπώτερα. Ἐκεῖνον μὲν γὰρ οἱ πολεμήσαντες τὸν πόλεμον, ὅταν ποτὲ ὕστερον ἀναμνησθῶσιν αὐτοῦ, τοῖς τε κεκινηκόσιν αὐτὸν ἐπαρῶνται πολλά, καὶ δαίμονί τινι πονηρῷ τὰ ἐν αὐτῷ γενόμενα ἅπαντα ἀνατιθέασι· κἀκεῖνοι μὲν πλέον τι τῶν ἄλλων αἰσχύνονται, ὅσῳπερ ἂν ἐν αὐτῷ πλέον τι τῶν ἄλλων ἐργάσωνται· οὗτοι δὲ καὶ ἐγκαλλωπίζονται τοῖς τολμήμασι. Καὶ οὐ τοῦτο μόνο, ὅτι ἐναγέστερος οὗτος ἐκείνου ὁ πόλεμος, οὐδὲ ὅτι πρὸς ἁγίους καὶ οὐδὲν ἠδικηκότας γίνεται μόνο, ἀλλ’ ὅτι καὶ πρὸς ἀνθρώπους ποιεῖν μὲν οὐδένα εἰδότας κακῶς, πάσχειν δὲ παρεσκευασμένους μόνο.

γ’. Ἐπίσχες, ἔφην, ἐπίσχες· καὶ γὰρ καὶ τούτων ἡμῖν ἅλις τῶν διηγημάτων, εἰ γε μὴ παντελῶς με ἐκπνεῦσας δέοι· ἀλλὰ μικρὰν γοῦν τινα ἔχοντα ἰσχύν, ἀπελθεῖν ποίησον. Σὺ μὲν γὰρ πάντως ὅπερ ἐπέταξας γενήσεται· μόνον μηδὲν ἕτερον ἡμῖν προσθῇς διήγημα, ἀλλ’ ἀπελθὼν εὔχου σκεδασθῆναί μοι τῆς ἀθυμίας τὸ νέφος, καὶ λαβεῖν τινα παρὰ τοῦ πολεμουμένου Θεοῦ ῥοπὴν εἰς τὴν ἰατρείαν τῶν πολεμούντων αὐτόν· δώσει δὲ πάντως φιλάνθρωπός τε ὥν, καὶ τὸν θάνατον μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Οὕτως ἀποπέμψας ἐκεῖνον, τῶν λόγων ἡπτόμην τούτων. Καὶ γὰρ εἰ μὲν τοῦτο μόνον ἦν τὸ δεινόν, τὸ τοὺς ἁγίους τοῦ Θεοῦ καὶ θαυμαστοὺς ἄνδρας ἐκείνους ἕλκεσθαι καὶ σπαράσσεσθαι συρομένους εἰς δικαστήρια, καὶ τυπτομένους, καὶ τὰ ἄλλα πάσχοντας, ἅπερ διηγησάμην ἄρτι, μηδεμία δὲ ἀπὸ τούτων εἰς τὴν τῶν ταῦτα τολμώντων κεφαλὴν ἐτρέπετο βλάβη, τοσοῦτον ἀπέσχον ἀλγῆσαι τοῖς γινομένοις, ὅτι κἂν ἐγέλασα σφόδρα ἡδύ, καὶ δαψιλὲς ἐπ’ αὐτοῖς· ἐπεὶ καὶ τὰ παιδία τὰ μικρά, ὅταν μὲν ἀκινδύνως πλήττῃ τὰς μητέρας, πολὺν κινεῖ τὸν γέλωτα ταῖς πληττομέναις αὐταῖς, καὶ ὅσωπερ ἂν ἐκ πλείονος τοῦτο ἐργάζηται τοῦ θυμοῦ, τοσοῦτον μᾶλλον αὐταῖς ἐπιτείνει τὴν ἡδονήν, ὡς καὶ διαχεῖσθαι καὶ ἀνακλᾶσθαι τῷ γέλωτι· εἰ δὲ τῷ συνεχῶς καὶ ραγδαίως τοῦτο ποιεῖν τρωθείη ποτέ, ἢ βελόνης τῷ χιτωνίσκῳ τῆς μητρὸς πὲρ τὴν ζώνην ἐμπεπερονημένης, ἢ τῆς κερκίδος πρὸ τῶν στερνῶν τῶν μητρικῶν τὴν χεῖρα τοῦ παιδὸς δεξαμένης, τότε δή, τότε, τῶν γέλωτα ἀφεῖσα ἡ μήτηρ, μείζονι τοῦ πληγέντος περιωδυνίᾳ κατέχεται· καὶ τέως μὲν θεραπεύει τὸ τραῦμα, τοῦ λοιποῦ δὲ μετὰ σφοδρᾶς ἀπαγορεύει τῆς ἀπειλῆς τὰ τοιαῦτα μὴ ποιεῖν, ὡς μηκέτι παθεῖν τὰ αὐτά. Καὶ ἡμεῖς τοίνυν τὰ αὐτὰ ἂν ἐδράσαμεν, εἰ τὸν παιδικὸν τοῦτον ἑωρῶμεν θυμόν, καὶ τὴν τῶν νηπίων πληγήν, μὴ μέγαν αὐτοῖς τὸν ὄλεθρον φέρουσαν· ἐπειδὴ δὲ μικρὸν ὕστερον, κἂν μὴ νῦν αἴσθωνται τῷ θυμῷ κατεχόμενοι, κλαύσουσι καὶ οἰμώξουσι καὶ ὀδυροῦνται, οὐ τοιοῦτον ὀδυρμόν, οἷον τὰ παιδία τὰ μικρά, ἀλλὰ τὸν ἐν τῷ σκότει τῷ ἐξωτέρῳ, τὸν ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· τὸ αὐτὸ πάλιν ταῖς μητράσι ποιήσωμεν, τοσοῦτον αὐτῶν διαλλάττοντες, ὅσον οὐ μετ’ ἀπειλῆς καὶ ὕβρεως καθάπερ ἐκεῖναι, ἀλλὰ μετὰ κολακείας καὶ προσηνείας πολλῆς πρὸς τὰ παιδία ταῦτα διαλεξόμεθα· ἐπεὶ ὅτι γε τοῖς ἁγίοις οὐδεμία ἀπὸ τούτων ἡ βλάβη, ἀλλὰ καὶ μείζων ὁ μισθὸς καὶ πλείων ἡ παῤῥησίᾳ. Ἂν μὲν τὰ μέλλοντα εἴπωμεν ἀγαθά, τάχα καὶ γελάσεσθε μέγα, ἅτε τοιοῦτον ἀεὶ γέλωτα μελετῶντες γελᾶν· τοῖς δὲ παροῦσι, κἂν μυριάκις ἦτε φιλογέλωτες, οὐκ ἀπιστήσετε· οὐδὲ γάρ, ἂν ἐθέλητε, δυνήσεσθε, τῶν πραγμάτων ὑμῖν οὕτως ἀντιφθεγομένων αὐτῶν.

Τὸν Νέρωνα πάντως ἀκούετε (καὶ γὰρ ἐπίσημος ὁ ἀνὴρ ἀπὸ τῆς ἀσελγείας ἐγένετο, πρῶτος καὶ μόνος εὑρὼν ἐν ἀρχὴ τοιαύτῃ καινοὺς τινας ἀκολασίας καὶ ἀσχημοσύνης τρόπους)· οὗτος ὁ Νέρων τὸν μακάριον Παῦλον (καὶ γὰρ ἔτυχε κατὰ τοὺς αὐτοὺς ἐκείνῳ γενόμενος χρόνους) τοιαῦτα ἐγκαλῶν, οἶάπερ ὑμεῖς τοῖς ἁγίοις τούτοις ἀνδράσι (παλλακίδα γὰρ αὐτοῦ σφόδρα ἐπέραστον πείσας τὸν περὶ τῆς πίστεως δέξασθαι λόγον, ἔπειθεν ὁμοῦ καὶ τῆς ἀκαθάρτου συνουσίας ἀπαλλαγῆναι ἐκείνης). Τοιαῦτα γοῦν ἐγκαλῶν ἐκεῖνος, καὶ λυμεῶνα καὶ πλάνον καὶ τὰ αὐτά, ἅπερ ὑμεῖς φθέγγεσθε, τὸν Παῦλον ἀποκαλῶν, τὸ μὲν πρῶτον ἔδησεν, ὡς δὲ οὐκ ἔπειθε τῆς πρὸς τὴν κόρην ἀποσχέσθαι συμβουλῆς, τέλος ἀπέκτεινε. Τὶ οὖν ἀπὸ τούτου γέγονε βλάβος τῷ παθόντι κακῶς; Τὶ δὲ ὄφελος τῷ δράσαντι κακῶς; Τὶ μὲν οὐκ ὄφελος τῷ τότε ἀναιρεθέντι Παύλῳ; Τὶ δὲ οὐ βλάβος τῷ ἀνελόντι Νέρωνι; οὐχ ὁ μὲν ὥσπερ ἄγγελος πανταχοῦ τῆς οἰκουμένης ᾄδεται (τὰ γὰρ παρόντα τέως ἐρῶ)· ὁ δέ, ὥσπερ ὄντως λυμεὼν καὶ δαίμων ἄγριος πρὸς πάντας διαβέβληται;

δ’. Τὰ δὲ ἐκεῖ, κἂν ὑμεῖς ἀπιστήσητε, διὰ τοὺς πιστεύοντας ἀναγκαῖον εἰπεῖν· καίτοι ὑμᾶς ἀπὸ τῶν παρόντων κἀκείνοις πιστεύειν ἐχρῆν· πλὴν ἀλλ’ ὅπως ἂν πρὸς αὐτὰ διάκεισθε, εἰρήσεται παρ’ ἡμῶν, καὶ οὐ κεκρύψεται. Τινὰ οὖν ἔσται τὰ ἐκεῖ; Ὁ μὲν ἄθλιος καὶ ταλαίπωρος ἐκεῖνος, αὐχμῶν καὶ κατηφής, αἰσχύνης γέμων καὶ ζόφου, καὶ κάτω νεύων, ἀπαχθήσεται ἔνθα ὁ σκώληξ ὁ ἀτελεύτητος καὶ τὸ πῦρ τὸ ἄσβεστον· ὁ δὲ μακάριος Παῦλος μετὰ πολλῆς στήσεται τῆς παῤῥησίας παρ’ αὐτὸν τοῦ βασιλέως τὸν θρόνον λαμπρῶς ἀποστίλβων, καὶ δόξαν ἠμφιεσμένος τοσαύτην, ὡς μηδὲν τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων ἀποδεῖν, καὶ τοσοῦτον λήψεται τὸν μισθόν, ὅσον εἰκὸς ἄνθρωπον σῶμα καὶ τὴν ψυχὴν τῶν τῷ Θεῷ δοκούντων ἕνεκεν ἐπιδόντα. Καὶ γὰρ οὕτως ἔχει. Κεῖται μὲν πολλῇ τοῖς τὰ ἀγαθὰ ἐργαζομένοις ἀντίδοσις, μείζων δὲ αὕτη καὶ πλείων γίνεται, ὅταν καὶ διὰ κινδύνων ἴωσι καὶ ἀτιμίας πολλῆς οἱ ταῦτα ἐργαζόμενοι τὰ ἀγαθά· κἂν τὸ κατόρθωμα ἴσον ἢ τῷ τε ἀπονητί, καὶ τῷ μετὰ πόνων αὐτὸ κατωρθωκότι, τὰ τῆς τιμῆς οὐκ ἔσται ἴσα καὶ τὰ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς πολέμοις στεφανοῦται μὲν ὁ τρόπαιον στήσας, πολλῷ δὲ ἔτι μειζόνως ὁ καὶ τὰ τραύματα ἐπιδείξαι ἔχων, δι’ ὧν τὸ τρόπαιον ἔστησε. Καὶ τὶ λέγω περὶ τῶν ζώντων, ὅπου γε καὶ οἱ τοῦτο μόνον ἐπιδειξάμενοι τὸ καλῶς ἀποθανεῖν ἐν πολέμῳ, μηδὲν δὲ πλεῖον τοὺς αὐτῶν ὠφελήσαντες, καθάπερ σωτῆρες καὶ προστάται πανταχοῦ τῆς Ἑλλάδος ᾄδονται; Εἰ καὶ ταῦτα ὑμεῖς ἀγνοεῖτε, τῷ γέλωτι καὶ τῇ τρυφῇ διαπαντὸς προσανέχοντες; Εἰ δὲ Ἕλληνες ἄνθρωποι, καὶ μηδὲν ὅλως ὑγιὲς ἐννοοῦντες, τοῦτο ἠδυνήθησαν συνιδεῖν, καὶ πολλῇ τετιμήκασι τῇ τιμῇ τοὺς ἀποθανόντας μόνον ὑπὲρ αὐτῶν, μηδὲν δὲ ἐργασαμένους πλέον, πόσῳ μᾶλλον ὁ Χριστὸς τοῦτο ἐργάσεται, ὁ πανταχοῦ τοὺς δι’ αὐτὸν κινδυνεύοντας ἐκ πολλοῦ τοῦ περιόντος ταῖς τῶν δωρεῶν νικῶν ἀντιδόσεσι; Οὐ γὰρ διωγμῶν μόνον, οὐδὲ πληγῶν, οὐδὲ δεσμωτηρίων καὶ φονῶν καὶ σφαγῆς, ἀλλὰ καὶ ὕβρεως μόνης καὶ ῥημάτων ὀνειδιστικῶν πολὺν ἔθηκε τὸν μισθόν. «Μακάριοι γάρ, φησίν, ἐστέ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωπο, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸν ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ». Εἰ τοίνυν τὸ κακῶς παθεῖν καὶ τὸ κακῶς ἀκοῦσαι ἐπιτείνει τὸν μισθὸν καὶ τοῖς πάσχουσι καὶ τοῖς ἀκούουσι κακῶς, ὁ κωλύων αὐτοὺς παθεῖν καὶ ἀκοῦσαι κακῶς, οὐχὶ τούτους, ἀλλὰ τοὺς λέγοντας καὶ τοὺς ποιοῦντας ὠφέλησε. Τούτους γὰρ ἔβλαψε, τοῦ μισθοῦ τὸ πλέον ἐκκόπτων αὐτοῖς, καὶ τῆς χαρᾶς καὶ τῶν πολλῶν σκιρτημάτων ἀναιρῶν τὴν ὑπόθεσιν. Ὥστε τούτων μὲν ἕνεκεν καὶ σιγῆσαι ἐχρῆν, καὶ ἀφεῖναι γενέσθαι ταῦτα τὰ πολὺν αὐτοῖς τὸν πλοῦτον ποιοῦντα τῶν ἀγαθῶν, καὶ μείζω τὴν παῤῥησίαν κατασκευάζοντα· ἐπειδὴ δὲ ἀλλήλων ἐσμὲν μέλη, κἂν αὐτοὶ πάλιν ἀρνῶνται τὴν χάριν, οὐ χρὴ τοὺς οὕτω διακειμένους, ἑνὸς μὲν προνοεῖν μέρους, ἑτέρου δὲ περιορᾷν. Ἐκείνοις μὲν γὰρ ἔσται καὶ ἑτέρας εὐδοκιμήσεως ὑπόθεσις, κἂν μὴ νῦν πάθωσι κακῶς οὗτοι δέ, ἂν μὴ μάχης ἀποσχῶνται ταύτης, οὐκέτι σωθῆναι δυνήσονται, Τούτου δὴ χάριν παριδὼν τὸ ἐκείνων, πρὸς τὸ ὑμέτερον ἵσταμαι, καὶ δέομαι καὶ ἀντιβολῶ πεισθῆναί τε ἡμῖν παρακαλοῦσι, καὶ μηκέτι καθ’ ἑαυτῶν τὸ ξίφος ὠθεῖν, μηδὲν πρὸς κέντρα λακτίζειν, μηδὲ νομίζοντας ἀνθρώπους ἀνιᾷν, λυπεῖν τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ. Ὅτι μὲν γὰρ ἐπαινέσεσθαι ταύτην ἡμῶν τὴν γνώμην, κἂν μὴ νῦν, ἀλλ’ αὖθις, οἶδα καὶ πέπεισμαι· βούλομαι δὲ ὑμᾶς τοῦτο ποιῆσαι νῦν, ἵνα μὴ μάτην αὐτὸ μετὰ ταῦτα ποιῆτε. Ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος, ὅτε μὲν ἦν ἐνταῦθα, τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὴν ἐκ τούτων παράκλησιν μῦθόν τινα ἠγεῖτο καὶ λῆρον· ἐπειδὴ δὲ ἀπῆλθεν ἐκεῖ, οὕτως ἐθαύμασεν αὐτῶν τὴν παραίνεσιν, ὡς, ἐπειδὴ συνεῖδε μηδὲν αὐτὸν ἀπὸ τῶν ἐπείνων ὠφεληθῆναι δυνάμενον, παρακαλέσαι τὸν πατριάρχην πέμψαι τινὰ τῶν ἐν ᾅδου τοῖς ὑπὲρ γῆς ἀπαγγέλλοντα, ἐκεῖνο δεδοικώς, μὴ ποτε καὶ αὐτοὶ τὸ αὐτὸ πάθωσι, καὶ καταγελάσαντες τῶν θείων Γραφῶν, τότε αὐτὰς θαυμάσωσι, ὅταν αὐτοῖς ὄφελος οὐδὲν ἀπὸ τοῦ θαύματος. Ἐκεῖνος γὰρ τῶν μὲν ἑαυτοῦ οὐ μετέδωκε τῷ Λαζάρῳ, οὐ μὴν καὶ ἑτέρους βουληθέντας μεταδοῦναι ἐκώλυσεν, ἢ ἀπήλασε καθάπερ ὑμεῖς νῦν. Καὶ οὐ ταύτῃ μόνον αὐτὸν ἀπεκρύψατε τῇ ὠμότητι, ἀλλὰ καὶ ἑτέρῳ. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσον αὐτὸν μηδὲν ποιεῖν ἀγαθόν, καὶ ἑτέρους βουλομένους κωλύειν, ποιεῖν, οὕτως οὐκ ἔστιν ἴσον τροφῆς τε ἀπορεῖν σωματικῆς, καὶ ἐν πολλῷ τῷ τῆς φιλοσοφίας λιμῷ κείμενον κωλύειν τρέφεσθαι παρ’ ἑτέρων. Ὥστε διπλῆ παρηλάσατε τὸν ὦμον πλούσιον ἐκεῖνον, τῷ τε ἑτέρους κωλῦσαι σβέσαι τὸν λιμόν, καὶ τῆς ψυχῆς ἀγχομένης τὴν ἀπανθρωπίαν ἐπιδείκνυσθαι ταύτην. Τοῦτο καὶ Ἰουδαῖοι ποτὲ ἐποίησαν, καὶ ἐκώλυον τοὺς ἀποστόλους τοῖς ἀνθρώποις τὰ πρὸς σωτηρίαν λαλεῖν. Πλὴν ἀλλὰ καὶ τούτων χείρονες ὑμεῖς. Οἱ μὲν γὰρ δὴ τὴν τῶν ἐχθρῶν ἀναδεξάμενοι τάξιν, οὕτως ἅπαντα ἔπραττον ἐκεῖνα· ὑμεῖς δὲ τὸ τῶν φίλων ὑποδύντες προσωπεῖον, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυσθε· ἐμάστιξαν καὶ ὕβρισαν καὶ πονηρᾷ περιέβαλον δόξῃ τοὺς ἁγίους ἀποστόλους τότε ἐκεῖνοι γόητας καὶ πλάνους καλοῦντες αὐτούς. Ἀλλὰ τοιαύτη κατέλαβε αὐτοὺς δίκη, ὡς μηδεμίαν λοιπὸν δυνηθῆναι τοῖς ἐκείνων δεινοῖς παρισωθῆναι συμφοράν. Πρῶτοι γὰρ οὗτοι καὶ μόνοι τῶν ὑφ’ ἡλίῳ πάντων ἀνθρώπων τοιαῦτα ἔπαθον, οἷα οὐδεὶς ἕτερος. Καὶ τούτων μάρτυς ἀξιόπιστος ὁ Χριστός, οὕτω λέγων· «Ἔσται θλῖψις μεγάλη, οἷα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται». Πάντα μὲν οὖν αὐτῶν τὰ πάθη διελθεῖν οὐ τοῦ παρόντος καιροῦ, ὀλίγα δὲ ἐκ πολλῶν ἀναγκαῖον εἰπεῖν. Ἐρῶ δὲ οὐκ ἐμὸν λόγον, ἀλλ’ ἀνδρὸς Ἰουδαίου τοῦ τὰ ἐκείνων ἱστορηκότος ἀκριβῶς. Τὶ ποτε οὖν οὗτος φησίν; Ἐπειδὴ τὸν ἐμπρησμὸν διηγήσατο τοῦ ἱεροῦ, καὶ τὰς κοινὰς ἐκείνας ἀπήγγειλε συμφοράς.

ε’. Τὰ μὲν περὶ τὸ ἱερόν, φύσιν, ἐν τούτοις ἦν· τῶν δ’ ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη. Καθ’ ἑκάστην γὰρ οἰκίαν, εἰ που τροφῆς παραφανείη σκιά, πόλεμος ἦν, καὶ διὰ χειρῶν ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. Πίστις δ’ ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν, ἀλλὰ καὶ τοὺς ἐκπνέοντας οἱ λῃσταὶ διηρεύνων, μὴ τις ὑπὸ τὸν κόλπον ἔχων τροφήν, σκήπτοιτο τὸν θάνατον ἑαυτῷ. Οἱ δὲ ὑπ’ ἐνδείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐσφάλλοντο καὶ παρεφέροντο, ταῖς τε θύρας ἐνσειόμεναι μεθυόντων τρόπο, ὑπὸ ἀμηχανίας δὲ εἰς τοὺς αὐτοὺς οἴκους εἰσεπήδων δὶς ἢ τρὶς ὥρᾳ μιᾷ. Πάντα δὲ ὑπ’ ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζῴων· πρόσφορα συλλέγοντες, ἐσθίειν ὑπέφερον ζωστήρων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπέσχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασσῶντο. Τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα τὰς γὰρ ἴνας ἔνιοι συλλέγοντες, ἐλάχιστον σταθμὸν ἐπώλουν ἀττικῶν τεσσάρων. Καὶ τὶ δεῖ τὴν ἐπ’ ἀψύχοις ἀναίδειαν τοῦ λιμοῦ λέγειν; Εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, οἷον μήτε παρ’ Ἕλλησι, μήτε παρὰ βαρβάροις ἱστορῆται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ’ ἀκοῦσαι. Καὶ ἔγωγε, μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, ἔη μὴ τῶν κατ’ ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλλως τε κατ’ ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν καθυφέμενος τῶν λόγων ὧν πέπονθα τὰ ἔργα. Γυνὴ τις τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βηθεζώ, σημαίνει δὲ τοῦτο οἶκος ὑσσώπου, διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. Ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ τῆς Περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς τὴν πόλιν· τὰ δὲ λείψανα τῶν κειμηλίων, κἂν εἴ τροφῆς ἐπινοηθείη, καθ’ ἡμέρας εἰσπηδῶντες ἥρπαζον οἱ δορυφόροι. Δεινὴ δὲ τὸ γύναιον ἀγανάκτησις εἰσῄει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τοὺς ἅρπαγας ἐφ’ αὐτὴν ἠρέθιζεν. Ὡς δ’ οὔτε παροξυνόμενος τις, οὔτ’ ἐλεῶν αὐτὴν ἀνήρει, καὶ τὸ μὲν εὑρεῖν τι σιτίου ἄλλως ἐκοπία, πανταχόθεν δ’ ἄπορον ἦν ἤδη καὶ τὸ εὑρεῖν, ὁ λιμὸς δὲ διὰ σπλάγχνων καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξέκαιον οἱ θυμοί, σύμβουλον λαβοῦσα τὴν ὀργὴν μετὰ τῆς ἀνάγκης, ἐπὶ τὴν φύσιν ἐχώρει, καὶ τὸ τέκνον (ἦν δ’ αὐτῇ παῖς ὑπομάζιος) ἁρπασαμένη, Βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει, τίνι σε τηρήσω; Τὰ μὲν παρὰ Ῥωμαῖοις δουλεία, κἂν ζήσωμεν ἐπ’ αὐτοῖς· φθάνει δὲ καὶ δουλείαν ὁ λιμός, οἱ στασιασταὶ δ’ ἀμφοτέρων χαλεπώτεροι· ἴθι, γενοῦ μοι τροφή, καὶ τοῖς στασιασταῖς ἐριννύς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς. Καὶ ταῦθ’ ἅμα λέγουσα κτείνει τὸν υἱόν, ἔπειτ’ ὀπτήσασα, τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν. Εὐθέως δ’ οἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσσης σπάσαντες, ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθέν, ἀποσφάξειν αὐτὴν εὐθέως. Ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διεκάλυψε. Τοὺς δ’ εὐθέως φρίκη τε καὶ φρενῶν ἔκστασις ᾕρει, καὶ πρὸς τὴν ὄψιν ἐπεπήγεσαν. Ἡ δέ, Ἐμόν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμὸν φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα μὴ γένησθε μήτε μαλακώτεροι γυναικός, μήτε συμπαθέστεροι μητρός. Εἰ δ’ ὑμεῖς εὐσεβεῖς, καὶ τὴν ἐμὴν ἀποστρέφεσθαι θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸ λοιπὸν δ’ ἐμοὶ μεινάτω. Μετὰ ταῦτα οἱ μὲν τρέμοντες ἐξῄεσαν πρὸς ἓν τοῦτο δειλοί, καὶ μόνης ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες. Ἀνεπλήσθη δ’ εὐθέως ὅλη τοῦ μύσους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων, ὥσπερ αὐτῷ τολμηθὲν ἔφριττεν· σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων, πρὶν ἀκοῦσαι καὶ θεάσασθαι τηλικαῦτα κακά. Ταχέως δὲ καὶ Ῥωμαῖοις διηγγέλθη τὸ πάθος. Τῶν δὲ οἱ μὲν ἠπίστουν, οἱ δὲ ᾤκτειρον, τοὺς δὲ πολλοὺς εἰς μῖσος τοῦ ἔθνους σφοδρότερον συνέβη προελθεῖν.

Ϛ’. Ταῦτα δὲ ἔπασχον, καὶ πολλῷ τούτων χαλεπώτερα, οὐκ ἐπειδὴ τὸν Χριστὸν ἐσταύρωσαν μόνον, ἀλλ’ ἐπειδὴ καὶ μετὰ ταῦτα τοὺς ἀποστόλους ἐκώλυον τὰ πρὸς σωτηρίαν λαλεῖν τὴν ἡμετέραν. Ὅπερ οὖν ὁ μακάριος Παῦλος αὐτῶν κατηγορήσας, ταῦτα αὐτοῖς προεφήτευσε τὰ κακά, εἰπών, ὅτι «Ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος». Καὶ τὶ ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐ γὰρ δὴ τῆς πίστεως ἀπάγομεν, οὐδὲ τοῦ κηρύγματος. Καὶ τὶ τῆς πίστεως ὄφελος, εἰπὲ μοι, βίου μὴ ὄντος καθαροῦ; Ἀλλ’ ὑμεῖς μὲν ἴσως ἀγνοεῖτε καὶ ταῦτα, ἅτε καὶ τῶν ἡμετέρων ὄντες ἀνήκοοι πάντων· ἐγὼ δὲ ὑμῖν ἀπαριθμήσομαι τοῦ Χριστοῦ τὰς ἀποφάσεις. Καὶ παρατηρεῖτε ὑμεῖς, εἰ μηδαμοῦ βίος ἐγκαλεῖται τότε, ἀλλ’ ὑπὲρ πίστεως μόνης καὶ δογμάτων τὰ τῶν κολάσεων ὤρισται. Ἐπειδὴ γὰρ εἰς τὸ ὄρος ἀνῆλθε, πολὺν ἰδὼν ὄχλον περιῤῥοῦντα αὐτόν, μετὰ τὰς ἄλλας παραινέσεις ἔλεγεν· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρὸς μου»· καί, «Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς· Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οὐκ οἶδα ὑμᾶς». Καὶ τὸν ἀκούοντα μέν, ποιοῦντα δὲ τοὺς λόγους αὐτοῦ, ὅμοιον ἔφησεν ἀνδρὶ μωρῷ εἶναι τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον οἰκοδομοῦντι, καὶ ποταμοῖς καὶ ὑετοῖς καὶ ἀνέμοις εὐχείρωτον αὐτὴν κατασκευάζοντι. Καὶ ἐν ἄλλῳ δὲ τόπῳ δημηγορῶν, καθάπερ οἱ ἁλιεῖς, φησίν, ὅταν τὴν σαγήνην ἑλκύσωσι, τοὺς φαύλους ἀποκρίνουσι τῶν ἰχθύων, οὕτω κατ’ ἐκείνην ἔσται τὴν ἡμέραν, τῶν ἀγγέλων εἰς τὴν κάμινον ἐμβαλλόντων τοὺς ἡμαρτηκότας ἅπαντας. Καὶ περὶ τῶν ἀσελγῶν δὲ καὶ ἀκαθάρτων ἀνθρώπων διαλεγόμενος ἔλεγεν, ὅτι «Ἀπελεύσονται, ὅπου ὁ σκώληξ ὁ ἀτελεύτητος, καὶ τὸ πῦρ τὸ ἄσβεστον». Καὶ πάλιν, «Βασιλεύς, φησίν, ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ», καὶ ἰδὼν ἄνθρωπον ἐνδεδυμένον ἱμάτια ῥυπαρά, πρὸς αὐτὸν εἶπεν· «Ἑταῖρε πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη». Τότε λέγει τοῖς διακόνοις αὐτοῦ· «Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, βάλατε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον»· τοῖς ἀκολάστοις καὶ ἀσελγέσι ταῦτα ἀπειλῶν. Καὶ παρθένοι δὲ αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι, δι’ ὠμότητα καὶ ἀπανθρωπίαν τοῦτο ἔπαθον. Καὶ ἕτεροι δὲ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν «πορεύονται εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Καὶ οἱ ἁπλῶς καὶ εἰκῆ φθεγγόμενοι καταδικάζονται· «Ἐκ γὰρ τῶν λόγων σου, φησί, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ». Ἆρά σοι δοκοῦμεν μάτην ὑπὲρ βίου πεφοβῆσθαι, καὶ πολλὴν τοῦ ἠθικωτέρου μέρους τῆς φιλοσοφίας ποιεῖσθαι σπουδήν; Οὐκ ἔγωγε οἶμαι, πλὴν εἰ καὶ τὸν Χριστὸν ταῦτα πάντα εἰκῆ εἰρηκέναι φαίης, καὶ τὰ τούτων πλείονα· οὐδὲ γὰρ ἅπαντα εἴρηται. Εἰ δὲ μὴ ὤκνουν μακρὸν ποιῆσαι τὸν λόγον, καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τοῦ μακαρίου Παύλου καὶ ἐκ τῶν ἄλλων ἀποστόλων ἐδίδαξα ἄν, ὅσην ὑπὲρ τούτου τοῦ μέρους πεποίηται σπουδὴν ὁ Θεός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἀποχρῆν οἶμαι· μᾶλλον δὲ οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ μικρὸν τῶν εἰρημένων μέρος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, κἂν ἅπαξ εἴπῃ, ὡς πολλάκις εἰρημένον, οὕτω δέχεσθαι χρὴ τὸ λεχθέν.

ζ’. Τὶ οὖν, οἱ οἶκοι μένοντες, φησίν, οὐ δυνήσονται ταῦτα κατορθοῦν, ἃ μὴ κατορθούμενα τοσαύτην φέρει τὴν κόλασιν; Ἐβουλόμην καὶ αὐτὸς οὐχ ἧττον ἡμῶν, ἀλλὰ καὶ πολὺ πλέον, καὶ πολλάκις ηὐξάμην τῶν μοναστηρίων ἀναιρεθῆναι τὴν χρείαν, καὶ τοσαύτην ἐν τοῖς πόλεσι γενέσθαι τὴν εὐνομίαν, ὡς μηδένα δεηθῆναί ποτε τῆς εἰς τὴν ἔρημον καταφυγῆς· ἐπειδὴ δὲ τὰ ἄνω κάτω γέγονε, καὶ αἱ μὲν πόλεις, ἔνθα δικαστήρια καὶ νόμοι, πολλῆς γέμουσι παρανομίας καὶ ἀδικίας, ἡ δὲ ἐρημίᾳ πολλῷ βρύει τῷ τῆς φιλοσοφίας καρπῶ, οὐχ οἱ τῆς ζάλης ταύτης καὶ τῆς ταραχῆς τοὺς σωθῆναι βουλομένους ἐξάγοντες, καὶ πρὸς τὸν τὴν ἡσυχίας ὁδηγοῦντες λιμένα, δικαίως ἂν ἐγκαλοῖντο παρ’ ὑμῶν, ἀλλ’ οἱ πόλιν ἑκάστην οὕτως ἄβατον ἐργαζόμενοι καὶ πρὸς φιλοσοφίαν ἀνεπιτήδειον, ὡς ἀναγκάζεσθαι τοὺς σωθῆναι βουλομένους τὰς ἐρημίας μεταδιώκειν. Εἰπὲ γὰρ μοι, εἲ τις μεσονύκτιον λαμπάδα λαβὼν οἰκίαν ἐνέπρησε μεγάλην καὶ πολυάνθρωπον, τοῖς ἔνδον καθεύδουσιν ἐπιβουλεύων, τίνα ἂν ἔφαμεν εἶναι κακόν, τὸν διεγείροντα τοὺς καθεύδοντας, καὶ τῆς οἰκίας ἐξάγοντα ἐκείνης, ἢ τὸν ἀνάψαντα τὸ πῦρ ἐξ ἀρχῆς, καὶ τοσαύτην ἀνάγκην αὐτοῖς τε ἐκείνοις καὶ τῷ τούτους ἐξάγοντι περιστήσαντα; Τὶ δαί, εἲ τις τυραννουμένην πόλιν ἰδὼν καὶ νοσοῦσαν καὶ στασιάζουσαν, ἔπεισεν οὓς ἠδύνατο τῶν τὴν πόλιν ταύτην οἰκούντων ἀναδραμεῖν πρὸς τὰς τῶν ὁρῶν κορυφάς, καὶ πείσας ὁμοῦ, καὶ συνέπραξε πρὸς ταύτην αὐτοῖς τὴν ἀναχώρησιν, τίνος ἂν κατηγορήσας; τοῦ μεταθέντος ἀπὸ ταύτης τῆς ταραχῆς πρὸς τὴν γαλήνην ἐκείνην τοὺς ἐν μέσῳ χειμαζομένους ἀνθρώπους, ἢ τὸν ταῦτα ἐργασάμενον τὰ ναυάγια; Μὴ γὰρ τοι νομίσῃς ἄμεινον τυραννουμένης πόλεως τὰ τῶν ἀνθρώπων πράγματα διακεῖσθαι νῦν, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Οὐ γὰρ ἄνθρωπος, ἀλλὰ τις πονηρὸς δαίμων καθάπερ τύραννος ἄγριος τὴν οἰκουμένην ἅπασαν καταλαβὼν μετὰ πάσης αὐτοῦ τῆς φάλαγγος εἰς τὰς τῶν ἀνθρώπων εἰσεκώμασε ψυχάς· εἶτα ἐκεῖθεν, ὥσπερ ἐκ τινος ἀκροπόλεως, τὰ μιαρὰ καὶ ἐναγῆ καθ’ ἑκάστην ἡμέραν ἐπιτάγματα καταπέμπει πᾶσιν, οὐ γάμους διασπῶν, οὐδὲ χρήματα πέμπων καὶ φέρων μόνον, οὐδὲ σφαγὰς ἐργαζόμενος ἀδίκους, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, τὴν ἅπαξ ἁρμοσθεῖσαν τῷ Θεῷ ψυχὴν τῆς μὲν πρὸς ἐκεῖνον ὁμιλίας ἀπάγων, ἐκδιδοὺς δὲ τοῖς ἀκαθάρτοις αὐτοῦ δορυφόροις, καὶ συγκατακλίνεσθαι καταναγκάζων αὐτοῖς· οἵπερ ἐπειδὰν ἅπαξ αὐτὴν παραλάβωσιν, οὕτως αὐτῇ συγγίνονται αἰσχρῶς καὶ ὑβριστικῶς, ὡς εἰκὸς δαίμονας πονηροὺς σφοδρῶς καὶ μανικῶς τῆς τε ἀπωλείας καὶ τῆς ἀσχημοσύνην ἐρῶντας τῆς ἡμετέρας. Ἀποδύσαντες γὰρ αὐτὴν πάντων τῶν τῆς ἀρετῆς ἱματίων, καὶ τὰ τῆς κακίας ῥάκια πάθη περιθέντες τὰ ῥυπῶντα καὶ διεῤῥηγμένα καὶ δυσώδη, καὶ τῆς γυμνότητος αἰσχροτέραν αὐτὴν ἀποφαίνοντα, καὶ πάσης τῆς οἰκείας προσαναπλήσαντες ἀκαθαρσίας, οὐ παύονται ταῖς εἰς αὐτὴν ἐμπομπεύοντες ὕβρεσιν. Οὐδὲ γὰρ ἴσασί τινα κόρον τῆς μιαρὰς ταύτης καὶ παρανόμου μίξεως· ἀλλ’ ὥσπερ οἱ μεθύοντες, ὅταν ἐμφορηθῶσι πολλοῦ τοῦ πόματος, τότε μᾶλλον ἐκκαίονται οὕτω καὶ οὗτοι τότε μάλιστα μαίνονται, σφοδρότερον τε αὐτῇ καὶ ἀγριώτερον ἀναλλόμενοι, ὅταν μάλιστα αὐτῇ παραχρήσονται κατακεντοῦντες πάντοθεν καὶ δάκνοντες, καὶ τὸν οἰκεῖον εἰς αὐτὴν ἐκχέοντες ἰόν, καὶ οὐ πρότερον διαλιμπάνοντες, ἕως ἂν εἰς τὴν οἰκείαν μεταστήσωσιν ὄξιν, ἢ τοῦ σώματος ἴδωσιν ἀποδυθεῖσαν αὐτήν. Ποίας οὖν τυραννίδος, ποίας αἰχμαλωσίας, ποίας ἀναστατώσεως, τίνος ἀνδραποδισμοῦ, ποίου πολέμου, τίνος ναυαγίου, ποίου λιμοῦ, ταῦτα οὐ χαλεπώτερα; Τὶς οὕτως ὠμὸς καὶ ἀνήμερος, τὶς οὕτως ἠλίθιος καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς καὶ ἀνάλγητος, ὡς τὴν τὰ τοιαῦτα ὑβριζομένην καὶ ἐπηρεαζομένην ψυχὴν μὴ θελῆσαι, τὸ γε εἰς αὐτὸν ἧκον, τῆς ἐναγοὺς ἐκείνης ἀπαλλάξαι μανίας καὶ ὕβρεως, ἀλλὰ τοιαῦτα πάσχουσαν περιορᾷν. Εἰ δὲ τοῦτο ἀπηνοῦς καὶ λιθίνης ψυχῆς, ποῦ θήσομεν, εἰπὲ μοι, τούτους οἳ πρὸς τῷ περιορᾷν καὶ ἕτερον πολλῷ μεῖζον τούτου ἐργάζονται κακόν, τοὺς προθυμουμένους εἰς μέσους πηδῆσαι τοὺς κινδύνους, καὶ μὴ παραιτουμένους εἰς αὐτὸν τοῦ θηρίου τὸν λαιμὸν καθεῖναι τὰς χεῖρας, ἀλλὰ καὶ δυσωδίας καὶ κινδύνων ἀνεχομένους, ἵνα τὰς ἤδη καταποθείσας ψυχὰς ἐξ αὐτῆς τοῦ δαίμονος τῆς φάρυγγος ἀνασπάσωσιν, οὐ μόνον οὐκ ἐπαινοῦντες, οὐδὲ ἀποδεχόμενοι, ἀλλὰ καὶ ἐλαύνοντες πάντοθεν καὶ πολεμοῦντες.

η’. Τὶ οὖν, φησί; Πάντες οἱ τὰς πόλεις οἰκοῦντες ἀπολώλασι καὶ χειμάζονται, καὶ δεῖ τὰς πόλεις ἀφέντας, καὶ ἐρημώσαντας πρὸς τὴν ἔρημον μεταστῆναι, καὶ τῶν ὁρῶν τὰς κορυφὰς οἰκίζειν; Καὶ σὺ ταῦτα κελεύεις, καὶ νομοθετεῖς; Ἄπαγε· τοὐναντίον γάρ, καθάπερ καὶ ἔφθην εἰπών, καὶ ἐβουλόμην καὶ εὔχομαι τοσαύτης ὑμᾶς ἀπολαύειν εἰρήνης, καὶ τὴν τυραννίδα τῶν κακῶν τούτων εἰς τοσοῦτον καταλυθῆναι, ὡς μὴ μόνον τοῖς ἐν ταῖς πόλεσιν ἀνάγκην μὴ γίνεσθαι τὰ ὄρη καταλαβεῖν, ἀλλὰ καὶ τοὺς τὰς ἐρημίας οἰκοῦντας καθάπερ τινὰς φυγάδας διὰ μακροῦ τοῦ χρόνου πρὸς τὴν αὐτῶν πόλιν καταγαγεῖν. Ἀλλὰ τὶ πάθω; Δέδοικα μὴ τῇ πατρίδι σπουδάζων αὐτοὺς ἀποδοῦναι, ἀντὶ ταύτης ταῖς τῶν πονηρῶν δαιμόνων χερσὶ παραδῶ, καὶ βουλόμενος ἀπαλλάξαι ἐρημίας καὶ φυγῆς, φιλοσοφίας καὶ ἡσυχίας παρασκευάσω πάσης ἐκπεσεῖν. Εἰ δὲ με, τὸ πλῆθος τῶν ἐν τῇ πόλει προφέρων ταύτῃ δυσωπήσειν οἴει καὶ δεδίξεσθαι, ὡς οὐκ ἀνεξόμενον καταδικάσαι τὴν οἰκουμένην ἅπασαν, τοῦ Χριστοῦ τὴν ἀπόφασιν λαβών, μετ’ αὐτῆς στήσομαι πρὸς ταύτην σου τὴν ἀντίθεσιν. Οὐδὲ γὰρ ἀνέξη πρᾶγμα τοσαύτης γέμον τόλμης, ὡς πρὸς τὴν ψῆφον ἀντιβλέψαι τοῦ τότε μέλλοντος κρίνειν ἡμᾶς. Τὶ οὖν οὖτός φησι; Τό, «Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτήν». Εἰ δὲ οἱ εὑρίσκοντες ὀλίγοι, πολλῷ μᾶλλον οἱ πρὸς τὸ τέλος αὐτῆς φθάσαι δυνάμενοι. Οὐ γὰρ δὴ πάντες ὅσοι τῆς ἀρχῆς ἐπέβησαν, καὶ πρὸς τὸ πέρας αὐτῆς ἴσχυσαν στῆναι, ἀλλ’ οἱ μὲν ἐν τοῖς προοιμίοις, οἱ δὲ ἐν τῷ μέσῳ, παλοὶ δὲ καὶ πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν. Καὶ πάλιν πολλοὺς μὲν εἶναί φησι τοὺς κλητούς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς. Ὅταν οὖν ὁ Χριστὸς τὸ μὲν πλέον εἶναι τῆς ἀπωλείας, ἐν δὲ τοῖς ὀλίγοις περιωρίσθαι τὴν σωτηρίαν ἀποφαίνηται, τὶ πρὸς ἐμὲ μάχῃ; Ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἰ καὶ περὶ τῶν κατὰ τὸν Νῶε συμβεβηκότων λόγων γινομένων ἡμῖν ἐθαύμαζες, εἰ πάντες μὲν ἀπολώλασι, δύο δὲ καὶ τρεῖς ἄνθρωποι μόνοι τὴν τοσαύτην διέφυγον κόλασιν, ταύτῃ προσδοκῶν ἐμφράξαι ἡμῶν τὸ στόμα, ὡς οὐ τολμώντων καταδικάσαι τὸ πλῆθος. Ἀλλ’ οὐ πεισόμεθα τοῦτο, οὐδὲ τῆς ἀληθείας τοὺς πολλοὺς προτιμήσομεν. Οὐδὲ γὰρ τῶν τότε συμβεβηκότων ἐλάττω τὰ νῦν, ἀλλὰ καὶ πολλῷ μιαρωτέρα, ὅσῳ καὶ γέεννα τούτοις ἠπείληται, καὶ τὰ τῆς κακίας οὐδὲ οὕτως ἐκκόπτεται. Τὶς γάρ, εἰπὲ μοι, μωρὸν οὐ καλεῖ τὸν ἀδελφόν; Τοῦτο δὲ ὑπεύθυνον ποιεῖ τῷ τῆς γεέννης πυρί. Τὶς οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς εἰς γυναῖκα; Καὶ τοῦτο δὲ μοιχεία ἀπηρτισμένη· τὸν δὲ μοιχὸν πάλιν εἰς τὴν αὐτὴν ἀνάγκη ἐμπίπτειν γέεννα. Τὶς οὐκ ὤμοσε; Τοῦτο δὲ ἃκ τοῦ πονηροῦ πάντως· τὸ δὲ ἐκ τοῦ πονηροῦ, καὶ αὐτὸ κολάσεως πάντως. Τὶς οὐκ ἐβάσκηνε φίλῳ ποτέ; Τοῦτο δὲ καὶ ἐθνικῶν καὶ τελωνῶν χείρους ποιεῖ· τοὺς δὲ ἐκείνων χείρους, ὅτι οὐκ ἑνὶ κόλασιν διαφυγεῖν, παντὶ που δῆλόν ἐστι. Τὶς ἐκ καρδίας ἅπασαν μῆνιν ἐξήλασε, καὶ τὰ πάντων εἰς αὐτὸν πεπλημμεληκότων εἴασεν ἁμαρτήματα; Τὸν δὲ οὐκ ἀφέντα, ὅτι τοῖς βασανιστηρίοις ἀνάγκη παραδοθῆναι, τῶν ἀκηκοότων τοῦ Χριστοῦ οὐδεὶς ἀντερεῖ. Τὶς δὲ οὐκ ἐδούλευσε τῷ μαμωνᾷ; τὸν δὲ ἐκείνῳ δουλεύσαντα ἀνάγκη παραιτήσασθαι τοῦ Χριστοῦ τὴν δουλείαν· ἐκείνην δὲ ἀρνησάμενον, καὶ τὴν οἰκείαν ἀνάγκη σωτηρίαν ἀρνήσασθαι. Τὶς οὐ κακηγόρησε λάθρᾳ; Τούτους δὲ καὶ ἡ Παλαιὰ ἀποκτίννυσθαι κελεύει, καὶ κατασφάττεσθαι. Ἀλλὰ τὶς ἡ παραμυθία τῶν οἰκείων κακῶν; Τὸ πάντας ὥσπερ ἐκ τινὸς συνθήματος πρὸς τὸ τῆς κακίας ὀλισθῆσαι βάραθρον, ὃ καὶ αὐτὸ τῆς κατεχούσης νούσου τεκμήριόν ἐστι μέγιστον, ὅταν τοῦτο παραμυθίαν φέρῃ τῶν κακῶν ἡμῖν, ὃ μείζονος ὀδύνης ὑπόθεσιν εἶναι ἐχρῆν. Οὐ γὰρ δὴ τὸ πολλοὺς ἔχειν κοινωνοὺς τῶν ἁμαρτημάτων ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, καὶ τῶν τιμωριῶν. Εἰ δὲ τις ἐπὶ τοῖς εἰρημένοις ἀπέγνω, μικρὸν ἀναμεινάτω, καὶ τότε ἀπογνώσεται πλέον, ὅταν τὰ πολλῷ οὕτων εἴπωμεν χαλεπωτέραν, οἷον τὰς ἐπιορκίας. Εἰ γὰρ τὸ ὀμόσαι διαβολικόν, τὸ καὶ τοὺς ὅρκους πατῆσαι ποίαν οἴσει τιμωρίαν ἡμῖν; Εἰ τὸ μωρὸν καλέσαι γέενναν ἐφέλκεται, τὸ καὶ μυρίοις ὀνείδεσιν αἰσχύναι τὸν ἀδελφόν, τὸν οὐδὲν ἠδικηκότα πολλάκις, τὶ οὐκ ἂν ἐργάσηται; Εἰ τὸ μνησικακεῖν μόνον τιμωρίας ἄξιον, τὸ καὶ ἐπεξιέναι πόσην ἔχει τὴν βάσανον; Ἀλλὰ μήπω περὶ τούτων, ἀλλ’ ἐν τῷ οἰκείῳ ταῦτα φυλαττέσθω τόπῳ. Ἵνα γὰρ τὰ ἄλλα παρῶ, αὐτὸ δὴ τοῦτο τὸ καταναγκάσαν ἡμᾶς εἰς τοῦτον καθεῖναι τὸν λόγον, οὐχ ἱκανὸν καὶ μόνον τῆς κατεχούσης νόσου τὴν κακίαν ἐνδείξασθαι; Εἰ γὰρ τὸ τῶν οἰκείων ἁμαρτημάτων μὴ ἐπαισθάνεσθαι, ἀλλ’ ἀναλγήτως πλημμελεῖν, ἔσχατος ὄρος κακίας ἐστί, ποῦ τάξομεν τοὺς νέους τούτους νομοθέτας τῆς καινῆς ταύτης καὶ ἀτοπωτάτης νομοθεσίας, οἳ μετὰ πλείονος τῆς παῤῥησίας τοὺς τῆς ἀρετῆς ἀπελαύνουσι διδασκάλους, ἢ τοὺς τῆς κακίας ἕτεροι, καὶ τῶν πλημμελησάντων πλέον τοῖς διορθοῦν βουλομένοις ἐκπεπολέμωνται; Μᾶλλον δὲ πρὸς ἐκείνους μὲν οὔτε ἀηδῶς ἔχουσιν, οὔτε ἐγκαλοῦσί ποτε, τούτων δὲ κἂν ἀπογεύσαιντο ἡδέως μονονουχὶ βοῶντες καὶ δι’ ὧν λέγουσι καὶ δι’ ὧν ποιοῦσιν, ὅτι δεῖ τῆς κακίας ἀπρὶξ ἔχεσθαι, καὶ μηδέποτε ἐπανελθεῖν πρὸς ἀρετήν, ὡς οὐ μόνον τοὺς μετιόντας αὐτήν, ἀλλὰ καὶ τοὺς φωνὴν ὑπὲρ ταύτης ῥῆξαι τολμώντας ἀμύνεσθαι δέον.



Ἑπόμενο: Πρὸς ἄπιστον πατέρα, Λόγος Δεύτερος
Προηγούμενο: Πρὸς τὸν αὐτὸν Θεόδωρον — Λόγος Δεύτερος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47
Ἀρχικὴ Σελίδα: Τέρτιος